- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:611.13-612.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修引用了普罗克洛关于处所的学说,展现了其将处所论证为“中间的间隙”以及“不可动、不可分割、非质料的物体”,并最终将其判定为物体中最纯粹之“光”的过程。
οὗτος δὴ οὖν καὶ τὰ ἀξιώματα τὰ περὶ τόπου τοῦ Ἀριστοτέλους δεξάμενος καὶ τὴν τετραχῇ γενομένην τῆς περὶ τόπου ζητήσεως διαίρεσιν ἀποδεξάμενος “ἀνάγκη, φησίν, αὐτὸν ἢ ὕλην εἶναι ἢ εἶδος ἢ τὸ πέρας τοῦ περιέχοντος σώματος ἢ διάστημα ἴσον τῷ ἐν τόπῳ τὸ μεταξὺ τῶν τοῦ περιέχοντος περάτων. εἰ γὰρ μήτε τῶν ἐν αὐτῷ τι1 εἴη μήτε τῶν περὶ αὐτό, οὐδ’ ἂν μεταβάλλειν δύναιτο κατὰ τόπον μηδενὸς ἢ τῶν ἐν αὐτῷ ἢ τῶν περὶ αὐτὸ ἐξαλλαγὴν ὑπομένοντος. εἶναι δὲ τὰ μὲν ἐν αὐτῷ τὸ εἶδος καὶ τὴν ὕλην, τὰ δὲ περὶ αὐτὸ τό τε πέρας τοῦ περιέχοντος καὶ τὸ μεταξύ”. δείξας οὖν ὅτι μήτε ἡ ὕλη ἐστὶ μήτε τὸ εἶδος διὰ τῶν αὐτῶν τῷ Ἀριστοτέλει ἐπιχειρήσεων, ἀνελὼν δὲ καὶ τὸ πέρας εἶναι τοῦ περιέχοντος ἐκ τῶν ἐπαγομένων ἀτόπων τῷ λόγῳ, συνήγαγεν ὅτι τὸ μεταξὺ διάστημά ἐστιν ὁ τόπος· καὶ οὕτως ἐπισυνάπτει τῆς οἰκείας δόξης τὴν ἀπόδειξιν. ἐπειδὴ δὲ καὶ σαφῶς αὐτὴν καὶ συνηρημένως ἐξέθετο, κάλλιον ἂν ἴσως εἴη τῶν αὐτοῦ ῥημάτων ἀκούειν ἐχόντων ὧδε· “λείπεται τοίνυν εἰ μήτε εἶδος ὁ τόπος τοῦ ἐν τόπῳ μήτε ὕλη μήτε τὸ πέρας τοῦ περιέχοντος, τοῦτο ἐκεῖνο τὸ μεταξὺ τῶν περάτων τοῦ περιέχοντος διάστημα νοούμενον εἶναι τὸν πρῶτον ἑκάστου τόπον. τοῦ δὲ παντὸς κόσμου πᾶν τὸ διάστημα τὸ κοσμικὸν ἕτερον ὂν παρ’ αὐτὸ τὸ διάστημα, τοῦτο δὴ οὖν ἢ οὐδέν ἐστιν ἢ ἔστι τι. καὶ εἰ μὲν μηδέν ἐστιν, ἡ τοπικὴ κίνησις ἔσται ἐκ τοῦ μηδενὸς εἰς μηδὲν πάσης κινήσεως κατά τι τῶν ὄντων οὔσης, καὶ οἱ κατὰ φύσιν τόποι οὐδὲν ἔσονται. καίτοι πᾶν τὸ κατὰ φύσιν εἶναί τι τῶν ὄντων ἀναγκαῖον. εἰ δὲ ἔστι τι, πάντως ἢ ἀσώματόν ἐστιν ἢ σωματικόν. ἀλλ’ εἰ ἀσώματον, ἄτοπον· δεῖ γὰρ τὸν τόπον ἴσον εἶναι τῷ ἐν τόπῳ. σῶμα δὲ καὶ ἀσώματον ἴσα πῶς ἂν γένοιτο; τὸ γὰρ ἴσον καὶ ἐν ποσοῖς ἐστι καὶ ἐν ὁμογενέσι ποσοῖς οἷον γραμμαῖς πρὸς γραμμὰς καὶ ἐπιφανείαις πρὸς ἐπιφανείας καὶ σώμασι πρὸς σώματα· σῶμα ἄρα ἐστίν, εἴπερ διάστημα ὁ τόπος. εἰ δὲ σῶμά ἐστιν, ἢ ἀκίνητον ἢ κινούμενόν ἐστιν· ἀλλ’ εἰ κινούμενον ὁπωσοῦν, ἀνάγκη καὶ κατὰ τόπον αὐτὸ κινεῖσθαι· δέδεικται γὰρ ὅτι πᾶν τὸ ὁπωσοῦν κινούμενον δεῖ κατὰ τόπον κινεῖσθαι· ὥστε πάλιν ὁ τόπος δεήσεται τόπου. τοῦτο δὲ ἀδύνατον, ὡς καὶ Θεοφράστῳ δοκεῖ καὶ Ἀριστοτέλει μέντοι. φησὶ γοῦν τὸ μὲν ἀγγεῖον τόπον εἶναι κινητόν, τὸν δὲ τόπον ἀγγεῖον ἀκίνητον ὡς ἂν ἀκινήτου τοῦ τόπου κατὰ φύσιν ὄντος. εἰ δὲ ἀκίνητος ὁ τόπος, ἢ ἀδιαίρετός ἐστιν ὑπὸ τῶν ἐμπιπτόντων εἰς αὐτὸν σωμάτων, ὥστε σῶμα διὰ σώματος χωρεῖν, ἢ διαιρετός, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὑπὸ τῶν ἐν αὐτοῖς γινομένων. ἀλλ’ εἰ μὲν διαιρετός, σχιζομένου τοῦ ὅλου τὰ μόρια κινήσεται ἐφ’ ἑκάτερα τοῦ σχίζοντος. καὶ πρῶτον μὲν κινητὸς ἔσται καὶ ὁ τόπος, εἴπερ καὶ τὰ μόρια αὐτοῦ κινεῖται· δέδεικται δὲ ὅτι ἀκίνητος. ἔπειτα σχιζομένων τῶν μορίων πάλιν ζητήσομεν ποῦ κεχώρηκε τὸ σχίσαν· εὑρεθήσεται γὰρ ἄλλο πάλιν διάστημα μεταξὺ τῶν τοῦ σχισθέντος μορίων τὸ δεξάμενον τὸ σχίσαν, εἰς ὃ τοῦτο χωρῆσαν ἐν τόπῳ λέγεται εἶναι, καὶ τοῦτο ἐπ’ ἄπειρον· ἀδιαίρετον ἄρα σῶμα ὁ τόπος. εἰ δὲ ἀδιαίρετον, ἢ ἄυλον ἔσται σῶμα ἢ ἔνυλον. ἀλλ’ εἰ ἔνυλον, οὐκ ἔστιν ἀδιαίρετον· πάντα γὰρ τὰ ἔνυλα σώματα χωρούντων εἰς αὐτὰ σωμάτων ἄλλων ἐνύλων διαίρεσιν ὑπομένει παρ’ αὐτῶν, ὥσπερ ὅταν εἰς ὕδωρ ἐμπίπτῃ τὸ ἡμέτερον σῶμα. μόνα δὲ τὰ ἄυλα παρ’ οὐδενὸς διαιρεῖσθαι πέφυκε· καὶ τοῦτο ἐξ ἀνάγκης· πᾶν γὰρ σῶμα ἄυλον ἀπαθές, πᾶν δὲ τὸ διαιρούμενον οὐκ ἀπαθές· καὶ γὰρ ἡ διαίρεσις πάθος ἐστὶ τῶν σωμάτων ἀπολλῦσα τὴν ἕνωσιν, ἐπεὶ καὶ τοῦ συνεχοῦς καθὸ συνεχὲς οὐδὲν ἂν ἕτερον εὕροις πάθος ἢ τὴν διαίρεσιν ἀφανίζουσαν τὴν συνέχειαν. ἔστιν ἄρα ὁ τόπος, ἵνα τὰ δεδειγμένα πάντα συναγάγωμεν, σῶμα ἀκίνητον ἀδιαίρετον ἄυλον. εἰ δὲ τοῦτο, πρόδηλον ὅτι καὶ τῶν σωμάτων πάντων ἀυλότερον τῶν τε κινουμένων καὶ τῶν ἐν τοῖς κινουμένοις ἀύλων.2 ὥστε εἰ ἐκείνων τὸ ἁπλούστατον φῶς ἐστι (τῶν μὲν γὰρ ἄλλων στοιχείων τὸ πῦρ ἀσωματώτερον, αὐτοῦ δὲ τοῦ πυρὸς τὸ φῶς), φανερὸν ὅτι τὸ εἰλικρινέστατον ἐν τοῖς σώμασι φῶς ὁ τόπος ἂν εἴη.
于是,他[普罗克洛]既接受了亚里士多德关于处所的诸公理,也赞同了关于处所探讨的四分法,并说道:“它必然要么是质料,要么是形式,要么是包围着的物体的界限,要么是在包围者的诸界限之间、与处于处所之中的事物相等的间隙。因为如果它既非处于其中的任何事物,亦非其周围的任何事物,那么在处于其中的事物或其周围的事物皆未经历改变的情况下,它甚至根本不可能按处所而变化。而处于其中的事物乃是形式与质料,其周围的事物则是包围者的界限与中间者。”因此,他通过与亚里士多德相同的论证方式表明了它既非质料亦非形式,又根据该论述所必然带来的荒谬排除了它是包围者的界限,从而推导出处所乃是中间的间隙;他正是这样附上了对自己观点的证明。既然他清晰且简明扼要地阐述了这一观点,那么听一听他自己的原话或许更好,其言如下: “因此,如果处所既非处于处所之中之物的形式,亦非质料,亦非包围者的界限,那么剩下的便是:那被构想在包围者的诸界限之间的间隙,乃是每个事物的原初处所。而对于整个宇宙而言,全部的宇宙间隙——它不同于间隙本身——这究竟要么是无,要么是某种存在。如果它是无,处所运动就会是从无到无的运动,然而一切运动都是依循存在物中的某物而发生的,且各自然处所也将成为无;但是,凡依循自然之物必然是存在物中的某种存在。而如果它是某种存在,它全然要么是非物体的,要么是物体的。但如果是非物体的,这便荒谬了;因为处所必须与处于处所之中的事物相等。然而物体与非物体怎能相等呢?因为相等既存在于数量之中,也存在于同属的数量之中,比如线之于线,面之于面,物体之于物体;因此,如果处所确是间隙,它便是物体。而如果是物体,它要么是不动的,要么是运动的。但如果它以任何方式运动,它必然也按处所而运动;因为已经表明,凡以任何方式运动之物都必须按处所运动;以至于处所反过来又需要处所。然而这是不可能的,正如泰奥弗拉斯托斯所认为的,而且亚里士多德亦然。无论如何他说,器皿是可移动的处所,而处所是不可移动的器皿,就仿佛处所按本性是不动的。而如果处所是不动的,那么它要么不可被落入其中的诸物体所分割(以至于物体穿过物体),要么是可分割的,正如空气与水被进入其中的事物所分割那样。但如果是可分割的,当全体被劈开时,其诸部分将向劈开者的两侧运动。首先,如果处所的诸部分也运动,处所本身也将是可动的;然而已经表明它是不可动的。其次,当诸部分被劈开时,我们反过来又要追问劈开者究竟进到了何处;因为在被劈开者的诸部分之间,又会发现接纳了劈开者的另一个间隙,这劈开者进入该间隙后便被说成是在处所之中,而这将无限进行下去;因此处所是不可分割的物体。而如果它是不可分割的,它要么是非质料的物体,要么是具质料的物体。但如果是具质料的,它便不是不可分割的;因为所有具质料的物体在其他具质料的物体进入其中时,都会承受来自它们的分割,正如我们的身体落入水中之时那样。唯有非质料之物才具有绝不被任何事物分割的本性;而且这是出于必然;因为一切非质料的物体皆不受动,而一切被分割者皆非不受动;因为分割乃是使物体的合一归于消亡的受动,毕竟对于连续之物就其为连续而言,你也找不出除了消解连续性的分割之外的任何其他受动。因此,为了归纳所有已被证明的要点,处所乃是不可动的、不可分割的、非质料的物体。而若是如此,显而易见,它也比一切物体——无论是运动的物体,还是在运动之物中非质料的事物——都更为非质料。因此,如果那些事物中最简单的乃是光(因为在其余元素中火更为非物体,而在火本身之中光更为非物体),那么显然,物体中最为纯粹的光便是处所。”
- 4.53τοῦ δὲ παντὸς κόσμου πᾶν τὸ διάστημα τὸ κοσμικὸν ἕτερον ὂν παρ’ αὐτὸ τὸ διάστημα, τοῦτο δὴ οὖν ἢ οὐδέν ἐστιν ἢ ἔστι τι.
句首的属格短语 τοῦ δὲ παντὸς κόσμου 作限制性属格或主题引介(“对于整个宇宙而言”)。其后紧随的主格成分 πᾶν τὸ διάστημα τὸ κοσμικὸν ἕτερον ὂν παρ’ αὐτὸ τὸ διάστημα 构成了悬置主格(casus pendens)结构,由主句中的指示代词 τοῦτο δὴ οὖν 重新承接。
- 4.53τῶν τε κινουμένων καὶ τῶν ἐν τοῖς κινουμένοις ἀύλων
依附于比较级 ἀυλότερον 的比较属格。在统括性短语 τῶν σωμάτων πάντων(“比一切物体”)之后,所并列的两者(“运动之物[运动的诸物体]”与“运动之物中非质料的事物”)明确了具体的比较对象。
