- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:605.22-607.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证了中心点以及上下区域均不符合亚里士多德关于处所的定义,并指出物体自然运移至本己处所并在其中留存的公理以及处所的不动性,与将处所定义为包围者表面的说法相互矛盾。
οὔτε γὰρ τόπος ἐστίν,1 εἴπερ ὁ τόπος ἐπιφάνεια καὶ περιοχὴ καὶ ἴσος τῷ ἐν τόπῳ, οὔτε ἐν τόπῳ, εἰ τὸ ἐν τόπῳ ἐπιφάνειαν ἔχει καὶ κινητόν ἐστι κατὰ φοράν. ἀλλ’ οὐδὲ ὁ ἄνω τόπος ἡ κοίλη τῆς σελήνης ἐστὶν ἐπιφάνεια οὐδὲ ἡ τῆς ἀπλανοῦς κοίλη, ἀλλ’ εἰ ἄρα, ἡ κυρτή. εἰς ταύτην γὰρ τελευτᾷ τὰ ἔσχατα τῶν ἐκ τοῦ κέντρου. ἔτι δὲ εἰ ἡ σεληνιακὴ σφαῖρα κύκλῳ κινεῖται, συγκινεῖται δὲ αὐτῇ καὶ τὸ ὑπέκκαυμα κύκλῳ, ὡς ἐν τοῖς Μετεωρολογικοῖς ὁμολογεῖ, τὸ ἄνω τοῦτο κατὰ τὸν αὑτοῦ διορισμὸν οὐκ ἔστι τόπου διαφορά, ἀλλὰ ἀγγείου, ὡς αὐτὸς διώρισεν. “ὅταν, γάρ, ἐν κινουμένῳ, φησί, κινῆται καὶ μεταβάλλῃ τὸ ἐντός, οἷον ὡς ἐν ποταμῷ πλοῖον, ὡς ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ τῷ περιέχοντι. βούλεται γάρ, φησίν, ὁ τόπος ἀκίνητος εἶναι”. διὸ καὶ ὁριζόμενος αὐτὸν τὸ τοῦ περιέχοντός φησι ἀκίνητον πρῶτον, τοῦτό ἐστιν ὁ τόπος. εἰ οὖν μὴ ἔστι τὸ ὑπ’ αὐτοῦ λεγόμενον ἄνω τόπου διαφορά, ἀλλ’ ἀγγείου, δῆλον ὅτι οὐδὲ τὸ κάτω. Τὸ δὴ τελευταῖον ἔλεγεν ἀξίωμα φέρεσθαι φύσει καὶ μένειν ἐν τοῖς οἰκείοις τόποις ἕκαστον τῶν σωμάτων, τοῦτο δὲ ποιεῖν ἢ ἄνω ἢ κάτω. ὥστε εἰ κάτω φέρεται ἡ γῆ, κάτω δὲ τὸ κέντρον, οὐκ ἐπὶ τὸ πέρας τοῦ ὕδατος ἢ τοῦ ἀέρος, ἀλλ’ ἐπὶ τὸ κέντρον οἰσθήσεται· τοῦτο ἄρα ὁ τόπος τῆς γῆς. καὶ φέρεταί γε οὕτως· τὰ γὰρ βάρη πρὸς ὀρθὰς πανταχόθεν καταφέρεται. τοῦτο δὲ οὐκ ἂν συμβαίη σφαιρικῆς τῆς γῆς οὔσης, εἰ μὴ πρὸς τὸ κέντρον πάντων ἡ ῥοπὴ γίνοιτο. τὸ δὲ κέντρον οὐκ ἔστι πέρας τοῦ περιέχοντος σώματος ἀμερὲς ὄν. ἔτι δὲ καὶ αὐτός φησι τὸν αὐτὸν τόπον τοῦ ὅλου εἶναι καὶ τοῦ μέρους. ἐν δὲ τῇ Περὶ οὐρανοῦ τὴν αἰτίαν ζητῶν τῆς ἐν τῷ μέσῳ μονῆς τῆς γῆς, οὐ τὸ πέρας τοῦ ἀέρος ἀλλὰ τὸ μέσον ᾐτιάσατο λέγων, ὥστε κἂν εἰ νῦν ἀφεθείη ἐκεῖ φέρεσθαι. καὶ ἐν τῷ τρίτῳ δὲ ταύτης τῆς πραγματείας, ἐν οἷς τὸν Ἀναξαγόραν αἰτιᾶται, ὅτι στηρίζειν αὑτὸ ἐν αὑτῷ λέγει τὸ ἄπειρον, αὐτὸς “τὸ δὲ βαρύ, φησί, μένει ἐπὶ τοῦ μέσου, ἡ δὲ γῆ ἐπὶ τοῦ μέσου”. εἰ οὖν καὶ φέρεται τὸ φερόμενον εἰς τὸν οἰκεῖον τόπον καὶ μένει ἐν αὐτῷ, δῆλον ὅτι τὸ μέσον ἂν εἴη ὁ τῆς γῆς τόπος. ἔτι δὲ εἰ πᾶν σῶμα φέρεται φύσει καὶ μένει ἐν τῷ οἰκείῳ τόπῳ ὡς τοῦ κατὰ φύσιν τευξόμενον,2 σωτήριον δέ ἐστιν ἑκάστῳ τὸ κατὰ φύσιν, πῶς τὸ ὕδωρ ἐπὶ τὸ πέρας τοῦ ἀέρος φέρεται; ὡς γὰρ καὶ αὐτὸς ὁμολογεῖ τὸ ἔλαττον ὕδωρ ὑπὸ τοῦ πλείονος ἀέρος κρατεῖται καὶ μεταβάλλεται. τίνι οὖν ἐλπίδι φέρεται τὸ ὕδωρ ἐπὶ τὸ φθεῖρον; ἀλλ’ ἐπιπολάζειν τῇ γῇ βούλεται καὶ στηρίζεσθαι ὑπ’ αὐτῆς. διὸ κἂν ἀφέλῃς τὴν ὑποκειμένην γῆν, φέρεται πάλιν, ἕως ἂν ἄλλην καταλάβῃ γῆν καὶ τοῦ περιέχοντος ἀέρος ἀφίσταται καὶ τοῦ πέρατος αὐτοῦ ὡς οὐκ ὄντος οἰκείου τόπου. ἔτι δὲ εἰ τὸ πέρας τοῦ ἀέρος τόπος ἦν τοῦ ὕδατος ἢ τῆς γῆς, τὸ ἐν τῷ ἀέρι ὕδωρ καὶ ἡ βῶλος πανταχόθεν ὑπὸ ἀέρος περιεχόμενα καὶ κατέχοντα τὸν οἰκεῖον τόπον οὐκ ἂν ἐκινήθη. εἰ δὲ ὅτι τὴν ὁλότητα καταλαβὸν δυσπαθέστερον ἔσται, τῆς ὁλότητος ἐφίεται τῆς οἰκείας καὶ οὐ τοῦ τόπου. ἔτι δὲ εἰ οἰκεῖοι τοῖς σώμασιν οἱ τόποι, πῶς τοῦ αὐτοῦ σώματος ἀνομοιομερεῖς εἰσιν οἱ τόποι;3 εἰ γάρ τις ἐν ποταμῷ ἑστὼς ὑπερανέχοι τοῦ ὕδατος κατὰ τὰ ἄνω μέρη τοῦ σώματος, ἔσται τοῦ αὐτοῦ τόπος καὶ τὸ τῆς γῆς πέρας ἐφ’ οὗ βέβηκε καὶ τὸ τοῦ ὕδατος καὶ τὸ τοῦ ἀέρος, τὸ μὲν τὰ κάτω περιέχον τοῦ σώματος, τὸ δὲ τὰ ἄνω. ἀλλὰ μὴν καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον ὁ μὲν Θεόφραστος καὶ Εὔδημος ὡς ἀξίωμα καὶ αὐτὸ προσλαμβάνουσιν, ὁ δὲ Ἀριστοτέλης τῷ ὁρισμῷ προστίθησι λέγων “ὥστε τὸ τοῦ περιέχοντος πέρας πρῶτον ἀκίνητον τοῦτ’ ἔστιν ὁ τόπος”. τὸ μέντοι ἐν τόπῳ πᾶν κινητὸν εἶναί φησιν κατὰ τόπον. νῦν δὲ πᾶν τοὐναντίον ὁρᾶται, εἰ τὸ πέρας ἐστὶ τοῦ περιέχοντος ὁ τόπος· ἡ μὲν γὰρ γῆ μένει καὶ τὸ ὕδωρ, τὸ δὲ πέρας τοῦ περιέχοντος αὐτὰ ἀέρος κινεῖται.
因为[中心点]既不是处所——设若处所是表面、包围且等于处于处所之中的事物——,也不在处所之中——设若处于处所之中的事物具有表面且依位移而可动。但上的处所既不是月球的凹面,也不是恒星天的凹面,若一定要说是的话,则是凸面;因为从中心点引出的[直线]诸边缘终止于此[凸面]。再者,如果月球天球作圆周运动,而引火物也与它一起作圆周运动(正如他在《气象学》中所承认的),依他自己的规定,这一上并非处所的差异,而是容器的差异,正如他自己所规定的那样。“因为每当,”他说,“在运动之物中,内部之物运动并改变时,正如河流中的船只,它是将包围者当作容器而非处所来使用的。因为处所,”他说,“意在是不动的。”因此他在定义它时也说,包围者的最初不动者,这就是处所。所以,如果被他称为上者不是处所的差异而是容器的[差异],显而易见下也不是。 而最后一条公理曾说,诸物体各自自然地运移至其本己处所并在其中留存,并且或是向上或是向下行此事。因此,如果大地向下运移,而下是中心点,它就将不是向着水或空气的边缘运移,而是向着中心点运移;这因此就是大地的处所。而且它确实是这样运移的;因为重物从各方按直角向下运移。然而由于大地是球形的,除非一切事物的倾向都朝向中心点发生,否则这种情况便不可能发生。但中心点并非包围物体的边缘,因它是无部分的。再者,他自己也说全体与部分的处所是相同的。而在《论天》中探究大地留存于中央的原因时,他归咎的不是空气的边缘而是中央,说即使现在将它释放,它也会向那里运移。并且在本论考的第三卷中,在他指责阿那克萨哥拉说无限者在自身之中支撑自身之处,他自己说:“而重物留存于中央,大地在中央。”因此,如果被运移者运移至其本己处所并在其中留存,显然中央将是大地的处所。再者,如果一切物体自然地运移至本己处所并在其中留存,乃是为了获得合乎自然之物,而合乎自然之物对各物而言是保全性的,水又怎会向着空气的边缘运移呢?因为正如他自己所承认的,较少的水会被较多的空气所压倒并转化。那么,水怀着何种指望向着毁灭它的事物运移呢?不如说,它意在覆盖大地并由大地所支撑。因此,即便你移去其下承载的大地,它也会再次运移,直至占有另一块大地,并且离开包围它的空气及其边缘,因其并非本己处所。再者,如果空气的边缘是水或大地的处所,空气中的水和土块既然四面被空气包围并占有本己处所,就本不会运动。但如果[有人说这是]因为占有了整体便更不易受损,它所欲求的便是本己的整体,而非处所。再者,如果处所对于诸物体而言是本己的,同一物体的诸处所怎会是由不同质部分组成的呢?因为如果某人站在河流中,身体上部挺出水面,那么他所踩着的大地的边缘、水[的边缘]以及空气的边缘,都将是同一人的处所,一者包围身体的下部,另一者包围上部。然而此外,处所是不动的这一点,泰奥弗拉斯托斯和欧德谟将其本身作为公理额外采纳,而亚里士多德则将其补充进定义中,说:“因此包围者的最初不动边缘,这就是处所。”然而他说凡在处所之中的事物依处所而言都是可动的。可如今若处所是包围者的边缘,所见的却完全相反;因为大地和水留存着,而包围它们的空气之边缘却在运动着。
- 4.53οὔτε γὰρ τόπος ἐστίν
这是对上一段末尾问题“中心点究竟会是什么呢?(τί ἂν εἴη τὸ κέντρον;)”的直接回答,省略的主语是“中心点(τὸ κέντρον)”。接下来的 οὔτε... εἴπερ... οὔτε... εἰ... 句式表明中心点既不满足处所的条件,也不满足处于处所之中的事物的条件。
- 4.53ὡς τοῦ κατὰ φύσιν τευξόμενον
未来分词 τευξόμενον 连同 ὡς 一起表谓语动词 φέρεται 的目的或意图(“仿佛为了获得合乎自然之物”),中性单数主格分词与主语 πᾶν σῶμα 一致。
- 4.53ἀνομοιομερεῖς εἰσιν οἱ τόποι
表语形容词 ἀνομοιομερεῖς 意为“由不同质部分组成的”或“非均质的”。此处指出荒谬之处在于:对于同一个物体(如站在河中的人),大地、水和空气这些不同质的包围表面竟然组合成了其处所。
