- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:602.23-604.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指出了亚里士多德一方面承认圆周运动是依处所的运动、另一方面却否认天在处所之中的矛盾,并反驳了亚历山大的辩护。进而他指出,被运动之物所包围的物体只能算在容器中而非在真正的处所中,以此追问亚里士多德处所定义的困境。
ὥστε ἐκ τούτων καὶ ἐκεῖνο δῆλον σαφῶς γίνεται, ὅτι καὶ κατ’ αὐτὸν ἡ κύκλῳ κίνησις κατὰ τόπον κίνησίς ἐστι. τὰ δὲ κατὰ τόπον κινούμενα καὶ ἐν τόπῳ ἐστίν· ὥστε ἐκ τούτων καὶ ὁ πᾶς οὐρανὸς καὶ ἡ ἀπλανὴς ἐν τόπῳ ἐστί. πῶς οὖν ἐν τοῖς περὶ τόπου λόγοις καὶ τὴν ἀπλανῆ καὶ τὸν ὅλον οὐρανὸν καὶ τὸ πᾶν τόδε τὰ ὁριζόμενα κατὰ τὴν ἀπλανῆ μὴ εἶναι ἐν τόπῳ φησί; καὶ τὴν αἰτίαν κοινὴν τούτων προσέθηκε λέγων “ᾧ μὲν οὖν σώματι ἔστι τι ἐκτὸς τὸ περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ”. καὶ τοῦτο εἰκότως, εἴπερ τὸ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος. καὶ ὅ γε Ἀλέξανδρος τούτοις μᾶλλον ἐνδοὺς οὐ προσεποιήσατο τὰ πρότερον εἰρημένα τὴν κύκλῳ κίνησιν λέγων μὴ εἶναι τοπικὴν διὰ τὸ μὴ μεταβαίνειν ὅλον. γράφει γοῦν ταῦτα διαρρήδην· “καὶ γὰρ εἴ ἐστιν αὐτῷ κίνησις, ἀλλ’ οὐ τοπική γε αὕτη· οὐ γὰρ ἀλλάσσει τόπον τῷ μὴ περιέχεσθαι”. ἀλλ’ ὅτι μὲν καὶ τὸ κυκλοφορούμενον φέρεται, δῆλον, καὶ ὅτι τὸ φερόμενον κινεῖται· ἀλλ’ εἰ μὲν κατὰ τόπον, ὡς ἡ προειρημένη ῥῆσις ἔλεγε, δῆλον ὅτι καὶ ἐν τόπῳ ἐστί. τὸ γὰρ κατὰ τόπον κινούμενον καὶ ἔστιν ἐν τόπῳ καὶ ὑπ’ αὐτῶν εἶναι ὁμολογεῖται, εἴπερ ἀπὸ τῆς κατὰ τόπον κινήσεως μάλιστα ὁ τόπος εὑρέθη. εἰ δὲ λέγουσι μὴ κατὰ τόπον κινεῖσθαι, λεγέτωσαν ποῖον εἶδος κινήσεώς ἐστιν ἢ μεταβολῆς ἡ κυκλοφορία· οὔτε γὰρ κατ’ οὐσίαν οὔτε κατὰ ποσὸν οὔτε κατὰ ποιόν. σαφέστατα δὲ ὁ Ἀριστοτέλης τὴν κύκλῳ κίνησιν κατὰ τόπον φησὶν ἐν τῇ Περὶ οὐρανοῦ λέγων “πᾶσα δὲ κίνησις ὅση κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ἢ εὐθεῖα ἢ κύκλῳ ἢ ἐκ τούτων μικτή”. οὐδὲν δὲ ἧττον σαφῶς τῆς κατὰ τόπον κινήσεως τοῖς ἀϊδίοις σώμασι μεταδίδωσι λέγων “τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι” τὴν κατὰ τόπον κίνησιν,1 καὶ τὴν αἰτίαν ἐν ἄλλοις προστιθείς· “ἥκιστα γάρ, φησί, τῆς οὐσίας ἐξίσταται τὸ κινούμενον” τὴν κατὰ φορὰν κίνησιν. “κατὰ μόνην γὰρ οὐδὲν μεταβάλλει τοῦ εἶναι, ὥσπερ ἀλλοιουμένου μὲν τὸ ποιόν, αὐξομένου δὲ καὶ φθίνοντος τὸ ποσόν”. ἐκ τούτων οὖν δῆλον φαίη τις ἄν, ὅτι οὔτε ἀληθῶς οὔτε συμφώνως ἑαυτῷ δοκεῖ μόνα τὰ ἐπ’ εὐθείας κινούμενα κατὰ τόπον κινεῖσθαι καὶ ἐν τόπῳ εἶναι λέγειν, ἀλλὰ τὸ ἀκόλουθον τῷ τοιούτῳ ὁρισμῷ τοῦ τόπου φυλάττων, κἂν ὁτιοῦν δέῃ, συγκινδυνεύειν αὐτῷ.2 πῶς δὲ εἰπὼν “ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον” ἐπάγει “διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστα ἐν τόπῳ οἰόμεθα, ὅτι ἀεὶ ἐν κινήσει”· καὶ ὅμως οὕτω σαφῶς ἀπαγορεύει τὸ εἶναι τὸν οὐρανὸν ἐν τόπῳ λέγων “ὁ δὲ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδέ ἐστιν ἔν τινι τόπῳ, εἴ γε αὐτὸν μηδὲν περιέχει σῶμα.” πῶς δὲ ἐν τόπῳ λέγει τὸ κινητὸν κατὰ φοράν; τὸ γὰρ ἐν τόπῳ ὂν οὐ πάντως κινεῖται κατὰ τόπον· πολλὰ γὰρ καὶ μένει κατὰ τόπον. καὶ γὰρ ἡ γῆ, ὡς αὐτός φησιν, ἐν τῷ ὕδατι οὖσα ὡς ἐν τόπῳ μένει ὅμως· ὡς καὶ τοῦτο αὐτὸς ἐδήλωσε τὴν τῆς μονῆς διαφορὰν τοῦ ἄνω καὶ κάτω παραδιδούς· “τὸ μὲν ἀεὶ μένει” τὴν ἐν τῷ αὐτῷ τόπῳ μονὴν καὶ τὸ ἀκίνητον αὐτῆς λέγων, “τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἔχον μένει” τὴν κατ’ οὐσίαν ἐπὶ τούτου μονὴν θεωρῶν. ἔτι δὲ εἰ τὰ ἐν τῷ κινουμένῳ ὡς ἐν ἀγγείῳ μᾶλλόν ἐστιν ἢ ὡς ἐν τόπῳ, ὡς αὐτὸς δηλοῖ λέγων “διὸ ὅταν μὲν ἐν κινουμένῳ κινῆται καὶ μεταβάλλῃ τὸ ἐντὸς οἷον ἐν ποταμῷ πλοῖον, ὡς ἀγγείῳ χρῆται μᾶλλον ἢ τόπῳ”, καὶ τὸ πλανώμενον ὡς ἐν ἀγγείῳ ἂν εἴη τῇ ἀπλανεῖ καὶ ἑκάστη σφαῖρα τῶν πλανωμένων ἐν τῇ περιεχούσῃ. καὶ μέντοι τὸ ὑπὸ σελήνην πᾶν τὸ κινητὸν κατὰ φοράν, ὅπερ καὶ κυρίως ἐν τόπῳ λέγει, καὶ τοῦτο ἐν τῷ ἐσχάτῳ τοῦ οὐρανοῦ, τουτέστι τῇ κοίλῃ ἐπιφανείᾳ τῆς σεληνιακῆς σφαίρας ὄν, ὡς ἐν ἀγγείῳ ἂν εἴη· κινεῖται γὰρ καὶ ἡ σεληνιακὴ σφαῖρα. ποῦ οὖν ὁ τόπος ἢ τίνα τὰ ἐν τόπῳ κυρίως;
因此,由这些论述那一点也清楚地显明出来:即便按照他自己的观点,圆周运动也是依处所的运动。而依处所运动的事物也都在处所之中;因此由这些论述,整个天与恒星天都在处所之中。那么,为何他在关于处所的论述中,却说恒星天、整个天以及由恒星天所界定的这个宇宙整体都不在处所之中呢?并且他还补充了这些情况的共同原因,说:“因此,凡外部有某种包围着它的东西的物体,它就在处所之中;而没有这种东西的,则不在[处所之中]。”如果处所确实是包围者的边缘,这自然是合理的。而亚历山大则更屈从于这些说法,忽视了前述的内容,声称圆周运动因其不是整体迁移而不是处所运动。无论如何,他明确地写道:“因为即便它有运动,但这运动也绝不是处所运动;因为由于不被包围,它并不变换处所。”然而,作圆周运动的事物也在位移,这是显而易见的,并且位移之物在运动,也是显而易见的;但如果它是依处所[位移],正如前述文句所言,显然它也在处所之中。因为依处所运动的事物既在处所之中,这一点也为他们自己所承认,设若处所本来就主要是从依处所的运动中被发现的。但如果他们说它不是依处所运动,就让他们说明圆周旋转究竟是何种形式的运动或变化;因为它既非依实体,亦非依数量,亦非依性质。而且亚里士多德在《论天》中极其明白地说圆周运动是依处所的,他说:“凡依处所的运动,即我们称之为位移的,要么是直线的,要么是圆周的,要么是由二者混合的。”并且他同样明白地将依处所的运动赋予永恒物体,说:“因为对于永恒之物而言,唯一可能进行的运动”就是依处所的运动,并在其他地方补充其原因说:“因为依位移运动之物,”他说,“最少脱离其实体;因为唯有在这类运动中它绝不改变其存在分毫,不像质变之物改变性质,增长与缩减之物改变数量那样。”因此由这些论述,人们可以说这一点很明显,即他主张唯有作直线运动的事物才依处所运动并在处所之中,这似乎既非真实,亦非自相一致,而是为了恪守关于处所的这一界定的必然推论,无论付出何种代价,都要与它共担风险。再者,他既然说过“若非有依处所的运动,处所便不会被探求”,为何又接着说“正是因此我们认为天最在处所之中,因为它总在运动之中”;然而他却又如此明白地禁止天在处所之中,说“可是天,正如已指出的,作为一个整体并不在任何地方,也不在任何处所之中,假若没有任何物体包围着它”?他又何以把依位移而可动之物说成是在处所之中呢?因为在处所之中的事物并不完全依处所运动;因为许多事物也是依处所而静止的。正如他自己所言,大地虽在作为处所的水之中,却依然静止;正如他自己在传授上与下的静止之差异时也阐明了这一点:“一者总是静止”,意指在同一处所中的静止及其不动性,“而作圆周运动之物的最外边缘则保持同样状态而静止”,在后者身上考察的是依实体的静止。此外,如果在运动之物内部的东西毋宁像在容器中而不是在处所中——正如他自己所表明的,他说:“因此当内部之物在运动之物中运动且改变时,如同河流中的船只,它毋宁是将〔其〕作为容器而非处所来利用”——,那么行星天也就像在作为容器的恒星天之中,行星的各个天球也都在包围它的天球之中了。不仅如此,月下一切依位移而可动之物,即他所说严格意义上在处所之中的东西,如果位于天的最外边缘,即月亮天球的凹表面之内,也将如同在容器之中;因为月亮天球也是在运动的。那么,处所究竟在何处,或者究竟何物才严格地在处所之中呢?
- 4.53τὴν κατὰ τόπον κίνησιν
在引用句中作动词 κινεῖσθαι 的内在对格(同族对格),作为亚里士多德所引语句“τοῖς γὰρ ἀϊδίοις μόνον ἐνδέχεται κινεῖσθαι”的补语,指明运动的具体类别。
- 4.53συγκινδυνεύειν αὐτῷ
从属于 ὅτι 从句中 δοκεῖ 的不定式,通过 ἀλλὰ ... φυλάττων 与前面的否定从句(οὔτε ... λέγειν)相对立。跨过插入的条件从句 κἂν ὁτιοῦν δέῃ(“无论需要付出何种代价”),与格代词 αὐτῷ 指代前文的 τῷ τοιούτῳ ὁρισμῷ τοῦ τόπου(“处所的这种界定”)。
