- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:615.27-617.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘依据《蒂迈欧篇》中属与种的关系反驳了普罗克洛关于处所是光与非质料物体的论证,批判性地考察了普罗克洛引自《理想国》和迦勒底神谕的论据,并指出了他在物体相互穿透以及本源灵魂赋予生命之问题上的矛盾之处。
καίτοι εἰ πυρὸς εἶδός ἐστι τὸ φῶς, ὡς ἐν Τιμαίῳ μεμαθήκαμεν, τὸ δὲ εἶδος οὐκ ἂν εἴη τοῦ γένους κρεῖττον, οὐκ ἂν ὅσον ἐπί γε τούτῳ τὸ φῶς εἴη κρεῖττον τοῦ πυρός. Πρὸς μὲν οὖν τὸν ἀποδεικνύντα λόγον ταῦτα ἂν εἴποιμι διὰ βραχέων· πρὸς δὲ τὰς ἄλλας πίστεις τὴν μὲν ἀπὸ τοῦ ἐν Πολιτείᾳ λεγομένου τῇ ἴριδι προσεμφεροῦς φωτός, ὅτι τὸ ὅλον αἰνιγματωδῶς εἴρηται.1 καὶ δύναιτο μὲν ἂν τὸ αὐγοειδὲς ὄχημα τῆς τοῦ παντὸς ψυχῆς ἐνδείκνυσθαι, ὡς ὁ Πορφύριος ἐξηγήσατο, δύναιτο δὲ ἄν τι καὶ ἄλλο. εἰ δὲ τὰ λόγιά φησι τὴν πηγαίαν ψυχήν ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους, ὅτι μὲν ἄλλο τι τὸ φῶς ἐστι παρὰ τὸ ἐμπύριον καὶ αἰθέριον καὶ ὑλαῖον, καλῶς ἀπὸ τῆς ἀντιδιαιρέσεως ἐπιστώσατο, καὶ ὅτι ὑπέρτερον πάντων. καὶ τοῦτο γὰρ ἡ τεταγμένη ἀπαρίθμησις δηλοῖ. μήποτε δὲ ἡ μονάς ἐστι τοῦτο τῆς τῶν κόσμων τριάδος, ἣν καὶ αὐτὸς ὁμολογεῖ. μονὰς δὲ οὐχ ὡς τόπος τῶν τριῶν, ἀλλ’ ὡς εἷς κόσμος πρὸ τῶν τριῶν. εἶναι γὰρ δεῖ καὶ ἕνα πρὸ τῶν τριῶν, ὡς πρὸ τῆς ἑβδομάδος ἐστὶν ἡ τριάς. καὶ τὸν ἕνα τοῦτον ἴσως φάος ἐκάλεσεν ὡς ἄνθος ὄντα τοῦ ἐμπυρίου στερεώματος καὶ ὡς κοινότητα τοῦ φαινομένου, τουτέστι τοῦ αἰσθητοῦ, τουτέστι τοῦ σωματικοῦ παντός. πᾶν γὰρ σῶμα αἰσθητόν ἐστιν, εἰ καὶ ἄλλο ἄλλαις αἰσθήσεσι σύμμετρον. μήποτε δὲ ἐμπύριον εἰπόντα τὰ λόγια τὸν πρῶτον σωματικὸν κόσμον φῶς ἐκάλεσε πᾶσαν τὴν ἀσώματον διάταξιν, τὴν τοῖς σωματικοῖς κόσμοις ἐποχουμένην καὶ ἐλλαμπομένην ὑπὸ τῆς πηγαίας ψυχῆς. καὶ μέντοι ὅτι τὰς ἀϊδίους τῶν θεῶν λήξεις πρῶτος ὑπεδέξατο ὁ τόπος, καλῶς ἂν εἴη λεγόμενον· οὐ μέντοι τούτῳ ἕπεσθαι νομίζω τὸ σῶμα εἶναι τὸν τόπον. κἂν γὰρ διάστημα εἴη, τί κωλύει καὶ τοῦτο ταῖς θείαις ἐπιστασίαις συνδιανενεμῆσθαι, καὶ μᾶλλον τοῦτο ἅτε συγγενέστερον ὑπάρχον πρὸς τὸ ἀσώματον. τὸ δὲ τοὺς τύπους τῶν τε χαρακτήρων καὶ τῶν ἄλλων θείων φασμάτων ἐν τῷ τόπῳ φαίνεσθαι, μάλιστα μὲν οὐ πάνυ τι συμφωνεῖ τοῖς λογίοις ἐν τῷ αἰθέρι λέγουσιν αὐτὰ φαίνεσθαι ἀλλ’ οὐκ ἐν τῷ φωτί. ἔπειτα καὶ ταῦτα ἐν τῷ διαστήματι δύναται τυποῦσθαι. οὐ γὰρ σώματος ὑποκειμένου δεῖται πρὸς τὸ αἰσθητὰ γενέσθαι, ἀλλ’ εἴπερ ἄρα διαστάσεως καὶ τυπώσεως. καὶ τὸ μὲν μηδὲν ἄτοπον εἶναι σῶμα διὰ σώματος χωρεῖν, τὸ ἄυλον διὰ τοῦ ἐνύλου ἢ καὶ τοῦ ἀύλου, τάχα μὲν καὶ ἐξ ὧν αὐτὸς δείκνυσι πιστεύσειεν ἄν τις, μάλιστα δὲ ἐκ τῆς θείας παραδόσεως, εἴπερ καὶ τὸ ἐμπύριον διὰ τοῦ αἰθέρος καὶ τὸν αἰθέρα φησὶ διὰ τοῦ ἐνύλου χωρεῖν, καὶ εἴπερ αἱ τε τριάδες καὶ ἑβδομάδες αἱ νοεραὶ πᾶσαι πηγαίαν ἔχουσαι τάξιν καὶ διὰ τοῦτο ἐμπύριον τὴν ἐπιστασίαν συμπροέρχονται ὅμως τοῖς κόσμοις ὡς καὶ τοῦ ἐμπυρίου διὰ πάντων χωροῦντος. ἐμὲ δὲ δυσωπεῖ καὶ τὸ μὴ ἂν ἀτελεῖς εἶναι τὰς σφαίρας, ἁψῖδας μόνον οὔσας καὶ οὐκέτι σφαίρας, εἰ μὴ μέχρι τοῦ κέντρου χωροῖεν.2 ἀλλ’ οὐδὲ οἰκειότης τις ἔσται τῷ κέντρῳ πρὸς τὴν περιφέρειαν ἑκάστης σφαίρας, εἰ μὴ συνδεῖταί τινι ὁμοιογενεῖ πρὸς αὑτήν. οὐδὲ στερεώματα ἔτι ἔσονται οἱ κόσμοι ἀλλὰ καμαρώματα. πῶς οὖν τὰ λόγιά φησιν ἑπτὰ γὰρ ἐξώγκωσε πατὴρ στερεώματα κόσμων; εἰ δέ τῳ ταῦτα πρὸς πίστιν οὐκ ἀρκεῖ τοῦ τὰ ἄυλα σώματα καὶ δι’ ἀλλήλων καὶ διὰ τῶν ἐνύλων χωρεῖν, ἀπαιτείτω καὶ τούτου τὰς εὐθύνας τὸν σῶμα τὸν τόπον λέγοντα. τί δὲ δήποτε τῶν λογίων ἀθρόως εἰπόντων καὶ τὸ φῶς καὶ τὸ πῦρ καὶ τὸν αἰθέρα καὶ τοὺς ἐνύλους κόσμους ὑπὸ τῆς πηγαίας ψυχοῦσθαι ψυχῆς ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους αὐτὸς τὸ μὲν φῶς ἀπ’ αὐτῆς ἀμέσως ψυχοῦσθαι λέγει τῆς πηγαίας ψυχῆς, τοὺς δὲ ἄλλους κόσμους οὐκέτι; πῶς δὲ καὶ λέγει τὸ φῶς ὑπ’ αὐτῆς ψυχοῦσθαι; ἆρα ὅτι ψυχὴ ἐκείνου γίνεται; ἀλλ’ οὐκ ἂν εἴποι τοῦτο (πῶς γὰρ οἷόν τε τὴν πηγὴν τῶν ψυχῶν ἑνός τινος εἶναι ψυχήν;), ἀλλ’ ὅτι τὰ μὲν ἄλλα καὶ ἰδίας ἔχει ψυχάς, τοῦτο δὲ τὴν ἀπὸ τῆς πηγαίας ψυχῆς ἔλλαμψιν μόνην. καίτοι οὐδὲ τὸ ἐμπύριον ψυχὴν ἔχειν λέγουσι νοερὸν αὐτὸ καλοῦντες, ἀλλ’ ἀπὸ τοῦ αἰθέρος ἄρχεσθαι τὰς ψυχάς φασιν, εἰ μὴ ἄρα παντὸς μὲν σώματος ψυχὴ ἐπιμελεῖται, ἀναλογία δέ τις ἐν τοῖς κόσμοις ἐστὶν ἡ τοῦ νοεροῦ καὶ ψυχικοῦ καὶ φυσικοῦ.
然而,如果正如我们在《蒂迈欧篇》中所知晓的那样,光是火的一种形式,而形式不可能优于属,那么至少就此而言,光就不可能优于火。因此,对于那作出论证的说理,我可以简短地陈述这些;而对于其余的证据,首先是对于取自《理想国》中所说的类似彩虹之光的证据,[我要说的是]整个记述是隐语式地道出的。正如波菲利所阐释的那样,它固然可以指明全宇宙之灵魂的发光载具,但也可以指明别的某种事物。至于神谕论及本源灵魂时所说的“彻底赋予光、火、以太、诸世界以灵魂”,他依据划分对照妥当地证实了光是异于火性界、以太界和质料界的某种事物,并且优于一切。因为那有序的列举正表明了这一点。但这难道不正是诸世界之三联体的单子吗?而他本人也是承认这一单子的。然而这并非作为这三者的处所之单子,而是作为在三者之先的一统世界之单子。因为正如在七联体之先存在三联体一样,在三联体之先也必须存在一。或许他把这一统者称为“光”,乃是视其为火性坚实构造的精华(花),以及视其为显现之物——即感觉之物,亦即整个物体性领域——的共同性。因为一切物体都是可感知的,即使不同物体与不同的感觉器官相适称。抑或神谕在把第一个物体性世界称为“火性界”之后,把那驾驭于诸物体性世界之上并由本源灵魂所照彻的全部非物体性秩序称为“光”?此外,处所最先承受了诸神永恒的辖区分配,这一说法固然不错;然而,我认为处所是物体并不由此得出。因为即便它是一个间隔,又有什么妨碍它也与神圣的掌管一起被共同分配呢?而且正因为它与非物体性事物更具同族性,反倒是这一情形[即间隔]更为相宜。至于文字印记与其余神圣幻象显现于处所之中这一主张,首先,它完全不符合神谕,因为神谕说它们显现于以太之中而非光之中。其次,这些幻象亦能够在间隔之中被铭印。因为它们并不需要底层物体以成为可感知的,若有所需,毋宁说是需要延展与铭印。而且,物体穿透物体,非质料者穿透具质料者甚或穿透非质料者并非荒谬之事,这或许不仅可以从他本人所论证的事物中获得确信,尤为能够从神圣传述中确信,如果他确实主张火性界穿透以太,以太穿透具质料之物,并且主张那些理智的三联体与七联体虽都拥有本源的等级,并因此拥有火性的管辖,却仍作为火性穿透一切者而与诸世界一同前行。而迫使我接受的还有这一考虑:诸天球若不穿透至中心,就必将是不完满的,而仅是拱形结构而不再是球体。甚至,每一天球的圆周若不被某种与其自身同类的东西所连结,中心与圆周之间就不会有任何亲缘关联。诸世界也将不再是坚实构造,而是拱顶。那么神谕为何又说“父使诸世界的七个坚实构造膨胀隆起”呢?但若对某人而言,这些对于确信非质料物体既穿透彼此亦穿透具质料者仍显不足,就让他向那声称处所为物体的人索求对此的交代吧。再者,当神谕总括地说光、火、以太以及具质料的诸世界都由本源灵魂赋予灵魂——“彻底赋予光、火、以太、诸世界以灵魂”——之际,他究竟为何声称光是由本源灵魂本身直接赋予灵魂,而其他诸世界则不再如此?他又如何说光由它赋予灵魂呢?难道是因为[灵魂]成了那[光]的灵魂?但他绝不会这样说(因为诸灵魂的本源怎可能是某单一事物的灵魂?),而是说,其他事物亦具有各自特有的灵魂,而这一事物[光]则仅具有来自本源灵魂的照耀。然而,人们甚至不曾说火性界具有灵魂,而是称其为“理智的”,并声称灵魂始于以太,除非灵魂固然照料每一物体,但在诸世界中存在着理智者、灵魂者与自然者的某种比例对应。
- 4.53πρὸς δὲ τὰς ἄλλας πίστεις τὴν μὲν ἀπὸ τοῦ ἐν Πολιτείᾳ λεγομένου τῇ ἴριδι προσεμφεροῦς φωτός, ὅτι τὸ ὅλον αἰνιγματωδῶς εἴρηται
句首的介词短语 πρὸς δὲ τὰς ἄλλας πίστεις 及其宾格搭配 τὴν μὲν... 承接前一句中的述谓结构(πρὸς μὲν οὖν τὸν ἀποδεικνύντα λόγον ταῦτα ἂν εἴποιμι),省略了说话动词 εἴποιμι。ὅτι 引导的名词性从句给出了所回应的具体陈述内容(“整个记述是隐语式地道出的”)。
- 4.53ἐμὲ δὲ δυσωπεῖ καὶ τὸ μὴ ἂν ἀτελεῖς εἶναι τὰς σφαίρας, ἁψῖδας μόνον οὔσας καὶ οὐκέτι σφαίρας, εἰ μὴ μέχρι τοῦ κέντρου χωροῖεν
主句动词 δυσωπεῖ(“迫使我接受/说服我”)的主语是冠词加不定式短语 τὸ μὴ ἂν ἀτελεῖς εἶναι...。在带有条件从句 εἰ μὴ... χωροῖεν(“若不延展穿透至中心”)的虚拟/潜势归结(ἄν + 不定式)中,否定词 μή 修饰不定式,表达了天球若不穿透至中心就“不能不成为不完满的”这一具有迫使力的推论。
