← 辛普里丘

亚里士多德《物理学》注释

§597.3-598.18

向固有处所的运动与包围者的亲和性

辛普里丘基于亚里士多德的论述解释道,每个物体依本性移向并留驻于其固有处所,是由于界定处所的包围者与被包围者之间的“同类亲缘性”与自然接触,并从施动与受动的角度阐明了连续的部分为何不在处所之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.52#1

" Καὶ φέρεται δὴ εἰς τὸν αὑτοῦ τόπον ἕκαστον ἕως τοῦ καὶ περὶ μὲν τόπου καὶ ὅτι ἔστιν καὶ τί ἐστιν εἴρηται." Τοῦτο οὐκ ἀπορίας λύσιν ἔχει, ἀλλὰ τελευταῖον ἔκειτο τῶν περὶ τόπου ἀξιωμάτων τὸ φέρεσθαι φύσει καὶ μένειν ἐν τοῖς οἰκείοις τόποις ἕκαστον τῶν σωμάτων. δείκνυσιν οὖν καὶ τοῦτο ἀκόλουθον ὂν τῷ τοῦ τόπου ὁρισμῷ ἅμα καὶ ἔνστασιν ὑποφερομένην οἶμαι λύων τινά· διὸ καὶ τοῦτο ἥρμοσε ταῖς τῶν ἀποριῶν διαλύσεσι. πῶς γάρ, φαίη τις ἄν, τῆς γῆς τόπος ἂν εἴη τὸ τοῦ ὕδατος πέρας ἢ τοῦ ὕδατος τὸ τοῦ ἀέρος καὶ ἐφεξῆς ἐπὶ ἑκάστου σκοποῦντι;1 εἴπερ τὸν μὲν τόπον συγγενῆ δεῖ εἶναι τῷ ἐν τόπῳ καὶ ὅμοιον (διὸ καὶ οἰκεῖος αὐτῷ λέγεται), τὸ δὲ ὕδωρ τῇ γῇ καὶ ὁ ἀὴρ τῷ ὕδατι ἀνόμοιον καὶ διάφορον καὶ ὑπεναντίον, ὡς καὶ μεταβάλλειν εἰς ἄλληλα. λέγει οὖν ὅτι τὰ ἐφεξῆς ἀλλήλοις ὄντα σώματα καὶ ἁπτόμενα ἀλλήλων μὴ βίᾳ ταῦτα συγγενῆ καὶ οἰκεῖα ἀλλήλοις ἐστί, τῷ μὲν πυρὶ ὁ ἀὴρ (ἔχει γὰρ πρὸς αὐτὸν κοινὸν σύμβολον τὴν θερμότητα· διὸ καὶ ῥᾳδία ἡ ἐξ ἀέρος εἰς πῦρ μεταβολή), τῷ δὲ ἀέρι τὸ ὕδωρ (κοινὸν γὰρ καὶ τούτοις ἡ ὑγρότης), ὁμοίως καὶ τῷ ὕδατι ἡ γῆ (κατὰ γὰρ τὸ ψυχρὸν καὶ τούτοις ἡ συγγένεια), οὐκέτι δὲ ἡ γῆ πρὸς τὸν ἀέρα ἢ τὸ ὕδωρ πρὸς τὸ πῦρ.2 καὶ τὸ πῦρ δὲ κἂν ἐν γενέσει καὶ μεταβολῇ τὸ εἶναι ἔχῃ, ἀλλ’ ὡς ἐν τοῖς τοιούτοις πάντων οἰκειότατόν ἐστι πρὸς τὴν τῆς σελήνης σφαῖραν καὶ ταύτης πρὸς τὸ τῇ γενέσει πλησιάζον μέρος. φωτεινὸν γὰρ καὶ τὸ πῦρ καὶ ἄυλον καὶ εἴδους λόγον ἔχον πρὸς τὰ ἄλλα στοιχεῖα. πρὸς τὸ συγγενὲς οὖν σῶμα φερόμενον ἕκαστον ἐπὶ τὸν οἰκεῖον φέρεται τόπον· καλῶς δὲ οὐ μόνον ἐφεξῆς εἶπεν, ἀλλὰ καὶ ἁπτόμενα· ἐφεξῆς μὲν γάρ ἐστιν, ὧν μηδὲν ἐστι μεταξὺ ὁμογενές, ὡς αὐτὸς διδάξει, ὡς οἰκίαι ἐφεξῆς ἀλλήλαις λέγονται, εἰ μὴ εἴη μεταξὺ αὐτῶν ἄλλη οἰκία. τὰ δὲ οὕτως ἐφεξῆς οὔτε ἅπτεται ἀλλήλων οὔτε ἔστι τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ὡς ἐν τόπῳ· δεῖται οὖν καὶ τοῦ ἅπτεσθαι, ἵνα ᾖ ἐν τόπῳ. καὶ τὸ μὴ βίᾳ δὲ ἀναγκαίως πρόσκειται· δύναται γάρ τινα ἅπτεσθαι ἀλλήλων μὴ κατὰ φύσιν ἀλλὰ βίᾳ, καὶ ταῦτα μήτε συγγενῆ εἶναι μήτε ἅπτεσθαι ἀλλήλων κατὰ φύσιν. εἰ οὖν τὰ συγγενῆ σώματα φυσικὴν ἔχοντα τὴν πρὸς ἄλληλα τάξιν ἐφίεται τοῦ ἐφεξῆς εἶναι ἀλλήλοις καὶ ἅπτεσθαι ἀλλήλων μὴ βίᾳ, εἰκότως καὶ ἀποσπασθέντα ταῦτα σπεύδει ἐπ’ αὐτὰ ὡς πρὸς οἰκεῖα, καὶ μένει ἐν αὐτοῖς ὡς ἐν οἰκείοις. ἐπειδὴ δὲ καὶ τὰ μέρη συγγενῆ ἐστιν ἀλλήλοις καὶ τῷ ὅλῳ, οὐ μέντοι ὡς ἐν τόπῳ ἐστὶν ἐν ἀλλήλοις ἢ ἐν τῷ ὅλῳ, τὴν αἰτίαν τούτου λέγει· τὰ μὲν γὰρ συμπεφυκότα καὶ συνεχῆ ἀλλήλοις ἀπαθῆ ὑπ’ ἀλλήλων ἐστὶν εὐλόγως· δεῖ μὲν γὰρ ἄλλο εἶναι τὸ ποιοῦν καὶ ἄλλο τὸ πάσχον, τὰ δὲ συνεχῆ καὶ συμπεφυκότα ἕν ἐστι, τὰ δὲ μὴ ἀπαθῆ ἀλλὰ ποιοῦντα καὶ πάσχοντα ταῦτα οὐκ ἔστι συνεχῆ3 οὐδὲ οὕτως συγγενῆ, ἀλλ’ ὡς τὰ ἁπτόμενα, ἐν οἷς ἄλλο μὲν τὸ ποιοῦν, ἄλλο δὲ τὸ πάσχον, πλησιάζοντα δὲ ἀλλήλοις καὶ συγγενῆ· οὐχ οὕτω δὲ ὡς τὰ μέρη ἐκ τῶν αὐτῶν ὄντα στοιχείων, ἀλλὰ τὸ μὲν κοινὸν ἔχοντα, τὸ δὲ διάφορον. διὸ καὶ μεταβάλλει εἰς ἄλληλα. ταῦτα οὖν καὶ τὰ ἐν τόπῳ ἐστί. τὰ γὰρ παρακείμενα ἀλλήλοις σώματα καὶ ἁπτόμενα καὶ ποιοῦντα καὶ πάσχοντα ταῦτα κατὰ φύσιν καὶ κινεῖται καὶ φέρεται τὸ ἀτελέστερον ἐπὶ τὸ τελειότερον, ὡς ἐρεῖ. Εἰπὼν δὲ αἴτιον εἶναι τοῦ εὐλόγως ἐπὶ τὸν οἰκεῖον φέρεσθαι τόπον τὸ συγγενὲς τοῦ σώματος, οὗ πέρας ἐστὶν ὁ τόπος πρὸς τὸ ἐν τόπῳ, καὶ τοῦ μένειν εὐλόγως ἐν τῷ οἰκείῳ τόπῳ τὸ αὐτὸ αἴτιόν φησιν· ὥσπερ γὰρ τὸ ἀφιστάμενον τοῦ συγγενοῦς ἐφιέμενον αὐτοῦ κινεῖται ἐπ’ αὐτό, οὕτω καὶ τὸ γενόμενον ἐκεῖ μένειν ἐφίεται· σχεδὸν γὰρ μέρος ἐστὶν ἐκείνου, ὑφ’ οὗ περιέχεται κατὰ φύσιν.

“而各物确实被带向自身的处所……直至关于处所,无论是其存在还是其为何物,均已被论述。” 这并不包含对疑难的解决,而是在关于处所的公设中,最后一条是每一个物体皆按本性被带向并在自身的固有处所中留驻。因此,他证明了这一点也是随处所的定义而来的,依我之见,同时也化解了一个暗含的反驳;这正是他也将这一段配合于诸疑难的解决之中的原因。因为有人可能会说:对于依次考察每一事物的人而言,水的界限如何会是土的处所,或者空气的界限如何会是水的处所呢?如果处所确实必须与处于处所之中的事物同类且相似(因而也被称为属于它的固有处所),而水之于土、空气之于水,却是如此不相似、不同且对立,以至于它们甚至会相互转化。于是他说,那些彼此顺延且非强力地相互接触的物体,它们彼此之间是同类且固有的:对于火而言是空气(因为〔火〕相对于它具有热作为共同的契合特征;因而从空气到火的转化也是容易的),对于空气而言是水(因为潮湿对它们也是共同的),同样对于水而言是土(因为依据冷,它们之间也具有亲缘同类关系),但土之于空气,或水之于火,却不再如此。而火即使在生成与变化中具有其存在,然而在诸如此类的存在物中,它在一切事物中最属于月球天球所固有的,而在这一天球中又最属于接近生成的部分所固有的;因为火也是光明的、无质料的,并且相对于其他元素具有形式的地位。因此,每一事物因被带向同类的物体,而被带向固有的处所;而且他不仅说“顺延”,而且还说了“接触”,这是极为恰当的;因为正如他自己将教导的那样,“顺延”是指其间没有任何同类事物的中介,犹如房屋之间如果没有另一所房屋,便被称为彼此顺延。但以此方式顺延的事物既不相互接触,也不作为在处所中那样一物在另一物之中;因此,为了能在处所中,它还需要接触。而“非强力地”这一条件也是必然添加的;因为某些事物可能不是依本性而是由于强力相互接触,而这些事物既非同类,亦非依本性相互接触。因此,如果拥有彼此之间自然秩序的同类物体渴望相互顺延并渴望非强力地相互接触,那么在被强行分离开时,它们如同奔向固有之物那样急迫地奔向它们,并且如同在固有之物中那样留驻在它们之中,这是完全合理的。然而,既然部分对于彼此以及对于整体也是同类的,却并非如同在处所中那样在彼此之中或在整体之中,他就陈述了其原因:因为自然长合且彼此连续的事物,理所当然地不受彼此的作用;因为施动者与受动者必须是不同的,而连续且自然长合的事物则是一体;相反,那些并非不受作用而是施动与受动的事物,它们并不是连续的,也不是以此种方式同类的,而是如同接触之物那样,在其中施动者是一回事,受动者是另一回事,它们彼此邻近并且同类;但它们并不像由相同元素组成的部分那样,而是既具有共同之物,又具有相异之物。因此它们也相互转化。所以,这些事物也就是处于处所之中的事物。因为彼此相邻、接触、施动并受动的物体,依本性运动,正如他将说的那样,较不完满者被带向较完满者。而在陈述了以其界限作为处所的物体与处于处所之物之间的同类亲缘关系,是其理所当然地被带向固有处所的原因之后,他说同一原因也是其理所当然地留驻在固有处所之中的原因;因为正如脱离同类之物者由于渴望它而向它运动一样,那已经到达那里者也渴望留驻;因为它几乎成了依本性包围它者的一个部分。

语法注3 条
  1. 4.52ἐφεξῆς ἐπὶ ἑκάστου σκοποῦντι

    与格分词 σκοποῦντι 用作“判断者与格”(参考与格),意为“对于依次考察每一者的人而言”。它修饰句首的疑问句 πῶς ἄν εἴη,设定了探究者进行反思时的视角。

  2. 4.52οὐκέτι δὲ ἡ γῆ πρὸς τὸν ἀέρα ἢ τὸ ὕδωρ πρὸς τὸ πῦρ

    承接前文的省略句。需从上文补出谓语(如 συγγενές ἐστι 或 κοινὸν σύμβολον ἔχει),整体意为“但土之于空气,或水之于火,却不再如此[具有同类亲缘关系]”。

  3. 4.52τὰ δὲ μὴ ἀπαθῆ ἀλλὰ ποιοῦντα καὶ πάσχοντα ταῦτα οὐκ ἔστι συνεχῆ

    分词短语 τὰ δὲ μὴ ἀπαθῆ ἀλλὰ ποιοῦντα καὶ πάσχοντα 作为主题化主语置于句首,随后紧接着由指示代词 ταῦτα 进行复指,引出谓语 οὐκ ἔστι συνεχῆ。这一结构清晰地与前文“连续之物互不受作用”形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:597.3-598.18