- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:599.25-600.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在讨论质料与形式的相互转化及连续化如何消除接触之后,辛普利丘解答了关于土、水、气的亲缘性及其向固有处所运动的反驳,并进一步解决了亚里士多德未予解决的关于处所的构成(是否为元素)与原因(处所作为目的因)的两个疑难。
ὅταν δὲ ἐνεργείᾳ ἄμφω ἓν γένηται (τοῦτο δὲ συμβαίνει· τοῦ ἑτέρου μεταβάλλοντος εἰς τὸ ἕτερον οἷον τοῦ ὕδατος γενομένου ἀέρος ἢ τοῦ ἀέρος ὕδατος), τοῦτο οὐκέτι ἅπτεται ἀλλήλων1 οὐδὲ ὡς ἐν τόπῳ τὸ ἕτερον ἐν τῷ ἑτέρῳ ἐστίν, ἀλλὰ συμφύεται καὶ συνεχίζεται καὶ ὅλον καὶ μέρη ἀποτελεῖται. ἐπειδὴ δὲ τὴν συγγένειαν καὶ τὰς κοινὰς ποιότητας ᾐτιασάμεθα τῆς ἀβιάστου καὶ κατὰ φύσιν ἁφῆς καὶ τοῦ ὡς ἐν τόπῳ εἶναι τῷ πέρατι τοῦ περιέχοντος σώματος, ἐπιστήσοι ἄν τις δικαίως οἶμαι, ὅτι κατὰ τοῦτον τὸν λόγον μόνον ἔδει τὸ ὕδωρ εἶναι τῆς γῆς τόπον, ἀλλ’ οὐχὶ καὶ τὸν ἀέρα. ἔπειτα εἰ ὡς ἐπὶ συγγενῆ ἵεται, διὰ τί μὴ καὶ ἐν ἀέρι ἢ ἐν μέσῳ ὕδατι μένει ἡ βῶλος ἐν τῷ συγγενεῖ οὖσα καὶ ἁπτομένη αὐτοῦ; ἢ πρὸς μὲν τὸ πρῶτον δυνατὸν εἰπεῖν, ὅτι ὁ πρὸς τῇ γῇ ἀὴρ θολερὸς ὢν ἐγγύς ἐστιν ὕδατος τὴν φύσιν καὶ διὰ τοῦτο καὶ πρὸς τὴν γῆν ἐστι συγγενής, πρὸς δὲ τὸ δεύτερον, ὅτι καὶ τὸ ὕδωρ οὐ παντὶ τῷ ἀέρι συγγενές ἐστιν, ἀλλὰ τῷ πλησιάζοντι αὐτῷ μέρει, καὶ ἡ γῆ ὁμοίως τῷ ἐσχάτῳ καὶ γεώδει καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος. καὶ διὰ τοῦτο οὔτε ὕδωρ ἐν τῷ μέσῳ τοῦ ἀέρος μένει οὔτε βῶλος ἐν μέσῳ τοῦ ἀέρος ἢ τοῦ ὕδατος. ἀλλ’ εἰ πάντα τοῦ ἀγαθοῦ καὶ τῆς ἐν αὐτῷ ὠφελείας ἐφίεται κατὰ φύσιν, πῶς σπεύδει πρὸς τὸ μεταβάλλον καὶ ἀλλοιοῦν αὐτὸ καὶ φθείρειν πεφυκός; τὰ γὰρ πλησιάζοντα ἀλλήλοις ἀμέσως μεταβάλλει εἰς ἄλληλα. μήποτε οὖν οὐ μόνον ἀλλοιοῦσθαι πέφυκεν ὑπὸ τοῦ παρακειμένου καὶ μεταβάλλεσθαι εἰς αὐτό, ἀλλὰ καὶ ἀλλοιοῦν ἐκεῖνο καὶ εἰς ἑαυτὸ μεταβάλλειν. ἐφίεται οὖν τῆς ἑαυτοῦ προσαυξήσεως. ἀληθὲς γὰρ λέγειν καὶ ὅτι οὐ τὸ πλησιάζον διώκει ἕκαστον, ἀλλὰ τὴν ὁλότητα τὴν ἑαυτοῦ, καὶ ταύτης ἐφίεται ὡς ἐν ταύτῃ σῳζόμενον· καὶ ταύτῃ καὶ ἐπὶ τὸν τοῦ ὅλου φέρεται τόπον ὅστις ποτέ ἐστιν. Ἐπιστῆσαι δὲ ἄξιον ὅτι δύο παρῆκεν ἀλύτους ἀπορίας ὁ Ἀριστοτέλης τῶν πρὸς τὸν τόπον ἀπορηθεισῶν τήν τε τρίτην καὶ τὴν τετάρτην· ὧν ἡ μὲν ἔλεγε “τί γὰρ ἄν ποτε καὶ θείημεν εἶναι τὸν τόπον; οὔτε γὰρ στοιχεῖον οὔτε ἐκ στοιχείων οἷόν τε εἶναι” καὶ τὰ ἑξῆς· τὴν δὲ “ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν αἴτιον τὸν τόπον” καὶ τὰ ἑξῆς. καὶ πρὸς μὲν τὸ πρῶτον ῥητέον, ὅτι τὰ αὐτὰ ἄν τις καὶ περὶ πάσης ἐπιφανείας ἀπορήσειεν. οὔτε γὰρ ἀσώματον στοιχεῖόν ἐστιν, ἐπειδὴ διέστηκεν, οὔτε σωματικόν, ἐπειδὴ οὐ τριχῇ διαστατόν ἐστιν· ἀλλ’ οὐδὲ ἐκ στοιχείων διὰ τὰς αὐτὰς αἰτίας· οὔτε γὰρ σῶμά ἐστι μὴ ὂν τριχῇ διαστατὸν οὔτε πάντῃ ἀσώματον διεστώς. ἢ οὖν καὶ ἐπιφάνειαν πᾶσαν ἀναιρεῖν χρεών, διότι ὡς ἐπιφάνεια τῷ τόπῳ ἐπῆκται ταῦτα, ἢ οὐδὲ τόπον. εἰ δὲ καὶ τοιαύτη τίς ἐστι φύσις, ἥτις διαστατὴ μέν ἐστιν, οὐ μέντοι ἐπὶ τρία, ὥστε καὶ σῶμα εἶναι, τί κωλύει καὶ στοιχεῖον αὐτὴν εἶναι ἤτοι μέρος τοῦ σώματος καὶ ἐκ στοιχείων τοῦ τε διαστατοῦ καὶ τοῦ ἐπὶ δύο ἢ τοῦ μήκους καὶ τοῦ πλάτους; εἰ μὲν γὰρ τὸ ἀσώματον ἀπόφασιν ἐδήλου τοῦ διαστατοῦ, ἄτοπον καὶ ἀδύνατον ἦν τὸ μήτε σῶμα μήτε ἀσώματον εἶναι τὴν ἐπιφάνειαν. ἐπειδὴ δὲ τὸ μοναχῇ καὶ τὸ διχῇ διαστατὸν ἀσώματόν ἐστι, δυνατὸν εἶναί τι ὃ μήτε σῶμά ἐστι μήτε πάντῃ ἀδιάστατον. πρὸς δὲ τὴν ἀπὸ τῶν αἰτίων ἀπορίαν ῥητέον, ὅτι εἴπερ φυσικῶς ἐφίεται τὰ σώματα καὶ φέρεσθαι ἐπὶ τοὺς οἰκείους τόπους καὶ μένειν ἐν αὐτοῖς, τελικὸν ἂν εἴη αἴτιον ὁ τόπος ὡς συνεκτικὸν καὶ τελεσιουργὸν καὶ περιποιητικὸν τῆς ἑκάστου τελειότητος· ἀτελῆ γάρ ἐστι τὰ ἐν ἀλλοτρίοις ὄντα τόποις τῆς οἰκείας ὁλότητος.2 διὸ καὶ αἱ κινήσεις αὐτῶν αἱ ἐπὶ τοὺς οἰκείους τόπους ἐπ’ εὐθείας οὖσαι ἀτελῶν εἰσιν, ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ὡμολόγησεν. οὐδὲν γὰρ τῶν ἁπλῶν τέλειον ὂν ἐπ’ εὐθείας κινεῖται, ἀλλ’ ἢ μένει ἢ κινεῖται κύκλῳ.
然而,当两者在现实上成为一体时(而这发生在一方转化为另一方之时,例如水变为空气或空气变为水),这便不再彼此接触,一者在另一者之中也不再是犹如在处所之中,而是合生为一并相互连续,被造成一个整体与诸部分。然而,既然我们将非强力的、顺应本性的接触以及在包围物体的界限处犹如在处所中存在的原因归于亲缘关系和共有性质,我想有人便会合情合理地提出注意:按照这一论理,本应唯独水才是地的处所,而不应空气也是。其次,如果它是犹如冲向同类之物那样移动,为什么土块既然在同类之物中并与其相接触,却不也停留在空气中或水中间呢?或者对于第一个问题可以说:邻近大地的空气由于混浊而在本性上接近水,因此对地也是同类;而对于第二个问题可以说:水也并非对全部空气都是同类的,而是对紧靠着它自身的那部分是同类的,地同样也对空气和水两者的最边缘且具泥土性的部分是同类的。因此,既不是水停留在空气中间,也不是土块停留在空气或水的中部。然而,如果万物在自然本性上都追求善及其中的益处,它又如何会急切奔向那本性上会转化它、改变它并毁灭它的事物呢?因为彼此直接紧邻的事物会相互转化。那么,它难道不是本性上不仅会被紧邻之物所改变并转化为该物,而且也会改变该物并使之转化为自身吗?因此它追求自身的增长。因为说下述话也是真实的:各物所追求的并不是那紧邻之物,而是其自身的完整性,并且它追求此完整性乃是因为在其中得到保全;而且正是因此,它才被带向该整体的处所,无论那处所是什么。 值得注意的是,亚里士多德在针对处所提出的疑难中,留下了第三和第四这两个疑难未予解决;其中一个疑难说:“因为我们究竟该把处所设定为什么呢?因为它既不可能是元素,也不可能由元素构成”等等;而另一个疑难说:“再者,人们又该把处所设定为存在物的何种原因呢?”等等。对于第一个〔疑难〕应当说:人们对于任何表面也可以提出同样的疑难。因为它既不是非物体的元素,因为它是延展的;也不是物体的元素,因为它不是三维延展的;但由于同样的原因,它也不是由元素构成的;因为若不是三维延展的就不是物体,而延展的又并非全然非物体。因此,既然这些性质是作为表面被强加给处所的,要么必须连同一切表面也予以否定,要么也不应否定处所。但如果确实存在某种虽有延展却并非向三个维度延展(以致成为物体)的本性,那么有什么妨碍它既是元素即物体的部分,又由元素(即延展者与二维者,或长与宽)构成呢?因为如果“非物体”表示对延展者的否定,那么表面既非物体亦非非物体便会是荒谬且不可能的。但既然一维延展和二维延展的事物是非物体的,那么存在某种既非物体亦非完全无延展的事物便是可能的。另一方面,对于出自原因的疑难应当说:如果物体在自然本性上既追求被带向固有处所,又追求留驻于其中,那么处所作为维系、促成并获致各物完满性的东西,就会是目的因;因为处于异己处所中的事物缺乏其固有的完整性。因此,它们向着固有处所的直线运动也是不完满者的运动,正如亚里士多德自己在《论生成与消灭》中所承认的那样。因为简单物体中凡完满者皆不作直线运动,而是要么留驻,要么作圆周运动。
- 4.52τοῦτο οὐκέτι ἅπτεται ἀλλήλων
主语 τοῦτο 以中性单数概括指称前文所述“两者在现实上成为一体”(ἄμφω ἓν γενόμενον)的情形。动词 ἅπτεται 虽与单数主语一致而用单数,但因指涉结合前的两个组成成分,故相互代词补足语 ἀλλήλων 采用复数属格。
- 4.52ἀτελῆ γάρ ἐστι τὰ ἐν ἀλλοτρίοις ὄντα τόποις τῆς οἰκείας ὁλότητος
属格 τῆς οἰκείας ὁλότητος 不从属于 τόποις,而是修饰表语形容词 ἀτελῆ,充当表示缺乏或剥夺的属格(“缺乏其固有的完整性”)。主语为主格冠词分词短语 τὰ ἐν ἀλλοτρίοις ὄντα τόποις(“处于异己处所中的事物”)。
