← 辛普里丘

亚里士多德《物理学》注释

§612.29-614.10

普罗克洛关于处所为光的论据与难题化解

辛普利丘引述了普罗克洛将处所视作光的思想实验、其援引柏拉图与迦勒底神谕的论据,以及普罗克洛对物体互穿与处所具灵魂却不动这两大难题的化解,随后转入对其证明本身的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53#9

δύο τοίνυν, φησί, νοήσωμεν σφαίρας τὴν μὲν φωτὸς ἑνός, τὴν δὲ ἐκ πολλῶν σωμάτων, ἴσας ἀλλήλαις κατὰ τὸν ὄγκον· ἀλλὰ τὴν μὲν ἕδρασον ὁμοῦ τῷ κέντρῳ, τὴν δὲ ἐμβιβάσας εἰς ταύτην, ὅλον τε ὄψει τὸν κόσμον ἐν τόπῳ ὄντα1 ἐν τῷ ἀκινήτῳ φωτὶ κινούμενον, καὶ τοῦτον καθ’ ὅλον μὲν ἑαυτὸν ἀκίνητον, ἵνα μιμῆται τὸν τόπον, κατὰ μέρος δὲ κινούμενον, ἵνα ταύτῃ ἔλαττον ἔχῃ τοῦ τόπου”. ταῦτα εἰπὼν πιστοῦται καὶ ἀπὸ τοῦ Πλάτωνος τὸν λόγον ὡς τὸ φῶς ἐκεῖνο τὸ ἐν Πολιτείᾳ τὸ τῇ ἴριδι προσφερὲς τὸν τόπον εἶναι λέγοντος2 καὶ ἀπὸ τῶν λογίων δὲ τῶν Χαλδαίοις ἐκδοθέντων τὰ περὶ τῆς πηγαίας ψυχῆς εἰρημένα παρατιθέμενος ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους. τοῦτο γὰρ εἶναι τὸ φῶς τὸ ὑπὲρ τὸ ἐμπύριον μονάδα ὂν πρὸ τριάδος τῆς τοῦ ἐμπυρίου καὶ αἰθερίου καὶ ὑλαίου. τοῦτο δὲ εἶναί φησι τὸ καὶ τὰς ἀϊδίους τῶν θεῶν λήξεις πρῶτον ὑποδεξάμενον καὶ τὰ αὐτοπτικὰ θεάματα ἐν ἑαυτῷ τοῖς ἀξίοις ἐκφαῖνον. ἐν τούτῳ γὰρ τὰ ἀτύπωτα τυποῦσθαί φησι κατὰ τὸ λόγιον. καὶ τάχα ἂν φαίη διὰ τοῦτο τόπον αὐτὸ κεκλῆσθαι ὡς τύπον τινὰ ὄντα τοῦ ὅλου κοσμικοῦ σώματος καὶ τὰ ἀδιάστατα διίστασθαι ποιοῦντα. ἐπὶ δὲ τούτοις ἀπορεῖ πρὸς ἑαυτόν, πῶς σῶμα διὰ σώματος χωρήσει, καὶ πότερον ἄψυχός ἐστιν ἢ μετέχει ψυχῆς. ἀλλὰ ἄψυχόν φησιν εἶναι ἀδύνατον, καὶ ὅτι κρείττων ἐστὶ τῶν ἐν αὐτῷ ἐμψυχωμένων ὄντων καὶ ὅτι τὰ λόγια ψυχοῦσθαί φασι καὶ τοῦτον καὶ πρῶτον τῶν ἄλλων. εἰ δὲ ἔμψυχος, πῶς ἀκίνητος; καὶ τὸ μὲν πρῶτον διαλύει ἀπὸ τῆς τῶν ἀύλων σωμάτων ἀπαθείας. “τὸ γὰρ ἄυλον, φησί, σῶμα οὔτε ἀντερείδει οὔτε ἀντερείδεται· τὸ γὰρ ἀντερειδόμενον φύσιν ἔχει πάσχειν ὑπὸ τῶν ἀντερειδόντων δυναμένην. ἀλλ’ οὔτε διαιρεῖ οὔτε διαιρεῖται ἀπαθὲς ὄν, ὥστε οὐδὲ τὸ ἄτοπον ἐκεῖνο δυνατὸν ἐπάγειν, ὅτι χωρήσει τὸ ὅλον διὰ τοῦ σμικροτάτου. εἰ γὰρ μὴ πέφυκε διαιρεῖσθαι, οὐδ’ ἂν εἰς ἴσα τέμνοιτο τῷ σμικροτάτῳ· εἰ δὲ μὴ τοῦτο, οὐδ’ ἂν χωρήσοι τὸ ὅλον δι’ ἐκείνου.” τὸ δέ γε δεύτερον λύει λέγων ὑπ’ αὐτῆς αὐτὸν ψυχοῦσθαι τῆς πηγαίας ψυχῆς θείαν ἔχοντα τὴν ζωὴν καὶ κατὰ τὸ οὐσιῶδες αὐτοκίνητον ἑστῶτα, ἀλλ’ οὐχὶ τὸ κατ’ ἐνέργειαν.3 “εἰ γὰρ καὶ ἐν τῇ ψυχῇ διττὸν τίθεμεν τὸ αὐτοκίνητον, τὸ μὲν κατ’ οὐσίαν, φησί, τὸ δὲ κατ’ ἐνέργειαν, καὶ τὸ μὲν ἀκίνητόν φαμεν, τὸ δὲ κινούμενον, τί κωλύει φάναι τὸν τόπον τῆς τοιαύτης μετέχειν καὶ ζῆν κατ’ οὐσίαν ἀμετάβατον, τὸν δὲ κόσμον κατὰ τὴν κατ’ ἐνέργειαν αὐτοκίνητον; εἰ δὲ καὶ τὴν κατ’ ἐνέργειαν, φησί, τοῦ τόπου κίνησιν θεωρεῖν ἐθέλοις, ὄψει κινητικὸν ὄντα τῶν κινουμένων σωμάτων διαστηματικῶς ἐκείνων ἐξελιττόντων τὰ τοῦ τόπου μέρη,4 ἅτε μήτ’ ἐκείνων ἐν παντὶ εἶναι τῷ τόπῳ δυναμένων μήτε τοῦ τόπου πᾶσι παρεῖναι καθ’ ἕκαστον ἑαυτοῦ μέρος· καὶ ταύτῃ μεσότης ἐστὶ πρὸς ψυχὴν τὴν ἀδιαστάτως κινοῦσαν. καὶ γὰρ ἔοικε ζωὴ μὲν καθὸ ζωὴ διδόναι κίνησιν, τὸ δὲ πρώτως ζωῆς μετασχὸν ὁ τόπος ὤν, τὴν κατὰ τὰ ἑαυτοῦ μέρη κίνησιν δούς, τὴν κατὰ τόπον ἰδίως ἐκφῆναι κίνησιν ἕκαστον ποιῶν τῶν τοῦ κινουμένου μερῶν ἐφίεσθαι ἐν ὅλῳ αὐτῷ εἶναι, μὴ δυνάμενον δὲ διὰ τὴν φυσικὴν τοῦ διαστήματος ἰδιότητα παρὰ μέρος ἐν τῷ ὅλῳ γίνεσθαι. πᾶν γὰρ τὸ εἶναί τι ἐφιέμενον ἐκπεσὸν τοῦ εἶναι δι’ ἔλλειψιν φύσεως γίνεσθαι ἐφίεται τοῦτο ὅπερ εἶναι δι’ ἀσθένειαν οὐδὲ δύνηται.5 καὶ γὰρ ἔδει, φησί, τῆς ἀσωμάτου καὶ ἀμεταβάτου ζωῆς, οἵα ἐστὶν ἡ τῆς πηγαίας ψυχῆς, καὶ τῆς μεταβατικῆς καὶ σωματικῆς 〈μέσην〉 εἶναι τὴν ἀμετάβατον μέν, σωματικὴν δέ. δοκεῖ δέ μοι, φησί, καὶ τὰ κέντρα τοῦ κόσμου παντὸς ὡς ἑνὸς ἐν τούτῳ πεπηγέναι. εἰ γὰρ τὰ λόγιά φησι τὰ κέντρα τοῦ ὑλαίου κόσμου ἐν τῷ ὑπὲρ αὐτὸν αἰθέρι πεπηγέναι, κατὰ τὸ ἀνάλογον ἀναβαίνοντες τοῦ ἀκροτάτου τῶν κόσμων ἐν τῷ φωτὶ τούτῳ τὰ κέντρα φήσομεν ἡδράσθαι. μήποτε δέ, φησί, τὸ φῶς τοῦτο πρῶτον εἰκών ἐστι τοῦ πατρικοῦ βυθοῦ καὶ διὰ τοῦτο ὑπερκόσμιος ὅτι καὶ ἐκεῖνος”. Ταῦτα καὶ τὰ τοιαῦτα περὶ τοῦ τόπου φησὶν ὁ Πρόκλος· ἡμεῖς δὲ τέως αὐτὴν αὐτοῦ τὴν ἀπόδειξιν ἐπισκεψώμεθα, ἀφ’ ἧς τοιοῦτον εἶναι σῶμα συνήγαγε τὸν τόπον.

“因此,”他[普罗克洛]说,“让我们设想两个在体积上彼此相等的球体,一个由单一的光构成,另一个由众多物体构成;但当你将前者连同其中心稳固确立,并将后者嵌入其中时,你将看到整个宇宙作为处于处所之中的事物,在那不动的光中运动着,且这个[宇宙]就其自身整体而言是不动的,以便摹仿处所,但依部分而言则是运动的,以便在这方面逊于处所。”说了这些之后,他也从柏拉图那里证实这一论点,将柏拉图解读为在《理想国》中把那类似于虹的光说成是处所,并且还援引交付给迦勒底人的神谕中关于源泉之灵魂的言论:“将生命全盘赋予光、火、以太、诸宇宙”。因为他说,这在火炎之上的光,乃是在火炎、以太与质料这三位一体之先的单子。他说,正是这光首先接纳了诸神永恒的分派,并在自身之中向当得起的人们显现自证性的神圣异象。因为他说,按照神谕,无形态的事物正是在这光中被塑成形态的。或许他会说,正是由于这个原因它被称为处所(topos),因为它作为整个宇宙物体的某种型相(typos),使无间距的事物得以具有间距。在这些之外,他向自身提出了难题:物体将如何穿过物体,以及它是无灵魂的还是分有灵魂。但是他说,它是无灵魂的乃是不可能的,这既是因为它优于处于其中的具灵魂的存在者,也是因为神谕说它也具有灵魂,并且先于其余者。但如果它具有灵魂,它又怎会是不动的呢?对于第一个难题,他根据非质料物体的无受动性予以化解。“因为,”他说,“非质料的物体既不施加反抗,亦不承受反抗;因为承受反抗之物具有能够被施加反抗之物所作用的本性。而且由于它是无受动的,它既不分割,亦不被分割,以至于根本不可能引出那个荒谬的结论,即全体将穿过最微小者。因为如果它本性上不被分割,它也不会被切成与最微小者相等的诸部分;而如果没有此事〔即被切分〕,全体也不会穿过那个[微小者]。”然而对于第二个难题,他化解道:它〔处所〕由源泉之灵魂自身赋予生命,拥有神圣的生命,并且依本性自运动而静止,而非依现实活动自运动。“因为即便我们在灵魂中将自运动者设立为双重的,”他说,“一种依本性,另一种依现实活动,且我们说前者是不动的,而后者是运动的,那么何妨说处所分有这样一种灵魂并在本性上不改变地活着,而宇宙则是依现实活动的自运动而活着呢?然而,如果你愿意考察处所依现实活动的运动,”他说,“你将看到它推动着被运动的诸物体,因为那些物体在间距上展开处所的诸部分,毕竟那些物体既不可能存在于处所的全体之中,处所也不可能按自身的每个部分临在于所有事物;且在这方面它是相对于无间距地推动〔事物〕的灵魂的中介者。因为生命就其为生命而言确实似乎赋予运动,但处所作为最初分有生命者,在赋予依自身诸部分的运动后,便彰显了处所特有的运动,使被运动者的各个部分渴望处于其全体之中,然而〔它们〕由于间距的自然特质而不能〔如此〕,便轮流生成于全体之中。因为一切渴望成为某种存在之物,当因本性的匮乏而从存在中脱落时,便渴望生成为那它因软弱甚至根本无法成为的存在。因为,”他说,“在非物体且不改变的生命(如源泉之灵魂的生命)与可改变且物体的生命之间,理应存在一种中介,即一方面是不改变的,但另一方面又是物体的。而且在我看来,”他说,“作为一个整体的整个宇宙的诸中心亦固定于此光之中。因为如果神谕说质料宇宙的诸中心固定在它之上的以太之中,那么依比例上升,我们将说诸宇宙中最崇高者的中心稳固确立于这光之中。而且或许,”他说,“这光乃是父性深渊的原初影像,并且正因如此它是超宇宙的,因为父性深渊亦然。”关于处所,普罗克洛说了这些及诸如此类的言论;但我们姑且来考察他本人的证明本身,他是依据该证明而推导出处所是这样一种物体的。

语法注5 条
  1. 4.53ἀλλὰ τὴν μὲν ἕδρασον ὁμοῦ τῷ κέντρῳ, τὴν δὲ ἐμβιβάσας εἰς ταύτην, ὅλον τε ὄψει τὸν κόσμον ἐν τόπῳ ὄντα

    祈使语气 ἕδρασον 与分词 ἐμβιβάσας(针对第二人称单数的呼告)以条件式的逻辑相连(“将一方稳固确立……并将另一方嵌入……你将看到……”)。主句的核心动词是将来时 ὄψει,统领宾语 ὅλον τὸν κόσμον 及其补充从属分词 ὄντα 与 κινούμενον。

  2. 4.53ὡς τὸ φῶς ἐκεῖνο τὸ ἐν Πολιτείᾳ τὸ τῇ ἴριδι προσφερὲς τὸν τόπον εἶναι λέγοντος

    带有 ὡς 的属格绝对结构(λέγοντος 的逻辑主语为前文的 τοῦ Πλάτωνος),表示主观理据或解释(“将他解读为在说……”)。λέγοντος 支配带不定式的宾格句,其中 τὸ φῶς ἐκεῖνο ... 为主格宾词,τὸν τόπον 为表语宾词,εἶναι 为不定式。

  3. 4.53καὶ κατὰ τὸ οὐσιῶδες αὐτοκίνητον ἑστῶτα, ἀλλ’ οὐχὶ τὸ κατ’ ἐνέργειαν

    宾格分词 ἑστῶτα 与前面不定式 ψυχοῦσθαι 的主语宾格代词 αὐτόν(指处所)构成一致作补足语。τὸ οὐσιῶδες 与 τὸ κατ’ ἐνέργειαν 构成对比,在后者中承前省略了 αὐτοκίνητον(“依本性上的自运动而静止,而非依现实活动中的[自运动]”)。

  4. 4.53διαστηματικῶς ἐκείνων ἐξελιττόντων τὰ τοῦ τόπου μέρη

    属格绝对结构。逻辑主语 ἐκείνων 指代前面被运动的物体(τῶν κινουμένων σωμάτων)。副词 διαστηματικῶς 修饰分词 ἐξελιττόντων,表示物体在空间延展/间距上依次穿过并展开处所诸部分的方式。

  5. 4.53πᾶν γὰρ τὸ εἶναί τι ἐφιέμενον ἐκπεσὸν τοῦ εἶναι δι’ ἔλλειψιν φύσεως γίνεσθαι ἐφίεται τοῦτο ὅπερ εἶναι δι’ ἀσθένειαν οὐδὲ δύνηται

    主语为实体化的分词短语 πᾶν τὸ εἶναί τι ἐφιέμενον(“一切渴望成为某种存在之物”),谓语动词为 ἐφίεται。过去时分词 ἐκπεσόν 充当时间/伴随条件(“从存在中脱落之时”),补足不定式 γίνεσθαι 统领关系分句 τοῦτο ὅπερ εἶναι ... οὐδὲ δύνηται 作其表语补足。句式骨架依赖于“存在”(εἶναι)与“生成”(γίνεσθαι)的对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:612.29-614.10