← 辛普里丘

亚里士多德《物理学》注释

§609.35-611.13

处所四分法批判与普罗克洛之说

辛普里丘批判了亚里士多德对处所的四分法(质料、形式、间隙、界限)的穷尽性,剖析了因仅着眼于处所的局部功用而引发的诸难点,进而引出普罗克洛关于“处所是物体”的独创假说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53#7

ἐπεὶ δὲ καὶ ἐκ τῆς τετραχῇ γενομένης αὐτῷ διαιρέσεως τὸ αὐτὸ δοκεῖ συνάγειν (ἢ γὰρ ὕλη, φησίν, ἢ εἶδός ἐστιν ὁ τόπος ἢ τὸ πέρας τοῦ περιέχοντος ἢ τὸ μεταξὺ τῶν περάτων διάστημα, ἀλλὰ μὴν οὐδὲν τῶν ἄλλων τριῶν, τὸ πέρας ἄρα τοῦ περιέχοντος), εἰκὸς μὲν καὶ τοῦτο τῇ τῆς περιοχῆς ἐννοίᾳ ἀκολουθῆσαι, δι’ ἣν οὐδὲ εἶναί τι δόξει τὸ μεταξὺ τοῖς τὴν περιοχὴν ὡς περικάλυψιν μόνον ὑποθεμένοις, ἴσως δὲ καὶ τῷ ὁρισμῷ τοῦ σώματος, ὃς λέγει τὸ σῶμα τριχῇ διαστατὸν εἶναι καὶ τὸ τριχῇ διαστατὸν σῶμα· εἰ δὲ ἀνελλιπὴς οὗτος ἢ μή, μετ’ ὀλίγον ἐν τῷ περὶ τοῦ διαστήματος λόγῳ σκοπεῖ1 οἰκειότερον. τοσοῦτον δὲ νῦν ἰστέον ὅτι τῷ ὑποτιθεμένῳ πᾶν τὸ τριχῇ διαστατὸν σῶμα εἶναι καὶ μηδὲν σῶμα διὰ σώματος χωρεῖν, ἀπογνωστέον ἂν εἴη τούτῳ τοῦ διαστήματος τοῦ μεταξὺ τῶν τοῦ περιέχοντος περάτων. ὅτι δὲ οὐδ’ ἀπαράλειπτος ἡ τετραχῇ διαίρεσις αὕτη, μαθησόμεθα, ἡνίκα ἂν καὶ ἄλλας παρὰ ταύτας ὑποθέσεις περὶ τόπου διερευνώμεθα. τοῦτο δὲ ἂν εἴποιμι πρὸς τὸ παρόν, ὅτι πολλὰ καὶ ἄλλα ἐστὶ τῶν ἐχόντων σχέσιν πρὸς ἄλληλα τὴν ἔν τινι, ἃ μήτε ὕλη μήτε εἶδός ἐστι μήτε τὸ μεταξὺ διάστημα, καὶ ὅμως οὐκ ἔστι τὸ πέρας τοῦ περιέχοντος· οὔτε γὰρ τὸ ὅλον ἐν ᾧ τὰ μέρη οὔτε τὰ μέρη ἐν οἷς τὸ ὅλον οὔτε τὸ γένος οὔτε ὁ χρόνος οὔτε ἄλλο τι πλὴν τῶν ὡς ἀγγείων καὶ ὅλως τῶν περικαλύπτειν πεφυκότων. ἔοικε δὲ μηδ’ αὐτὸς ὡς διαίρεσιν λαμβάνειν, ἀλλ’ ὡς ἀπαρίθμησιν τῶν περὶ τόπου δοξασμάτων τῶν εἰς ἔννοιαν ἐλθόντων τινά. εἰ τοίνυν μὴ διαιρετικῶς εἴληπται, ἔνδοξος ἡ ἐπιχείρησις δοκεῖ καὶ οὐκ ἀποδεικτική. ὅτι δὲ οὐδὲ αἱ πρὸς τὸ μεταξὺ διάστημα ῥηθεῖσαι ἀντιλογίαι ἔχουσί τι ἀναγκαῖον, καὶ τοῦτο ἐν τοῖς περὶ τοῦ διαστήματος εἰσόμεθα λόγοις αὐτίκα μάλα. Νῦν δὲ τοσοῦτον πρός τε τὴν εἰρημένην τοῦ τόπου ὑπόθεσιν καὶ πρὸς τὰς ἄλλας ῥηθησομένας εἰπὼν ἐφ’ ἑτέρους μεταβήσομαι λόγους, ὡς εἰς μερικὰς τοῦ τόπου χρείας ἀποβλέποντες ἄλλοι πρὸς ἄλλην καὶ πρὸς ταύτην ἀπευθύνοντες τὸν περὶ αὐτοῦ λόγον πολλοῖς ἐξ ἀνάγκης ἀτόποις πάντες περιπεπτώκαμεν.2 τί γὰρ δήποτε τὸ μὲν ὅλον δεῖται τόπου, τὰ δὲ μέρη οὐκ ἔστιν ἐν τόπῳ; εἰ μὲν γὰρ τὰ σώματα δεῖται καθὸ σώματα, οὐ δήπου τὸ μὲν ὅλον σῶμά ἐστι, τὰ δὲ μέρη ἀσώματα. εἰ δὲ καθὸ ὅλα δεῖται τόπου, διὰ τί μὴ καὶ ὁ οὐρανός ἐστιν ἐν τόπῳ καὶ ὁ ὅλος κόσμος; ἀλλ’ ἔοικεν ὁ Ἀριστοτέλης μόνα δεῖσθαι τόπου λέγειν τὰ μεταβαίνοντα καθ’ ὅλα ἑαυτὰ καὶ ἐπιλαμβάνοντα τόπον ὃν οὐ πρότερον εἶχον, ὥσπερ καὶ χρόνου δεῖσθαί φησιν οὐ τὰ ἀΐδια, ἀλλὰ τὰ ἐν μέρει χρόνου ὑφεστῶτα διὰ τὸ μηδὲ εἶναι τὸν ὅλον χρόνον, εἰ μὴ κατὰ μέρος. εἰ οὖν πρὸς τοῦτο χρειώδης εἶναι δοκεῖ ὁ τόπος πρὸς τὰς μεταβάσεις τοῖς μήτε ἑστάναι ἐν ταὐτῷ μήτε κινεῖσθαι δυναμένοις, εἰκότως ταῦτα μόνα φαίη ἂν ἐν τόπῳ. καὶ ὅρα ὅπως οὐκ ἐπὶ τὴν ὅλην φύσιν τοῦ ζητουμένου ἀνέδραμεν ὁ λόγος, ἀλλ’ ἐπὶ τὸ προσεχὲς ἡμῖν καὶ γνώριμον. καίτοι καὶ τὰ δυνάμενα ἐν τῷ αὐτῷ μένειν ἢ κινεῖσθαι, ὥσπερ ὁ οὐρανός, πῶς λέγεται ἐν τῷ αὐτῷ; ἆρα ὡς ἐν ἑαυτῷ; ἀλλ’ οὐδέν, φησίν, ἔστιν ἐν ἑαυτῷ σῶμα, ὅτι ἄλλο τὸ ὃ καὶ ἄλλο τὸ ἐν ᾧ.3 κἂν μὴ κινεῖσθαι δὲ ὁ οὐρανὸς λέγηται, ὅτι οὐ μεταβαίνει τόπον ἐκ τόπου, ἀλλὰ μένει γε ἐν ταὐτῷ καὶ ἀμετάβατος λέγεται οὐ κατὰ τὴν οὐσίαν, ἀλλ’ ὡς τὸν αὐτὸν κατέχων τόπον. οὕτως ἄρα τὸ μὴ τὴν χρείαν τοῦ τόπου προϋποθέσθαι τελέως τοῦτο τῶν ἐνστάσεών ἐστιν αἴτιον. Ἀλλ’ ὅπως μὲν ὁ θεῖος Ἀριστοτέλης κἂν εἰ μὴ πάντα περιέλαβε τοῦ τόπου τὰ σημαινόμενα διὰ τὸ πρώτως περὶ αὐτοῦ ζητῆσαι, ἀλλ’ ἐκεῖνό γε ᾧ προσέβαλε καλῶς ἀνεῦρεν, ὕστερον δειχθήσεται. μετὰ δὲ ταύτην τὴν ὑπόθεσιν ἐκείνην εἰ δοκεῖ προβαλώμεθα, ἣν Πρόκλος ὁ ἐκ τῆς Λυκίας φιλόσοφος διδάσκαλος τῶν ἡμετέρων διδασκάλων γενόμενος καινοπρεπῆ παραδέδωκε, πάντων ὧν ἴσμεν αὐτὸς μόνος σῶμα τὸν τόπον λέγειν ἑλόμενος.

然而,既然他似乎也从他所作的四分法中推导出了同样的结论(因为他说,处所要么是质料,要么是形式,要么是包围者的界限,要么是诸界限之间的间隙,但既然绝非其余三者,因此它便是包围者的界限),这也很可能顺从了包围的观念——由于这一观念,对于那些仅仅将包围假定为外部覆裹的人来说,中间的事物甚至根本不会被视为存在;而且这或许也顺从了关于物体的定义,该定义称物体是在三维上延展之物,而在三维上延展之物便是物体。至于这一定义是否毫无遗漏,在稍后关于间隙的论述中更为恰当地去考察吧。然而眼下必须知道的是:对于假定凡三维延展之物皆为物体、且没有任何物体能穿过物体的人来说,就必须彻底放弃包围者诸界限之间的间隙。至于这四分法甚至并非巨细靡遗的,当我们深入探究除了这些之外关于处所的其他假说时便会明白。然而就目前而言我可以说的是:在彼此具有“在某物之中”的关系的事物中,还有许多其他事物既非质料,亦非形式,亦非中间的间隙,然而却也不是包围者的界限;因为无论部分身处其中的全体,还是全体身处其中的部分,亦或是属、时间,或者除了像器皿以及总体上本性适于外部覆裹的事物之外的任何其他事物,都不是〔包围者的界限〕。而且看来他自己也并未将其当作一种划分来采纳,而是当作对曾进入某种观念之中的关于处所的诸意见的列举。因此,如果它不是按划分法来采纳的,那么这种论证尝试便显得是基于通念的,而非论证性的。至于针对中间间隙所提出的那些反驳并不具有任何必然性,这一点我们很快就会在关于间隙的论述中知晓。 现在,对于已述的处所假说以及即将阐述的其他假说讲了这么多之后,我将转向另一些论述——即由于着眼于处所的部分功用,不同的人着眼于不同功用,并将关于它的论述朝向这一功用,我们所有人都必然陷入了诸多荒谬之中。因为究竟为何全体需要处所,而部分却不在处所之中呢?因为如果物体是就其为物体而言需要处所,全体总不至于作为物体,而部分反而是非物体吧。但如果是就其为全体而言需要处所,为何天与整个宇宙也不在处所之中呢?然而亚里士多德似乎是在说,唯有那些就其自身作为全体而移行、并占据此前并不拥有的处所之物才需要处所,正如他也说,并非永恒之物需要时间,而是那些在时间的部分中持存之物需要时间,因为全部时间唯有按部分才得以存在。因此,如果处所似乎是为了这一目的——为了那些既不能停留在同一处所也不能运动的事物的移行——所必需的,那么他合理地会说唯有这些事物处于处所之中。你看,这一论述并没有追溯到所探求之物的完整本性,而是走向了切近我们且为人熟知之物。然而,即便像天这样能够在同一处所中停留或运动的事物,又如何被称为“在同一处所之中”呢?难道是作为“在自身之中”吗?但他自己说,没有任何物体是在自身之中的,因为身处其中的事物是一回事,而其所处的容纳者则是另一回事。即便天因不从一处所移行至另一处所而被说成是不运动的,但它至少停留在同一处所,它被称为不可移行也不是依其实体而言,而是作为保持着同一处所而言的。因此,未能完全预先设定处所的需要,正是这些异议的原因。 然而,神圣的亚里士多德即便因首先对处所展开探讨而未能涵盖处所的所有含义,但他对自己所着手处理的问题作出了多么出色的发现,这将在稍后予以表明。而在这一假说之后,如果大家同意,就让我们提出那位来自吕基亚的哲学家、我们老师们的老师普罗克洛作为新颖之论所传下的那个假说吧——在我们所知的所有人中,他独自一人选择主张处所是物体。

语法注3 条
  1. 4.53σκοπεῖ

    此处作为σκοπέω的现在时主动态第二人称单数命令语气(“去考察吧”),直接向读者发出指示。尽管在形态上也可视为中动/被动态直陈语气第二人称单数(“你考察”),但鉴于注释家在此处提示读者关注后续讨论的语境,作命令语气理解最为自然。

  2. 4.53ὡς εἰς μερικὰς τοῦ τόπου χρείας ἀποβλέποντες ἄλλοι πρὸς ἄλλην καὶ πρὸς ταύτην ἀπευθύνοντες τὸν περὶ αὐτοῦ λόγον πολλοῖς ἐξ ἀνάγκης ἀτόποις πάντες περιπεπτώκαμεν

    该ὡς从句具体阐明前文ἐφ’ ἑτέρους μεταβήσομαι λόγους(“我将转向另一些论述”)的内容,功能相当于说明性的ὅτι从句(“即……”)。复数主语πάντες由两个并列的分词ἀποβλέποντες与ἀπευθύνοντες修饰,说明了众人之所以必然陷入诸多荒谬的因果缘由。

  3. 4.53ἄλλο τὸ ὃ καὶ ἄλλο τὸ ἐν ᾧ

    由中性单数冠词τό分别将关系代名词ὃ和介词短语ἐν ᾧ名词化构成的对仗句,严格区分了“处于其中的事物本身”(被容纳者)与“其所处其中的容纳者”(处所/容器)。两者通过ἄλλο ... καὶ ἄλλο并列,表达“一者不同于另一者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:609.35-611.13