- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:607.2-608.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘指出了亚里士多德处所定义中天与元素全体无法处于处所之中的困难,并论证将处所视为覆盖物般的表面包围这一前提乃是引发诸多异议的根本原因。
ἔτι δὲ εἰ ἀκίνητον εἶναι χρὴ τὸν τόπον, ἢ οὐκ ἀληθῶς φησιν, ὅτι τόπος ἐστὶ τὸ τοῦ οὐρανοῦ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος, ἢ εἰ τοῦτο ἀληθές, ἀκίνητον εἶναι χρὴ τὸν οὐρανόν, ἵνα ᾖ καὶ τὸ πέρας αὐτοῦ ἀκίνητον· οὐ γὰρ δὴ αὐτοῦ κινουμένου τὸ πέρας αὐτοῦ ἔσται ἀκίνητον. δῆλον δὲ ὅτι καὶ αὐτὸς κινεῖσθαι κύκλῳ βούλεται τὸν οὐρανόν, καὶ ἡ ἐνάργεια τοῦτο μαρτυρεῖ· ὥστε ἢ τὸ ἀξίωμα σαλεύειν ἀνάγκη τὸ λέγον ἀκίνητον εἶναι τὸν τόπον ἢ μὴ λέγειν τόπον ἁπλῶς τὸ πέρας τοῦ περιέχοντος. ἔτι δὲ οὐ μόνον κατὰ τόπον ἀκίνητον εἶναι βούλεται τὸν τόπον ἡ ἔννοια ἡμῶν, ἀλλὰ καὶ κατ’ οὐσίαν διαρκέστερον. τοιγαροῦν καὶ αὐτὸς ἀπὸ τοῦ μονίμου τὸ ἄνω καὶ κάτω χαρακτηρίζων τὸ μὲν κάτω, φησίν, “ἀεὶ μένει, τοῦ δὲ κύκλου τὸ ἔσχατον ὡσαύτως ἔχον μένει”. εἰ οὖν καὶ τῇ οὐσίᾳ μονιμώτερον εἶναι χρὴ τὸν τόπον, πῶς ἂν εἴη τὸ πέρας τοῦ ἀέρος τόπος τῆς γῆς; εὐμετάβολος γὰρ μᾶλλον ὁ ἀὴρ τῆς γῆς ἐστι. χρὴ δὲ καὶ τούτῳ ἐφιστάνειν οἶμαι, ὅτι ὁ τὸν τόπον οὕτως ἀπολογιζόμενος οὐ μόνον τὸν οὐρανὸν ἐρεῖ μὴ εἶναι ἐν τόπῳ μηδὲ κινεῖσθαι κατὰ τόπον, ἀλλὰ καὶ τῶν ὑπὸ σελήνην τὰς ὁλότητας. καὶ γὰρ ὅτι μὲν καθ’ αὑτὸ οὐκ ἔσται ἐν τόπῳ κατ’ αὐτόν, δῆλον, εἴπερ καθ’ αὑτὸ ἐν τόπῳ ἐστὶ τὸ κινητὸν κατὰ φοράν, τοῦτο δέ ἐστι τὸ μεταβαῖνον τόπον ἐκ τόπου. ὅτι δὲ οὐδὲ κατὰ συμβεβηκὸς ἔσται ἐν τόπῳ, δῆλον ἐντεῦθεν· εἰ γὰρ διότι τὰ μέρη αὐτῶν κινεῖται, τὰ δὲ ὅλα ἐν τοῖς μέρεσιν, ὅρα τὸ συμβαῖνον·1 ἐκεῖνα τῶν μερῶν κινεῖται κατὰ τόπον καὶ ἔστιν ἐν τόπῳ καθ’ αὑτά, ὅσα ἀπεσπασμένα καὶ διῃρημένα τοῦ ὅλου ἐστίν· ἐν δὲ τοῖς τοιούτοις οὐκ ἔστι τὸ ὅλον. Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐπάγειν ἔστι τῷ λόγῳ· ὃ δὲ μάλιστα εἰς διάρθρωσιν τῶν περὶ τόπου δογμάτων συντελεῖ, τοῦτό ἐστιν οἶμαι τὸ τὰς κυριωτάτας ἀρχὰς ἀνευρεῖν, ἀφ’ ὧν τοιοῦτος συναχθεὶς ὁ τόπος τοσοῦτον ἀνέχεται τῶν ἐνστάσεων. πρῶτον μὲν οὖν οἶμαι τὴν τῆς περιοχῆς τοῦ τόπου ἔννοιαν αἰτίαν γενέσθαι, δεύτερον δὲ τὴν λῆψιν τοῦ καθ’ αὑτὸ κινουμένου κατὰ τόπον. κοινῆς γὰρ οὔσης ἐννοίας τοῦ τόπου, ὅτι περιεκτικός ἐστι τοῦ ἐν τόπῳ ὁ τόπος, καὶ τῆς περιοχῆς πολλαχῶς λαμβανομένης (καὶ γὰρ πᾶν τὸ ἔν τινι περιέχεσθαι δοκεῖ ὑπ’ ἐκείνου τοῦ ἐν ᾧ ἐστιν), αὐτὸς περιοχὴν ἐκείνην τὴν οἷον περικάλυψιν ἐξεδέξατο, καθ’ ἥν, ὡς εἶπον καὶ πρότερον, καὶ τὸ ἱμάτιον ἂν εἴη τόπος οὐ τοῦ ὅλου καθ’ αὑτὸ περιεχομένου, ἀλλὰ τοῦ ὅλου κατὰ τὴν ἐπιφάνειαν, ὡς κατὰ ταύτην ὁριζομένου τοῦ ὅλου. ὅτι γὰρ τοιαύτην ἔσχεν ἔννοιαν δηλοῖ καὶ τὸν οὐρανὸν τὸ πᾶν ἴσως εἶναι λέγων διὰ τὸ ἐξωτάτω πάντων εἶναι καὶ πάντα κατὰ τοῦτον περιέχειν τὸν τρόπον. ὅλον οὖν τὸ περιεχόμενον ὑποθέμενος εἶναι κατὰ τὴν ἀφορίζουσαν τὸν ὄγκον ἐπιφάνειαν περιεκτικὸν ὅλου τοῦ σώματος ἔφατο τὸ τοῦ περιέχοντος πέρας. καίτοι χώρα τις ὁ τόπος εἶναι δοκεῖ καὶ ὑποδοχὴ τοῦ ὅλου, ἀλλ’ οὐχὶ περικάλυψις. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν πολύ τι οἶμαι συνετέλεσε τὸ τὰ μέρη δοκεῖν μὴ καθ’ αὑτὰ εἶναι ἐν τόπῳ ἀλλὰ κατὰ τὴν ὁλότητα, εἰ μὴ ἄρα καὶ τούτου ἡ τῆς περιοχῆς λῆψις αἰτία γέγονεν. εἰ γὰρ εἶχε καὶ αὐτὰ τόπον, καὶ δι’ αὐτῶν ἂν ὁ τόπος ἐχώρει, συνεχὴς ὢν πρὸς τὸν ὅλον ἐκεῖνον τόπον ὥσπερ καὶ αὐτὰ πρὸς τὴν οἰκείαν ὁλότητα. τὸ δὲ μὴ εἶναι τὰ μέρη καθ’ αὑτὰ ἐν τόπῳ, εἴληπται μὲν ὡς ἐναργές, ὅτι μηδὲ ἔστι καθ’ αὑτὰ τὰ συνεχῆ μέρη. μήποτε δὲ πρῶτον μὲν μέσην ἔχοντα φύσιν τὰ μέρη τῶν τε πάντῃ ἀδιακρίτων στοιχείων καὶ τῶν πάντῃ διακεκριμένων μονάδων, οὐκ ἂν φαίης2 ὁποτέροισι μετείη ἢ καὶ κατ’ ἀμφότερον αὐτὰ θεωρήσαις ἅμα, ὅτι καὶ ἔστι καθ’ αὑτὰ καὶ οὐκ ἔστι. καὶ προσέπειτα, εἰ μὲν συνεχῆ ὄντα ἐν διωρισμένῳ τόπῳ ἐλέγομεν εἶναι, ὄντως ἂν ἦν ἄτοπον· εἰ δὲ ἐν συνεχεῖ, πόσον ἂν εἴη [τὸ] ἀκολουθότερον, ὡς ἔχει τὸ ἐν τόπῳ, οὕτως ἔχειν καὶ τὸν τόπον, τὸ μὲν ὅλον πρὸς τὸν ὅλον, τὸ δὲ μέρος πρὸς τὸ μέρος, καὶ τὸ μὲν συνεχὲς πρὸς τὸν συνεχῆ, τὸ δὲ διωρισμένον πρὸς τὸν διωρισμένον;
再者,如果处所应当是不动的,那么要么他说天的最外缘且触及可动之物体者是处所并不真实,要么如果这是真实的,天就应当是不动的,以便其边缘也是不动的;因为在天自身运动时,其边缘绝不会是不动的。然而显而易见,他自己也主张天作圆周运动,而明晰的事实亦为此作证;因此必然要么动摇那条主张处所是不动的公理,要么不再无条件地将包围者的边缘称为处所。此外,我们的观念不仅主张处所就处所而言是不动的,而且在实体上也更为持久。因此他自己也根据固定之物来规定上与下,说下“始终留存,而圆周的最外缘以同样的状态留存”。因此,如果处所在实体上也应当更为恒常,空气的边缘又怎会是大地的处所呢?因为空气比较于大地更易变化。并且我认为也应当注意这一点:以此种方式说明处所的人,不仅会说天不在处所之中也不依处所运动,而且还会对月下诸全体作此说。因为依他而言,[月下诸全体]就其自身而言将不在处所之中,这是显而易见的,设若依位移而可动之物乃是就其自身而在处所之中的,而这便是从一处所移行至另一处所之物。而它们甚至按偶性也不在处所之中,从下述便可明了:因为如果[有人说这是]由于它们的部分运动,而全体在部分之中,请看随之而来的结果:在诸部分中,只有那些从全体脱落并被分割的部分才是依处所运动且就其自身而在处所之中的;但全体并不在此类部分之中。 固然还可以对这一论辩提出许多其他反驳;但我认为,最有助于阐明关于处所之学说的,乃是找出最为根本的始基,正是从这些始基出发,处所被如此总结出来,以致招致了如此之多的异议。首先,我认为处所之包围的观念乃是原因,其次则是对依处所就自身运动之物的理解。因为处所包围处于处所之中者,这虽是处所的共通观念,且包围有多种理解方式(因为凡在某物之中的事物,似乎都被其所在的那物所包围),但他自己所接受的包围却是那种如同覆盖物一般的包围,正如我此前也说过的,依此包围,甚至斗篷也可以成为处所,不是作为就自身被包围的全体的处所,而是作为依表面而言的全体的处所,犹如全体乃是依此[表面]而被界定的。因为他持有此类观念,这一点从他因天处于万物之最外层并以此种方式包围万物而说天或许就是全体也显明出来。因此,他设定被包围的全体是依照界定其体积的表面而存在的,便宣称包围者的边缘包围着物体的全体。然而,处所似乎是全体的某种空间与容纳者,却绝非覆盖物。并且我认为,诸部分似乎并非就自身处于处所之中,而是依全体性[处于处所之中],这一点对这种观念起到了极大的推动作用——若不是对包围的理解也是这一点的原因的话。因为如果部分自身也拥有处所,处所便也会贯穿它们,与那整个处所相连续,正如它们自身与其本己的全体性相连续一样。而部分并非就其自身处于处所之中,这已被当作明晰之理所接受,因为连续的部分甚至不是就其自身存在的。然而,或许首先,由于部分在完全未分化的元素与完全分化的单子之间具有中间的自然本性,你无法说它们属于二者中的哪一方,或者说你应同时从两方面来审视它们,即它们既就其自身存在,又并非就其自身存在。其次,如果我们说它们既是连续的又处于被界定的处所之中,那确实是荒谬的;但如果说处于连续的处所之中,那么依处于处所之物所具有的状态,处所亦具有相应状态——全体对应于全体,部分对应于部分,连续者对应于连续者,被界定者对应于被界定者——这岂不是更加首尾一贯得多吗?
- 4.53εἰ γὰρ διότι τὰ μέρη αὐτῶν κινεῖται, τὰ δὲ ὅλα ἐν τοῖς μέρεσιν, ὅρα τὸ συμβαῖνον
祈使语气 ὅρα 引出归结从句,以展示思想实验的推论。在条件从句中,εἰ γὰρ διότι(“因为如果[被说成是在处所之中]是由于……”)引入了基于理由的假设,其所修饰的条件从句中省略的谓词(如 ἔσται ἐν τόπῳ 等)未被明说。
- 4.53μήποτε δὲ πρῶτον μὲν ... οὐκ ἂν φαίης
μήποτε 引入委婉的主张或推测(“或许……”),与潜在意义的希求语气 οὐκ ἂν φαίης(“你不会说”)及 θεωρήσαις(“你应该审视”)相呼应,用以对流行见解提出质疑并提出自己的替代观点。
