- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:614.10-615.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘批驳普罗克洛将处所视作光的物体的论证,指出四分法前提的缺陷,阐明三维非物体间隔亦可与物体相等,并表明无受动性并不意味着处所必须是非质料的物体。
καὶ πρῶτόν γε πρὸς τὴν τετραχῇ γενομένην διαίρεσιν ἐνιστάμενοι τῶν εἰρημένων ἔναγχος ὑπομνησθῶμεν, ἐν οἷς, ὡς ἐνόμιζον, ἔδειξα μὴ διαίρεσιν ἀλλ’ ἀπαρίθμησιν εἶναι τῶν περὶ τόπου δοξῶν, εἴπερ καὶ ἄλλοι τινές εἰσι τρόποι τῆς περὶ τόπου ἀποδόσεως. εἰ οὖν μὴ διαιρετικῶς εἴληπται, δῆλον ὅτι οὐκ ἀληθὲς εἰπεῖν τὸ ‘εἰ μήτε ὕλη μήτε εἶδος μήτε τὸ πέρας τοῦ περιέχοντος, λείπεται τὸ διάστημα εἶναι τὸ ἴσον τῷ ἐν τόπῳ ὄντι’. ἐῶ γὰρ λέγειν ὅτι1 καὶ κατ’ ἄλλην ἔννοιαν εἴληπται τὸ διάστημα νῦν ἤπερ ὑπ’ Ἀριστοτέλους. ἐκεῖνος μὲν γὰρ διωρισμένως ἀσώματον ὑπέθετο τὸ διάστημα, ὡς δηλοῖ λέγων “ἀλλὰ καὶ τὸ μεταξὺ ὡς ὂν κενόν”, ὁ δὲ Πρόκλου λόγος ἀδιορίστως, ὥστε καὶ ὑποδιαίρεσιν αὐτοῦ ποιήσασθαι εἰς σῶμα καὶ ἀσώματον. πλὴν εἰ καὶ ταῦτα παρίδοι τις, πῶς τὸ ἐφεξῆς ἀληθές, ὅτι ἀσώματον οὐκ ἂν εἴη τὸ μεταξὺ τοῦτο διάστημα τὸ τοπικόν; εἰ γὰρ ἴσος, φησίν, ὁ τόπος κεῖται τῷ ἐν τόπῳ σώματι, σῶμα δὲ καὶ ἀσώματον οὐκ ἂν ἴσα γένοιτο, διότι τὸ ἴσον ἐν ποσοῖς ἐστι καὶ ὁμογενέσι ποσοῖς, οὐκ ἂν ἀσώματον εἴη τὸ τοπικὸν διάστημα. ἀλλ’ εἰ τοῦτό φαμεν ἴσον ὃ τῷ αὐτῷ μέτρῳ μετρεῖται, τὰ δὲ μέτρα κατὰ τὰς διαστάσεις γίνεται, καὶ οὐ κατὰ τὰ τῶν σωμάτων μεστώματα, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι τὸ τριχῇ διεστὼς ἴσον εἶναι δύναται τῷ τριχῇ διεστῶτι; καὶ γὰρ καὶ ὁμογενές ἐστι κατὰ τοῦτο. ἐπιφάνεια μὲν οὖν σώματι οὔτε ὁμογενὴς οὖσα ἴση γένοιτο ἂν διὰ τὴν ἐπίλειψιν τῆς μιᾶς διαστάσεως κατὰ εἶδος διαφερούσης, τὸ δὲ μῆκος καὶ πλάτος καὶ βάθος ἔχον πῶς οὐκ ἂν ὁμογενὲς εἴη κατ’ αὐτό γε τοῦτο τῷ τὰς αὐτὰς ἔχοντι διαστάσεις; ἀλλ’ εἰ μὲν μηδὲ εἶναι ὅλως καθ’ ἑαυτὸ τοιοῦτόν τι διάστημα ἔλεγεν, ὥσπερ ὁ Ἀριστοτέλης, αὐτὸ τοῦτο ἔδει δεῖξαι ἢ ὡς ἀποδεδειγμένον λαβεῖν. εἰ δὲ συγχωρῶν εἶναι τόπον αὐτὸ οὔ φησιν ὑπάρχειν διὰ τὸ μὴ παρισοῦσθαι2 τῷ ἐν τόπῳ σώματι, θαυμάζω πῶς ὀρθῶς εἴρηται, εἰ μὴ ἄρα τοιοῦτον τὸ διάστημα τοῦτο ἐνενόησεν οἷον οἱ κενὸν αὐτὸ τιθέμενοι· ἀλλὰ τούτῳ οὐδὲ τὸ τριχῇ ἔνεστιν οὐδὲ διάστασις ὡς φύσις τις καὶ εἶδος, ἀλλ’ ὡς ἀπουσία μόνον καὶ στέρησις. αὐτὸς δὲ ὡς ἀσώματον συγκρίνει φύσιν. εἰ γὰρ μὴ τοῦτο, ῥᾴδιον ἦν εἰς τοὺς ἀναιροῦντας τὸ κενὸν ἀποπέμψαι λόγους. πῶς δὲ καὶ ἄυλον αὐτὸ δείκνυσι σῶμα; εἰ γὰρ ἔνυλον εἴη, φησί, διαιρετόν ἐστι καὶ παθητόν. τί οὖν; ὁ οὐρανὸς οὐκ ἔνυλος ὡμολόγηται καὶ ὑπ’ αὐτοῦ καὶ ὑπὸ Πλάτωνος καὶ ὑπὸ τῶν λογίων ὡς ἔνυλος παραδέδοται; καίτοι ἀπαθὴς καὶ ἀδιαίρετός ἐστι καὶ αὐτός. τί οὖν, ὅσον ἐπὶ τούτῳ, κωλύει καὶ τὸν τόπον ἔνυλον μέν, ἀδιαίρετον δὲ εἶναι σῶμα καὶ ἀπαθὲς ἔχοντά τι κρεῖττον τῶν ἄλλων σωμάτων, ὥσπερ καὶ αὐτὸς ἀξιοῖ περὶ αὐτοῦ; εἰ μὴ ἄρα ἔνυλον καλεῖ τὸ ὑπὸ σελήνην, ὃ καὶ παθητὸν ὄντως ἐστί, καὶ τοῦτο ἀποφάσκει τοῦ τόπου. ἀλλ’ οὐδὲν ἐκώλυεν αὐτόν, ὡς εἶπον, ἔνυλον ὡς τὸν οὐρανὸν εἶναι. εἰ δὲ τοῦτο, πῶς ἔσται κρείττων τῶν ἀύλων στερεωμάτων, ὧν καὶ αὐτῶν ἐστιν τόπος; κἂν γὰρ κατά τινα τρόπον ἔνυλα καὶ ἐκεῖνά φησιν αὐτὸς ἐν τῇ πρὸς Ἀριστοκλέα ἐπιστολῇ (οὐχ ὡς τὰ ὑπὸ σελήνην τὰ μεταβάλλοντα περὶ τὴν κοινὴν ὕλην οὐδὲ ὡς τὰ οὐράνια τὰ ἐκ τῶν τεττάρων στοιχείων τῶν διαφερόντων καὶ διὰ τοῦτο κοινοῦ δεομένων ὑποκειμένου συγκείμενα, ἀλλ’ ὅτι κινούμενα καὶ αὐτὰ κατὰ τόπον ἔχει τὸ δυνάμει διὰ τὸ μὴ πανταχοῦ ὅλον εἶναι), πρῶτον μὲν παρακινδυνευτικὸν ἂν εἴη τὸ τοῖς λογίοις ἀντιφθέγγεσθαι τοῦτον μόνον ὑλαῖον λέγουσι τὸν κόσμον,3 ἔπειτα εἴη ἄν τι καὶ ἐπὶ τοῦ τόπου ὕλης ἄλλο σημαινόμενον, οὐ καθ’ ὅσον κινεῖται, ἀλλὰ καθ’ ὅσον διεστὼς ἄλλο ἀλλαχοῦ τῶν μορίων ἔσχε διαφέροντα ἀλλήλων. καίτοι τί ταῦτα λέγω, ὅτε τὸ ἄυλον αὐτὸς τὸ τοῦ παθητοῦ ἐνύλου ὑπερέχον κατηγόρησε τοῦ τόπου; οἷον ὡς ἔφην ἂν καὶ τὸ οὐράνιον εἴη. τὸ δὲ δὴ τέλος, εἰ πάντων, φησίν, αὐτὸν δεῖ τῶν σωμάτων ἀυλότατον ὑποτίθεσθαι, ἔστι δὲ τῶν ἄλλων στοιχείων τὸ πῦρ ἀσωματώτερον, αὐτοῦ δὲ τοῦ πυρὸς τὸ φῶς, δῆλον ὅτι φῶς ἂν εἴη ὁ τόπος.
首先,在对那以四种方式作出的划分提出异议时,让我们回忆不久前所说过的话;正如我认为的那样,在其中我已经表明,如果确实还存在关于处所的表述的其他某些方式,那么这并非划分,而是对关于处所诸见解的列举。因此,如果它不是以划分法的方式被把握的,显然“若既非质料,亦非形相,亦非包容者的界限,剩下的便是与处于处所之中的事物相等的间隔”这一说法就不真实。且不说间隔如今是依据与亚里士多德不同的概念被把握的。因为那位[亚里士多德]明确地假设间隔是非物体的,正如他所说“而且那居间者作为虚空存在”所表明的那样;而普罗克洛的论述则是不加规定地设定它,以至于还对它作出了分为物体与非物体的细分。然而,即便有人忽略这些,接下来的论点又怎会真实,即这个居间的处所性间隔不可能是非物体的?因为他说,若处所被假定为与处于处所中的物体相等,而物体与非物体不可能相等,因为相等存在于量之中,且存在于同种类的量之中,那么处所性间隔就不可能是非物体的。但是,如果我们把以相同度量来度量之物称为相等,而度量是依维度产生而非依物体的充盈度产生的,那么说在三个维度上延展之物能够与在三个维度上延展之物相等,又怎会不真实呢?因为在这方面它们确实亦是同类的。由此可见,表面虽然与物体不同类,且由于缺少一个在形式上不同的维度而不可能[与物体]相等,但是具有长、宽、深之物,在这一方面怎会不与具有相同维度之物同类呢?然而,如果他是像亚里士多德那样,说根本不存在任何这样一种自在的间隔,他就理应证明这一点,或者将其当作已证明之事来采纳。但如果他在承认[间隔]是处所的同时,又因它不能与处于处所中的物体完全等同而声称它不[作为非物体]存在,我真不知这怎会是正确之论,除非他终究是像那些主张间隔为虚空的人那样来设想这一间隔的;但在这之中根本不存在三维性,维度也不是作为某种本性和形式存在,而仅仅是作为缺席和剥夺。但他自己则是将其作为非物体的本性来进行比较的。因为若非如此,把它打发到那些否定虚空的论述中去本是轻而易举的。他又如何证明它是一个非质料的物体呢?因为他说,如果它是具质料的,它就是可分的和受动的。那又如何呢?天难道不是已被他本人和柏拉图一致承认是具质料的,并且在神谕中也被传述为具质料的吗?然而天本身也是无受动且不可分的。那么,就此而言,何妨认为处所也是一个具质料但不可分且无受动的物体,并如他自己对处所所认定的那样,拥有优于其他物体的某种品质呢?除非他终究是将月下之物称为“具质料的”,即真正受动之物,并对处所否定这一点。但正如我所说,并没有什么妨碍它像天一样是具质料的。但若是如此,它又怎能优于那些非质料的坚实构造(天球群),既然它也是它们自身的处所呢?因为即使他本人在致阿里斯托克勒的信中说,那些[天球]在某种方式上也是具质料的(并非像月下之物那样围绕共同质料而变化,亦非像由彼此相异且因此需要共同底层的四元素所构成的天界事物那样,而是因为它们自身亦在处所上运动,由于并非在整体上无所不在而具有潜能),首先,反驳那声称唯有这个宇宙是质料性宇宙的神谕乃是冒险的;其次,就处所而言质料亦会有某种其他的含义,不是就其运动而言,而是就其延展而在不同位置拥有彼此不同的部分而言。然而,既然他本人已把超越受动的质料性物体的非质料性述谓于处所,我又何必说这些呢?正如我所说,天界的事物也可以是这种性质。而最终,他说,如果必须假设它是所有物体中最非质料的,且火比其余元素更不具物体性,而光又比火本身更不具物体性,那么显然处所应当就是光。
- 4.53ἐῶ γὰρ λέγειν ὅτι
修辞上的省略法惯用表达(praeteritio),意为“……且不说/更不用说”。此处用于指明亚里士多德与普罗克洛关于间隔概念的分歧,即便将此搁置不议,后续的论证依然不能成立。
- 4.53εἰ δὲ συγχωρῶν εἶναι τόπον αὐτὸ οὔ φησιν ὑπάρχειν διὰ τὸ μὴ παρισοῦσθαι
συγχωρῶν εἶναι τόπον(“承认[间隔]是处所”)的宾语由上下文补出,αὐτό 作为 ὑπάρχειν 的宾格主语指代间隔。否定词 οὐ 修饰 φησίν,意为“声称其并不[作为非物体]存在”。
- 4.53τὸ τοῖς λογίοις ἀντιφθέγγεσθαι τοῦτον μόνον ὑλαῖον λέγουσι τὸν κόσμον
带有定冠词的不定式短语(τὸ ... ἀντιφθέγγεσθαι),充当系词小句 παρακινδυνευτικὸν ἂν εἴη 的真正主语。τοῖς λογίοις 作与格补足语,分词 λέγουσι 与其同格(与格)修饰,支配 τοῦτον μόνον τὸν κόσμον。
