- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:598.18-599.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘从质料、形式以及生成与消灭的角度,探讨了水何以因潜能地是空气而能够犹如空气的一个部分,并阐明了元素之间非强力的接触与包围关系。
τὸ δὲ σχεδόν, ὅτι οὐ συνεχὲς μέρος ἐστίν, ἀλλὰ διῃρημένον. ὡς οὖν τοῖς μέρεσι κατὰ φύσιν ἐστὶ καὶ φέρεσθαι ἐπὶ τὰ ὅλα καὶ μένειν ἐν αὐτοῖς, οὕτω καὶ τοῖς συγγενέσι κατὰ φύσιν ἐστὶ τὸ φέρεσθαι καὶ μένειν ὡς ἐν οἰκείῳ τόπῳ διῃρημένοις οὖσι· κατὰ γὰρ τοῦτο καὶ ἔστιν ἐν τόπῳ. ὥσπερ γὰρ τὰ κυρίως μέρη οἷον ὕδατος μέρος ἢ ἀέρος ἐν τῷ ὅλῳ φυλάττει τὴν πρὸς αὐτὸ οἰκειότητα καὶ κινούμενον καὶ μένον, οὕτω καὶ τὰ κατὰ τὸν ἕτερον τρόπον συγγενῆ φυλάττει τὴν οἰκειότητα οἷον τὸ ὕδωρ πρὸς τὸν ἀέρα. κινούμενον δὲ ὑπέθετο τὸ μόριον, ἵνα αὐτὸ τοῖς ἐν τόπῳ μᾶλλον ὁμοιώσῃ. ἔοικε γὰρ μόριόν πως εἶναι τὸ ὕδωρ τοῦ ἀέρος διῃρημένον, μόριον δὲ οὕτως ὡς ἔστι μόριον ἡ ὕλη, ἐξ ἧς γίνεται τὸ γινόμενον, τοῦ κατὰ τὸ εἶδος χαρακτηριζομένου συνθέτου. γίνεται γὰρ ἐξ ὕδατος ἀὴρ ὡς ἐξ ὕλης, ὡς ἐκ χαλκοῦ ἀνδριὰς ἢ μᾶλλον ὡς ἐκ σπέρματος ζῷον· οὐ γὰρ ὑπομένοντος τοῦ ὕδατος γίνεται ὁ ἀήρ. ἀλλὰ πῶς εἰπὼν οὕτω δὲ καὶ ὁ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος· τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δὲ ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου μέρος ὅμως τὸ ὕδωρ τοῦ ἀέρος φησίν;1 οὐ γάρ ἐστιν ἡ ὕλη τοῦ εἴδους μέρος, ἀλλὰ τοῦ συνθέτου ἄμφω. ἢ διὰ τοῦτο ὅτι τὸ σύνθετον κατὰ τὸ εἶδος μάλιστα οὐσιοῦται καὶ χαρακτηρίζεται, ἢ ὡς αὐτὸς εἶπεν, ὅτι τὸ ὕδωρ δυνάμει ἐστὶν ἀήρ. ὡς γὰρ τὸ σπέρμα μέρος δοκεῖ τοῦ ἐξ αὐτοῦ γινομένου ζῴου, οὕτως καὶ τὸ ὕδωρ μέρος πώς ἐστι τοῦ ἐξ αὐτοῦ γινομένου ἀέρος δυνάμει ὂν ἀήρ. ἀλλὰ παντὶ πρόχειρον ἦν ἐφιστάνειν, ὅτι καὶ ἐξ ἀέρος ὕδωρ γίνεται καὶ ὁ ἀὴρ δυνάμει ἐστὶν ὕδωρ καὶ ὕλη τοῦ ὕδατος ὁ ἀήρ, ὥστε καὶ μέρος. ἀλλὰ ἄλλον φησὶ τρόπον ὁ ἀὴρ δυνάμει ὕδωρ καὶ ἄλλον τὸ ὕδωρ δυνάμει ἀήρ. καὶ τὸν μὲν ἀκριβῆ περὶ τούτων διορισμὸν εἰς τὴν Περὶ γενέσεως καὶ φθορᾶς πραγματείαν ὑπερτίθεται. δοκεῖ δὲ ἡ μὲν τοῦ ὑλικωτέρου καὶ παχυτέρου σώματος εἰς τὸ λεπτότερον μεταβολὴ γενέσει ἐοικέναι, ἡ δὲ τοῦ λεπτοτέρου εἰς τὸ παχύτερον φθορᾷ· τοῦτο δέ, διότι τὰ λεπτομερέστερα τῶν στοιχείων εἴδους ἔχειν λόγον ὡς πρὸς τὰ παχυμερέστερα δοκεῖ. τοιγαροῦν ἀρετὴν μὲν ὕδατος τὴν κουφότητά φαμεν, κακίαν δὲ ἀέρος τὴν παχύτητα. παντὶ δὲ τὸ μὲν ἀτελὲς παρὰ τὴν ὕλην, ἡ δὲ τελειότης παρὰ τὸ εἶδός ἐστι. καὶ τὸ μὲν τελειωθὲν εἴη ἂν ὡς μέρος ἐν τῷ μετὰ τῆς τελειότητος ὅλῳ, τὸ δὲ φθαρὲν οὐκ ἂν εἴη μέρος. εἰκότως οὖν τὸ μὲν ὕδωρ ἐπὶ τὸ πέρας τοῦ ἀέρος ἵεται, ὁ δὲ ἀὴρ οὐκ ἐπὶ τὸ τοῦ ὕδατος, ἀλλ’ ἐπὶ τὸ τοῦ πυρός. εἰπὼν οὖν ὅτι δυνάμει τὸ ὕδωρ ἀὴρ ἐστι καὶ ὅτι τὸ μὲν ὕδωρ ὕλῃ ἀναλογεῖ, ὁ δὲ ἀὴρ εἴδει, συλλογίζεται λοιπόν, ὅτι ἔνθα τὸ αὐτὸ δυνάμει2 καὶ ἐνεργείᾳ ᾖ καὶ τὸ μὲν δυνάμει εἴδει ἀναλογεῖ, τὸ δὲ ἐνεργείᾳ ὕλη, μέρος γίνεται τὸ ἐνεργείᾳ τοῦ δυνάμει. ἐπεὶ οὖν τὸ ὕδωρ ἐνεργείᾳ μέν ἐστιν ὕδωρ, δυνάμει δὲ ἀήρ, καὶ μεταβάλλει εἰς ἀέρα καὶ ἐνυπάρχει πως αὐτῷ, ἔχοι ἂν ὡς μόριόν πως πρὸς ὅλον. κἂν δυνατὸν δὲ καὶ ἐπὶ ἀέρος τὸ αὐτὸ λέγειν, διότι καὶ αὐτὸς δυνάμει ὕδωρ ὢν μεταβάλλει εἰς ὕδωρ, ἀλλ’ εἰ φθορᾷ μᾶλλον ἔοικεν αὕτη ἡ μεταβολή, οἰκειότερον ἂν ἐν τῷ πρὸς γένεσιν ὡμοιωμένῳ λέγοιτο τὸ μέρος καὶ ὅλον. Οὗ δὲ ἕνεκεν ταῦτα παρείληπται, ἐπήγαγεν εἰπὼν διὸ καὶ τούτοις ἁφή ἐστι. διὰ γὰρ τὴν συγγένειαν ἁφή ἐστιν ἀβίαστος ἐν αὐτοῖς, καὶ τὰ ὑλικώτερα ὡς ἐν τόπῳ περιέχεται ὑπὸ τῶν εἰδικωτέρων, τοῦτο δέ, ὅταν ἑκάτερον ἐνεργείᾳ μένῃ ὅπερ ἐστί, δυνάμει δὲ τὸ ἕτερον.
而他说“几乎”,是因为它不是连续的部分,而是分离的部分。因此,正如对部分而言,按本性被带向整体并在整体中留驻是其固有属性一样,对于同类之物而言,作为分离之物按本性被运送并犹如在固有处所中留驻也是其固有属性;因为正是据此,事物才处于处所之中。因为正如严格意义上的部分(例如水的部分或空气的部分)在整体之中无论运动还是留驻都保持着对它的固有性一样,以另一种方式属于同类的事物也保持着固有性,例如水之于空气。而他假定部分处于运动之中,是为了使它更相似于处所之中的事物。因为水似乎在某种意义上是空气的一个分离的部分,而且是这样一种部分,如同产生之物所由之产生的质料,是依据形式被规定其特征的复合体的部分一样。因为空气从水产生如同从质料产生,如同雕像从青铜产生,或者不如说如同动物从种子产生一样;因为并非水留存着而空气产生。但是,他既然说了“而空气对于水也是如此关系;因为一者犹如质料,另一者则是形式;水是空气的质料,而空气则犹如是它的一种实现”,他为何仍说水是空气的部分呢?因为质料并不是形式的部分,相反两者都是复合体的部分。或者是因为复合体主要是依据形式而获得其实体规定和特征的?或者正如他自己所说,是因为水潜能地是空气?因为正如种子被视为从它产生的动物的部分一样,水也以某种方式是从它产生的空气的部分,因为它潜能地是空气。然而任何人都会轻而易举地注意到,从空气也产生水,而且空气潜能地是水,空气是水的质料,因而也是部分。但是他说,空气潜能地是水的方式与水潜能地是空气的方式不同。而他将关于这些问题的精确界定推迟到《论生成与消灭》的著作之中。而且,较质料且较浓厚的物体向较精妙物体的转化似乎类似于生成,而较精妙物体向较浓厚物体的转化则类似于消灭;这是因为各元素中由较精细部分构成者相对于由较粗糙部分构成者似乎具有形式的地位。因此我们说,轻是水之长处,而浓厚是空气之短处。对万物而言,不完满皆由于质料,而完满皆由于形式。被完满者将作为部分存在于具有完满性的整体之中,而已被消灭者则不会是部分。因此,水冲向空气的界限,而空气并不冲向水的界限而是冲向火的界限,这是完全合情合理的。因此,在他陈述了水潜能地是空气,水对应于质料而空气对应于形式之后,他接下来推论出:在同一事物兼具潜能与现实、且潜能者对应于形式而现实者对应于质料之处,现实者便成为潜能者的部分。因此,既然水在现实上是水,在潜能上是空气,并且转化为空气并在某种意义上内在于它,那么它对于整体就会具有某种部分的关系。即使就空气而言也可能说同样的话,因为它本身潜能地是水并转化为水,然而如果这种转化宁可说类似于消灭,那么在类似于生成的事物中谈论部分与整体便更为恰当。他借助于这些论证的目的,他在接着说“因此这些事物也有接触”时指出了。因为由于同类亲缘关系,在它们之中存在着非强力的接触,较质料的事物被较形式的事物犹如在处所中那样包围着;而这是在两者各自在现实上保持为其自身、但在潜能上是另一方的时候发生的。
- 4.52ἀλλὰ πῶς εἰπὼν οὕτω δὲ καὶ ὁ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος· τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δὲ ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου μέρος ὅμως τὸ ὕδωρ τοῦ ἀέρος φησίν;
句子的核心骨架为 πῶς εἰπὼν [引文] μέρος ὅμως τὸ ὕδωρ τοῦ ἀέρος φησίν?。分词 εἰπών 带有让步意味,与主句中的副词 ὅμως(尽管如此)相呼应,构成反问句:“既然已经说了……,他怎么仍说水是空气的部分呢?”所引文字出自亚里士多德的原著(相当于 213a1–3)。
- 4.52ἔνθα τὸ αὐτὸ δυνάμει καὶ ἐνεργείᾳ ᾖ καὶ τὸ μὲν δυνάμει εἴδει ἀναλογεῖ, τὸ δὲ ἐνεργείᾳ ὕλη, μέρος γίνεται τὸ ἐνεργείᾳ τοῦ δυνάμει.
从句 ἔνθα ... ᾖ 是带有虚拟式的关系/条件从句(“在……之处”)。随后的 τὸ δὲ ἐνεργείᾳ ὕλη 承前承接了前一分句的 ἀναλογεῖ(在意义上相当于与格 ὕλῃ,即“对应于质料”),或者将 ὕλη 视为表语(“现实者是质料”)。主句中的 τὸ ἐνεργείᾳ 与 τοῦ δυνάμει 均为名词化短语,分别指代“现实者”与“潜能者”。
