← 辛普里丘

亚里士多德《物理学》注释

§604.3-605.22

泰奥弗拉斯托斯的五个难问与处所公理

辛普利丘列举了泰奥弗拉斯托斯对亚里士多德处所定义提出的五个难问,并论证了该定义(作为包囲者的边缘)如何与关于处所的三条公设(处所包围、处所相等、处所具有上下之别)发生冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.53#3

καὶ γὰρ ὁ ἀὴρ κινεῖται καὶ τὸ ὕδωρ, καὶ οὐδὲ ἐν τούτοις ἂν εἴη τόπος, ὁπότε καὶ τὰ μερικὰ σώματα περιρρεῖται ὡς ἐπίπαν ὑπὸ ἀέρος καὶ ὕδατος. ἰστέον δὲ ὅτι καὶ ὁ Θεόφραστος ἐν τοῖς Φυσικοῖς ἀπορεῖ πρὸς τὸν ἀποδοθέντα τοῦ τόπου λόγον ὑπὸ τοῦ Ἀριστοτέλους τοιαῦτα· ὅτι τὸ σῶμα ἔσται ἐν ἐπιφανείᾳ, ὅτι κινούμενος ἔσται ὁ τόπος, ὅτι οὐ πᾶν σῶμα ἐν τόπῳ (οὐδὲ γὰρ ἡ ἀπλανής), ὅτι ἐὰν συναχθῶσιν αἱ σφαῖραι,1 καὶ ὅλος ὁ οὐρανὸς οὐκ ἔσται ἐν τόπῳ, ὅτι τὰ ἐν τόπῳ ὄντα μηδὲν αὐτὰ μετακινηθέντα, ἐὰν ἀφαιρεθῇ τὰ περιέχοντα αὐτά, οὐκέτι ἔσται ἐν τόπῳ. Ἀλλ’ ἴδωμεν, εἰ καὶ τοῖς προληφθεῖσι περὶ τοῦ τόπου ἀξιώμασι σύμφωνός ἐστιν ὁ ἀποδοθεὶς τοῦ τόπου ὁρισμός. περιέχειν πάντες φαμὲν τὰ ἐν ἑαυτῷ τὸν τόπον. καὶ δῆλον ὅτι οὐχ ὡς ἴδιον ἀποδίδοται τοῦτο τοῦ τόπου, ἀλλὰ καθόσον καὶ τὸ ἐν τόπῳ ἔν τινί ἐστι. πᾶν γὰρ τὸ ἔν τινι περιέχεσθαί φαμεν ὑπ’ ἐκείνου τοῦ ἐν ᾧ ἐστι. κατὰ ποῖον οὖν σημαινόμενον περιοχῆς περιέχειν λέγομεν τὸν τόπον; ἆρα καθόσον ὅλος δι’ ὅλου χωρεῖ τοῦ περιεχομένου ἢ καθόσον ἔξωθεν αὐτὸ περικαλύπτει; ἀλλ’ εἰ μὲν δι’ ὅλου χωρεῖ, πῶς ἂν τὸ πέρας εἴη τοῦ περιέχοντος; εἰ δὲ ὡς περικαλύπτων ἔξωθεν, οὕτω γε καὶ τὸ ἱμάτιον τόπος ἂν εἴη, ὅπερ οὐδεὶς οὐδὲ τῶν μεταφοραῖς χρωμένων λέγειν ἠξίωσεν. ἔτι δὲ τὸ οὕτως περιέχον ὡς τὸ πέρας τοῦ ἔξωθεν ἢ τὸ ὅλον περιέχει ἢ τὴν ἐπιφάνειαν. ἀλλ’ ὅλον ἀδύνατον· δεῖ γὰρ τὸ περιέχον ἢ μεῖζον ἢ ἴσον εἶναι τοῦ περιεχομένου· τὸ δὲ πέρας τοῦ περιέχοντος ἴσον ἐστὶ τῇ τοῦ περιεχομένου ἐπιφανείᾳ· αὕτη δὲ οὐκ ἦν ὅλον τὸ περιεχόμενον. ἀλλ’ οὐδὲ ἡ ἐπιφάνειά ἐστιν ἐν τόπῳ ὡς καὶ αὐτὸς ὁμολογεῖ, εἴπερ ἐν τόπῳ μέν ἐστι τὸ καθ’ αὑτὸ ἀπολελυμένον καὶ κινούμενον καθ’ αὑτό, ὥς φησιν, ἡ δὲ ἐπιφάνεια πέρας ἐστὶ τοῦ ἐν τόπῳ σώματος. ἀλλ’ οἰήσεταί τις ἴσως κατὰ τὴν ἐπιφάνειαν τὸ ὅλον ἐν τόπῳ εἶναι. οὐ μέντοι οὐδὲ τοῦτο δυνατόν· εἰ γάρ τι κατὰ μέρος αὐτοῦ πάσχει τι ἢ ποιεῖ, δεῖ τὸ μέρος προηγουμένως τοῦτο πάσχειν ἢ ποιεῖν, οἷον εἴ τις κατὰ τὸν πόδα λακτίζει, δεῖ τὸν πόδα προηγουμένως τοῦτο ποιεῖν, καὶ εἴ τις κατὰ τὴν ἐπιφάνειαν λευκαίνεται, δεῖ προηγουμένως πάσχειν τοῦτο τὴν ἐπιφάνειαν. τὸ δὲ δεύτερον τῶν ἀξιωμάτων ἦν τὸ ἴσον εἶναι τὸν τόπον τῷ ἐν τόπῳ. πῶς δὲ δυνατὸν ἐπιφάνειαν εἶναι σώματι ἴσην; οὕτω γὰρ ἂν καὶ γραμμὴ ἐπιφανείᾳ καὶ σημεῖον γραμμῇ, ὥστε καὶ σημεῖον σώματι· οὗ τί ἂν ἀτοπώτερον εἴη; ὅτι γὰρ τὸ σῶμα βούλεται εἶναι ἐν τόπῳ, δῆλον ἐκ † τούτου τὸ λέγειν2 ἐν τόπῳ τὸ κινητὸν κατὰ φοράν. κινεῖται δὲ οὐχ ἡ ἐπιφάνεια καθ’ αὑτήν, ἀλλὰ τὸ σῶμα. ἀλλ’ ἔοικεν ἡ περιοχὴ κατά τινα ληφθεῖσα τρόπον τὸν τῆς περικαλύψεως, ἀλλ’ οὐ τὸν τῆς δι’ ὅλου χωρήσεως καὶ τὴν τῆς ἰσότητος ἔννοιαν κατ’ ἐκείνην λαβεῖν.3 Ἔτι δέ, φησί, τόπου διαφορὰς ἀξιοῦμεν εἶναι τὸ ἄνω καὶ τὸ κάτω. ὥσπερ οὖν ἔστι τι τὸ ἀνωτάτω, μεθ’ ὃ οὔτε τόπος ἔστι τις οὔτε ἐν τόπῳ, οὕτως εἶναι δεῖ καὶ τὸ κατωτάτω. εἰ οὖν τὸ ἀνωτάτω τὸ πέριξ ἐστίν, εἴτε κατὰ τὸ κυρτὸν τὸ τῆς ἀπλανοῦς εἴτε κατὰ τὸ τοῦ αἰθέρος, εἴπερ μόνον τὸ ὑπὸ σελήνην ἐστὶν ἐν τόπῳ, καὶ τὸ κατωτάτω ἂν εἴη τὸ μέσον τοῦ παντός. τοῦτο δέ ἐστι τὸ κέντρον4 καὶ τὰ τούτῳ πλησιάζοντα. οὐκ ἄρα ὁ τῆς γῆς τόπος κατωτάτω ὢν τὸ πέρας ἐστὶ τοῦ ὕδατος ἢ τοῦ ἀέρος, ὡς ἐδήλου λέγων “καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι, τοῦτο δὲ ἐν τῷ ἀέρι, ὁ δὲ ἀὴρ ἐν τῷ αἰθέρι”. εἰ δέ τις λέγοι διττὸν εἶναι τὸ κάτω καὶ διττὸν τὸ ἄνω, τὸ μὲν ὡς τὸν τόπον, τὸ δὲ ὡς τὸ ἐν τόπῳ, ὥσπερ καὶ αὐτὸς ἐδήλωσεν, ἐν οἷς φησι “τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον, τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω καὶ αὐτὸ τὸ ἔσχατον”, ἐπειδὴ καὶ αὐτὸς ὁμολογεῖ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ καὶ ἐν τῇ Περὶ οὐρανοῦ τὸ μὲν μέσον εἶναι τὸ κάτω τὸ δὲ πέριξ τὸ ἄνω, καὶ σφαιρικοῦ τοῦ παντὸς ὄντος δῆλον ὅτι ὡς τὸ κάτω τὸ κέντρον ἐστὶν οὕτως τὸ ἄνω τὰ πέρατα τῶν ἀπὸ τοῦ κέντρου ἐκβαλλομένων εὐθειῶν, τί ἂν εἴη τὸ κέντρον;

因为空气和水也是运动的,在这些之中甚至也不会有处所,既然个别物体大体上都被空气和水所环流。还应当知道,泰奥弗拉斯托斯在《自然学》中对亚里士多德所给出的处所定义也提出了如下诸难问:物体将处于表面之中;处所将处于运动之中;并非一切物体都在处所之中(因为连恒星天也不在);如果各天球被聚合在一起,整个天也将不在处所之中;处于处所之中的事物,即便自身毫无位移,若包围它们的事物被移去,也将不再处于处所之中。 但让我们看一看,所给出的处所定义是否也与关于处所的预设公理相一致。我们大家都说处所包围着处于其自身之中的事物。显而易见,这并不是作为处所的特有属性而被给出的,而仅仅在于处于处所之中的事物是在某物之中的。因为我们说,凡在某物之中的一切事物,都被其所在的那一事物所包围。那么,依包围的何种含义我们才说处所包围呢?究竟在于它贯穿被包围者的全体,还是在于它从外部包裹着它?但如果它贯穿全体,它又怎能是包围者的边缘呢?另一方面,如果它是作为从外部包裹者,那么如此一来甚至一件外衣也会是处所,而这是任何人、哪怕是运用隐喻的人也未曾认为可以说的。再者,以此种方式作为外部边缘而包围之物,究竟是包围全体还是包围表面?但包围全体是不可能的;因为包围者必须大于或等于被包围者;而包围者的边缘等于被包围者的表面;但这一表面并非被包围者的全体。然而表面也并不处于处所之中,正如他自己也承认的,设若处于处所之中的事物是按其自身独立存在并按其自身运动的事物(如他所言),而表面乃是处于处所之中的物体的边缘。不过也许有人会认为,全体是依其表面而处于处所之中的。然而,连这同样也是不可能的;因为假若某物依其某一部分遭受某事或施行某事,该部分必须首要地施行或遭受此事,例如,某人若依脚而踢,脚必须首要地做这件事,而某人若依表面变白,表面必须首要地遭受此事。 而公理中的第二条是处所等于处于处所之中的事物。但表面怎可能等于物体呢?因为若是那样,线也将等于表面,点也将等于线,以致点也将等于物体;还有什么比这更荒谬的呢?因为〔他〕意在使物体处于处所之中,这从把依位移而可动之物说成是在处所之中也是显而易见的。并且按其自身运动的不是表面,而是物体。但看来包围是以某种包裹的方式、而非以贯穿全体的方式被理解的,而相等的观念也是按照那种方式被理解的。 “再者,”他说,“我们认为处所的差异是上与下。”因此,正如存在着某种最上者,在其之外既没有任何处所也没有任何在处所之中的事物一样,也必然存在某种最下者。如果最上者是周圈——无论按照恒星天的凸面,还是按照以太的凸面,假若唯有月下之物处于处所之中——,最下者就将是宇宙的中央。而这就是中心点以及接近它的事物。因此,处于最下的大地的处所并非如他说“正因如此,大地在水之中,水在空气之中,空气在以太之中”时所表明的那样是水或空气的边缘。但若有人说下是双重的,上也是双重的,一者作为处所,另一者作为处于处所之中的事物,正如他自己在说“朝向中央的包围边缘是下,中央自身也是下,而朝向最外边缘者是上,最外边缘自身也是上”时所表明的那样——既然他自己在本部著作与《论天》中都承认中央是下而周圈是上,并且由于宇宙是球形的,显然正如中心点是下一样,上乃是从中心点引出的直线之诸边缘——,那么中心点究竟会是什么呢?

语法注4 条
  1. 4.53ἐὰν συναχθῶσιν αἱ σφαῖραι

    被动过去时虚拟式 συναχθῶσιν(源自 συνάγω)表达假定“如果各个天球被聚合在一起/合为一体”。如果诸天球被当作一个整体合并考察,内部的包围关系便消失,从而导致整个天因缺乏外部包围者而不在处所之中的难问。

  2. 4.53ἐκ † τούτου τὸ λέγειν

    文本中带有十字标记(讹误)之处。在句法上,实体化不定式 τὸ λέγειν(“由于说……”)充当前置词 ἐκ 的宾语,而 τούτου 则作为同位或先行的指示代名词发挥作用(“从这一点,即从说……来看”)。

  3. 4.53ἀλλ’ ἔοικεν ἡ περιοχὴ κατά τινα ληφθεῖσα τρόπον τὸν τῆς περικαλύψεως, ἀλλ’ οὐ τὸν τῆς δι’ ὅλου χωρήσεως καὶ τὴν τῆς ἰσότητος ἔννοιαν κατ’ ἐκείνην λαβεῖν.

    在动词 ἔοικεν 的支配下,主格阴性名词短语 ἡ περιοχή 带有主格分词 ληφθεῖσα,而后由不定式 λαβεῖν 与 ἔοικεν 配合构成表语结构。全句句法骨架为:“看来包围以……的方式被理解,并依此而接纳了相等的概念”。

  4. 4.53εἰ δέ τις λέγοι ... τί ἂν εἴη τὸ κέντρον;

    这是一个长距离超步结构:条件从句 εἰ δέ τις λέγοι(现在时祈愿语气)之后插入了由 ὥσπερ...、ἐπειδὴ... 以及属格绝对独立结构(含 δῆλον ὅτι...)构成的大段阐释性句子,最终由反问式的归结从句 τί ἂν εἴη τὸ κέντρον;(ἄν + 祈愿语气)收尾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:604.3-605.22