← 辛普里丘

亚里士多德《物理学》注释

§59.28-61.32

反驳阿摩尼奥斯与欧德谟记载的月牙形化方

辛普里修就月牙形化方与圆化方的类比向其导师阿摩尼奥斯提出反驳并征引扬布里柯,随后引用欧德谟的《几何学史》,开始考察希波克拉底针对外圆弧为半圆的月牙形所作的化方程序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#4

καὶ διὰ τοῦτο ἴσως, φησί, καὶ ὑπὸ οὕτως κλεινῶν ἀνδρῶν ζητηθὲν τὸ θεώρημα ἄχρι νῦν οὐχ εὑρέθη οὐδὲ ὑπ’ αὐτοῦ τοῦ Ἀρχιμήδους.” ἔλεγον δὲ ἐγὼ πρὸς τὸν καθηγεμόνα ὡς εἴπερ μηνίσκος τετραγωνίζοιτο ὁ ἀπὸ τῆς τοῦ τετραγώνου πλευρᾶς (τοῦτο γὰρ ἀνεξαπατήτως συνῆκται), ὁμογενὴς δὲ ὁ μηνίσκος τῷ κύκλῳ ἐκ περιφερειῶν συγκείμενος, τί κωλύει καὶ τὸν κύκλον, ὅσον ἐπὶ τούτῳ, τετραγωνίζεσθαι· εἰ δὲ ἀνόμοιον τὸ τοῦ μηνίσκου ἐπίπεδον τῷ τοῦ κύκλου διὰ τὰ κέρατα, ἀλλὰ καὶ τῷ εὐθυγράμμῳ ἀνόμοιος μηνίσκος πᾶς· καὶ ὅμως ὁ περὶ τὴν τοῦ τετραγώνου πλευρὰν μηνίσκος τετραγωνίζεται. αἱ μέντοι γωνίαι αἵ τε τοῦ ἡμικυκλίου καὶ αἱ κερατοειδεῖς ἐκ περιφερείας καὶ εὐθείας ἄμφω συγκείμεναι οὐ μόνον ἀνομογενεῖς εἰσὶ τῇ εὐθυγράμμῳ, ἀλλὰ καὶ ἀσύμβλητοι. οὐχ ἱκανὸν οὖν οἶμαι τὸ εἰρημένον εἰς ἀπόγνωσιν καταστῆσαι τῆς εὑρέσεως τοῦ τετραγωνισμοῦ. καὶ γὰρ ὁ Ἰάμβλιχος ἐν τῷ Εἰς τὰς κατηγορίας ὑπομνήματι τὸν μὲν Ἀριστοτέλην, φησί, μήπω ἴσως εὑρηκέναι τὸν τοῦ κύκλου τετραγωνισμόν, παρὰ δὲ τοῖς Πυθαγορείοις εὑρῆσθαι, “ὡς δῆλόν ἐστι, φησίν, ἀπὸ τῶν Σέξτου τοῦ Πυθαγορείου ἀποδείξεων, ὃς ἄνωθεν κατὰ διαδοχὴν παρέλαβε τὴν μέθοδον τῆς ἀποδείξεως. καὶ ὕστερον δέ, φησίν, Ἀρχιμήδης διὰ τῆς ἑλικοειδοῦς γραμμῆς καὶ Νικομήδης διὰ τῆς ἰδίως Τετραγωνιζούσης καλουμένης καὶ Ἀπολλώνιος διά τινος γραμμῆς, ἣν αὐτὸς μὲν κοχλιοειδοῦς ἀδελφὴν προσαγορεύει, ἡ αὐτὴ δέ ἐστι τῇ Νικομήδους καὶ Κάρπος δὲ διά τινος γραμμῆς ἣν ἁπλῶς ‘ἐκ διπλῆς κινήσεως’ καλεῖ, ἄλλοι τε πολλοί, φησί, ποικίλως τὸ πρόβλημα κατεσκεύασαν”. καὶ μήποτε οὗτοι πάντες ὀργανικὴν ἐποιήσαντο τοῦ θεωρήματος τὴν κατασκευήν. ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως ὡς εἶπον οἴεται τὸ ψευδογράφημα ἐλέγχεσθαι, παρ’ ὅσον τὸν περὶ τὴν τοῦ τετραγώνου πλευρὰν μόνον τετραγωνίσας μηνίσκον ὁ Ἱπποκράτης ὡς καὶ ἐπὶ τῆς τοῦ ἑξαγώνου πλευρᾶς αὐτῷ δεδειγμένῳ ἀπεχρήσατο.1 Ὁ μέντοι Εὔδημος ἐν τῇ Γεωμετρικῇ ἱστορίᾳ οὐκ ἐπὶ τετραγωνικῆς πλευρᾶς δεῖξαί φησι τὸν Ἱπποκράτην τὸν τοῦ μηνίσκου τετραγωνισμόν, ἀλλά καθόλου, ὡς ἄν τις εἴποι. εἰ γὰρ πᾶς μηνίσκος τὴν ἐκτὸς περιφέρειαν ἢ ἴσην ἔχει ἡμικυκλίου ἢ μείζονα ἢ ἐλάττονα, τετραγωνίζει δὲ ὁ Ἱπποκράτης καὶ τὸν ἴσην ἡμικυκλίου ἔχοντα καὶ τὸν μείζονα καὶ τὸν ἐλάττονα, καθόλου ἂν εἴη δεδειχὼς ὡς δοκεῖ. ἐκθήσομαι δὲ τὰ ὑπὸ τοῦ Εὐδήμου κατὰ λέξιν λεγόμενα ὀλίγα τινὰ προστιθεὶς 〈εἰς〉 σαφήνειαν ἀπὸ τῆς τῶν Εὐκλείδου Στοιχείων ἀναμνήσεως διὰ τὸν ὑπομνηματικὸν τρόπον τοῦ Εὐδήμου κατὰ τὸ ἀρχαϊκὸν ἔθος συντόμους ἐκθεμένου τὰς ἀποδόσεις. λέγει δὲ ὧδε ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς Γεωμετρικῆς ἱστορίας. “Καὶ οἱ τῶν μηνίσκων δὲ τετραγωνισμοὶ δόξαντες εἶναι τῶν οὐκ ἐπιπολαίων διαγραμμάτων διὰ τὴν οἰκειότητα τὴν πρὸς τὸν κύκλον ὑφ’ Ἱπποκράτους ἐγράφησάν τε πρώτου καὶ κατὰ τρόπον ἔδοξαν ἀποδοθῆναι· διόπερ ἐπὶ πλέον ἁψώμεθά τε καὶ διέλθωμεν. ἀρχὴν μὲν οὖν ἐποιήσατο καὶ πρῶτον ἔθετο τῶν πρὸς αὐτοὺς χρησίμων, ὅτι τὸν αὐτὸν λόγον ἔχει τά τε ὅμοια τῶν κύκλων τμήματα πρὸς ἄλληλα καὶ αἱ βάσεις αὐτῶν δυνάμει.2 (τοῦτο δὲ ἐδείκνυεν ἐκ τοῦ τὰς διαμέτρους δεῖξαι τὸν αὐτὸν λόγον ἐχούσας δυνάμει τοῖς κύκλοις)” ὅπερ Εὐκλείδης δεύτερον τέθεικεν ἐν τῷ δωδεκάτῳ τῶν Στοιχείων βιβλίῳ, τὴν πρότασιν εἰπὼν οὕτως “οἱ κύκλοι πρὸς ἀλλήλους εἰσὶν ὡς τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα” ὡς γὰρ οἱ κύκλοι πρὸς ἀλλήλους ἔχουσιν, οὕτως καὶ τὰ ὅμοια τμήματα. ὅμοια γὰρ τμήματά ἐστι τὰ τὸ αὐτὸ μέρος ὄντα τοῦ κύκλου, οἷον ἡμικύκλιον ἡμικυκλίῳ καὶ τριτημόριον τριτημορίῳ· διὸ “καὶ γωνίας ἴσας δέχεται τὰ ὅμοια τμήματα. αἱ γοῦν τῶν ἡμικυκλίων πάντων ὀρθαί εἰσι, καὶ 〈αἱ〉 τῶν μειζόνων ἐλάττονες ὀρθῶν καὶ τοσούτῳ ὅσῳ μείζονα ἡμικυκλίων τὰ τμήματα, καὶ αἱ τῶν ἐλαττόνων μείζονες καὶ τοσούτῳ ὅσῳ ἐλάττονα τὰ τμήματα. Δειχθέντος δὲ αὐτῷ τούτου πρῶτον μὲν ἔγραφε μηνίσκου τὴν ἐκτὸς περιφέρειαν ἔχοντος ἡμικυκλίου τίνα τρόπον γένοιτο ἂν τετραγωνισμός. ἀπεδίδου δὲ τοῦτο περὶ τρίγωνον ὀρθογώνιόν τε καὶ ἰσοσκελὲς ἡμικύκλιον περιγράψας καὶ περὶ τὴν βάσιν τμῆμα κύκλου τοῖς ὑπὸ τῶν ἐπιζευχθεισῶν ἀφαιρουμένοις ὅμοιον,” ὅπερ Εὐκλείδης λγ ἔθετο θεώρημα τοῦ τρίτου βιβλίου προτείνας οὕτως· “ἐπὶ τῆς δοθείσης εὐθείας γράψαι τμῆμα κύκλου δεχόμενον γωνίαν ἴσην τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμῳ”. εἰ γὰρ τὸ περὶ τὴν βάσιν οὕτως περιγράφει ὡς ἴσην δέξασθαι γωνίαν τῶν ἐν τοῖς τμήμασι τοῖς ὑπὸ τῶν ἐπιζευχθεισῶν ἀφαιρουμένοις, ὅμοιον ἔσται ἐκείνοις.

“也正因如此,或许,”他说,“这一定理虽经如此著名的人物探求,直到今天也未被发现,甚至阿基米德本人也没能发现它。”但我对导师说:既然根据正方形之边的月牙形可以化为方(因为这是无可置疑地推导出来的),且月牙形由于由圆弧构成而与圆同种,那么就此而言,又有什么能阻碍圆也被化为方呢?即使月牙形的平面由于尖角而与圆的平面不同,但所有月牙形与直线图形也同样不同;然而围绕正方形之边的月牙形却化为了方。不过,半圆的角和角状角两者都由圆弧与直线构成,不仅与直线角不同种,而且不可比较。因此我认为,所说的那些并不足以使人对发现化为方感到绝望。事实上,扬布里柯在《范畴篇注》中说,亚里士多德或许尚未发现圆的化为方,但在毕达哥拉斯学派那里却已被发现,“正如从毕达哥拉斯学派的塞克斯图斯的证明中所表明的那样,”他说,“他是自古以来通过师承接受了证明的方法。后来,”他说,“阿基米德通过螺旋线,尼科梅德斯通过被特称为割圆曲线(化方线)的曲线,阿波罗尼奥斯通过某种曲线(他自己称之为螺线之妹,其实与尼科梅德斯的线相同),卡尔波斯也通过某种被他简称为‘由双重运动生成’的曲线,以及许多其他人,”他说,“都以各种方式构造了这一问题。”或许这些人全都是对该定理进行了工具性的(机械的)构造。总之,正如我所说,亚历山大认为错误推导的反驳在于:希波克拉底仅将围绕正方形之边的月牙形化为方,却妄自当作六边形之边的月牙形也已被他证明了那样加以使用。然而欧德谟在《几何学史》中说,希波克拉底证明月牙形的化为方并非只在正方形的边上,可以说乃是普遍证明的。因为如果每一个月牙形的外圆弧要么等于、要么大于、要么小于半圆,而希波克拉底对具有等于半圆的、大于半圆的以及小于半圆的外圆弧的月牙形都化为了方,那么他似乎就已经普遍地证明了。我将逐字列出欧德谟所说的内容,并为了清晰起见,根据对欧几里得《原本》的追忆略加增补,因为欧德谟采用了备忘录式的文体,按照古风简略地陈述了证明。他在《几何学史》第二卷中这样说:“由于月牙形与圆的亲缘关系,月牙形的化为方也被认为属于非浅显的作图问题,由希波克拉底首次著述,并且被认为是以合宜的方式提出的;因此让我们更充分地探讨并审视它们。于是他以如下命题作为开端,并将其立为对它们有用的首要命题:圆的相似弓形互成之比,与它们底边(弦)之二次方所成的比相同。(而他是根据直径之二次方所成之比与圆相同而证明此点的),”欧几里得在《原本》第十二卷中将这列为第二命题,其陈述方式为“圆与圆之比,等于其直径上的正方形之比”。因为圆与圆所成之比如何,相似弓形亦如何。相似弓形就是作为圆的同一分数的那些弓形,例如半圆与半圆,三分之一圆与三分之一圆;因此“相似弓形亦容纳相等的角。无论如何,所有半圆的角都是直角,大于半圆的弓形的角小于直角,并且弓形大于半圆多少,角就小于多少;小于半圆的弓形的角大于直角,并且弓形小于多少,角就大于多少。当他证明了这一点之后,他首先著述了具有等于半圆的外圆弧的月牙形能以何种方式化为方。他是通过在等腰直角三角形周围外接半圆,并在其底边周围描画出与被连线所截出的诸弓形相似的圆弓形,来给出这一证明的,”欧几里得在第三卷第三十三定理中提出了这一点,其命题如下:“在给定直线上描画圆的弓形,使其容纳等于给定直线角的角”。因为如果他在底边周围如此外接[弓形],使其容纳与被连线所截出的诸弓形中的角相等的角,那么它就会与那些弓形相似。

语法注2 条
  1. 1.11ὡς καὶ ἐπὶ τῆς τοῦ ἑξαγώνου πλευρᾶς αὐτῷ δεδειγμένῳ ἀπεχρήσατο

    动词 ἀποχράομαι(滥用、擅自作为前提使用)支配与格,因此与 ὡς 连用的完成时被动态分词 δεδειγμένῳ 呈现与格。整个结构意为“仿佛六边形之边上的月牙形也已被他证明了那样妄加使用”。

  2. 1.11δυνάμει

    古希腊几何学专门术语,用于线段或直径时意为“二次方(平方)”。此处指底边(弦)长度之平方的比以及直径之平方的比,而非哲学意义上的“潜能地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:59.28-61.32