← 辛普里丘

亚里士多德《物理学》注释

§595.27-597.2

根据处所定义解决诸疑难与芝诺悖论

辛普利丘依据《物理学》212b22及以下的引文,注解亚里士多德如何运用其确立的处所定义(包囲者的第一不动界限),逐一解决关于处所随物体增长而增长、点的处所、处所的维度(是物体还是非物体间隔)以及芝诺关于处所之处于处所中的诸疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.51

" Φανερὸν δὲ ἐκ τούτων, ὅτι καὶ αἱ ἀπορίαι πᾶσαι λύονται ἕως τοῦ οὐ γὰρ πᾶν ἐν τόπῳ τὸ ὄν, ἀλλὰ τὸ κινητὸν σῶμα." Εἰπὼν πρότερον οὕτω κάλλιστα δείκνυσθαι ἕκαστον, ἐὰν ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ πράγματι ὑπάρχοντα φανῇ καὶ τὰ τῆς δυσκολίας αἴτια φανερὰ γένηται καὶ ἔτι μέντοι καὶ αἱ ἀπορίαι λυθῶσι, καὶ δείξας ὅπως ὑπάρξει τῷ ἀποδοθέντι τοῦ τόπου ὁρισμῷ τῷ λέγοντι, ὅτι ἐστὶ τὸ τοῦ περιέχοντος πέρας πρῶτον ἀκίνητον, τὰ δοκοῦντα ὑπάρχειν αὐτῷ καὶ τὴν αἰτίαν τῆς δυσκολίας παραδείξας, νῦν τὸ λοιπόν, ὅπως αἱ ἐπαχθεῖσαι τῷ τόπῳ ἀπορίαι ἐκ τοῦ ὁρισμοῦ διαλύονται, δείκνυσιν.1 ἦν δὲ μία τῶν ἀποριῶν αὕτη· εἰ πᾶν σῶμα ἐν τόπῳ καὶ ἐν παντὶ τόπῳ σῶμα, τῶν αὐξανομένων δεήσει καὶ τὸν τόπον συναύξεσθαι· εἰ γὰρ μὴ τοῦτο, τὸ προστιθέμενον σῶμα οὐκέτι ἔσται ἐν τόπῳ. ῥητέον οὖν ὅτι ὑποχωροῦντος τοῦ περιέχοντος σώματος ἢ κατὰ ἀντιπερίστασιν, ὅταν τὸ ἐφεξῆς τὸν τοῦ ἀλλαχοῦ μειωθέντος τόπον καταλαμβάνῃ, ἢ κατὰ πύκνωσιν καὶ πίλησιν, καὶ τὰ πέρατα ὑπείκει, ὥστε τὰ αὐξανόμενα ἐν μείζονι γίνεσθαι τόπῳ, οὐ τοῦ τόπου καθ’ αὑτὸν αὐξανομένου· οὐδὲν γὰρ πέρας καθ’ αὑτὸ αὔξεται· ἀλλ’ οὐδὲ τὸ σῶμα οὗ ἐστι πέρας αὔξεται, τοὐναντίον δὲ ἔστιν ὅτε καὶ συστέλλεται πυκνούμενον. ἀλλ’ οὐδὲ στιγμῆς ἔσται τόπος. οὐ γὰρ ἀνάγκη, εἰ τοῦ σώματός ἐστι τόπος, καὶ τὰ πέρατα αὐτοῦ ἐν τόπῳ εἶναι· οὔτε γὰρ κεχωρισμένα οὔτε περιεχόμενά ἐστιν, οἷα χρὴ εἶναι τὰ ἐν τόπῳ. ὅλως δὲ εἰ μηδὲ τὰ μέρη συνεχῆ ἐν τόπῳ ἐστίν, ὅτι μὴ κεχώρισται τοῦ ὅλου, πολλῷ μᾶλλον τὰ πέρατα οὐκ ἂν εἴη ἐν τόπῳ. μήποτε δὲ οὐδὲ τὸ διαφορὰν εἶναι στιγμῆς καὶ τόπου στιγμῆς ἄτοπόν ἐστιν. εἰ γὰρ τοῦτο ἄτοπον, οὐδὲ ἅψασθαι ἀλλήλων σώματα δυνατόν· εἰ γὰρ μὴ ἡ στιγμὴ τῇ στιγμῇ ἐφαρμόττει, οὐδὲ γραμμὴ γραμμῇ οὐδὲ ἐπίπεδον ἐπιπέδῳ. τρίτον δὲ λύεσθαί φησιν ἐκεῖνο τὸ ἄπορον, ὃ πρῶτον ἐρρήθη, ὅτι οὔτε ἀσώματόν ἐστι·2 διαστήματα γὰρ ἔχει τρία μήκους καὶ πλάτους καὶ βάθους, οἷς ὁρίζεται πᾶν σῶμα. καὶ ἀδύνατον σῶμα εἶναι τὸν τόπον· ἐν τῷ αὐτῷ γὰρ ἂν εἴη δύο σώματα. λύεται οὖν καὶ τοῦτο ἐκ τοῦ ὁρισμοῦ τοῦ τόπου· τὸ γὰρ πέρας τοῦ περιέχοντος οὐκ ἔχει τρία διαστήματα οὐδὲ ἔστι σῶμα. διὰ δὲ τοῦ αὐτοῦ δείκνυται, ὅτι μηδὲ διάστημα σωματικὸν ὁ τόπος ἐστί· τὸ γὰρ σωματικὸν διάστημα τὸ ἐπὶ τρία διεστώς ἐστιν, ὥστε τῷ μὲν λέγοντι τὸ ἐπὶ τρεῖς διαστάσεις διεστὼς τοῦτο εἶναι τὸν τόπον, ἕποιτο ἂν ἴσως τὸ δύο σώματα εἶναι ἐν τόπῳ, τῷ δὲ πέρας σώματος λέγοντι οὐκέτι ἂν ἕποιτο τοῦτο. λύεται δὲ ἐκ τοῦ ὁρισμοῦ καὶ ἡ Ζήνωνος ἀπορία, ἣν καὶ πρότερον ἔλυσεν. ὁ μὲν γὰρ Ζήνων ἔλεγεν, εἰ πᾶν τὸ ὂν ποῦ, καὶ ὁ τόπος ἐν τόπῳ ἔσται· εἰ δὲ τὸ πέρας τοῦ περιέχοντος ὁ τόπος, ἔσται μὲν ἔν τινι καὶ ὁ τόπος τοῦ ποῦ τὸ ἔν τινι σημαίνοντος,3 ἔσται δὲ οὐχ ὡς ἐν τόπῳ, ἀλλ’ ὡς πέρας ἐν τῷ σώματι οὗ ἐστι τόπος. ὥστε καὶ ἀναγκαίως οὐκ ἂν εἴη ἐν τόπῳ ὁ τόπος, εἴπερ ἐν τόπῳ μέν ἐστι τὸ κινητὸν σῶμα κατὰ φοράν, τὸ δὲ πέρας τοῦ περιέχοντος οὐκ ἔστι κινητὸν κατὰ φορὰν καθ’ αὑτό· οὐδὲ γάρ ἐστι κεχωρισμένον.

“从这些可见,所有的疑难也均得以解决……直至因为并非一切存在之物都在处所中,而是可动的物体。” 他此前曾说过,如果根据给定的定义,既能显明似乎属于该事物的诸属性确实属于它,困难的原因也变得显然,而且诸疑难也得以解决,那么每一事物便得到了最好的证明;而在指明了似乎属于处所的属性如何属于所给定的处所定义(即宣称处所是包围者的第一不动界限的定义),并提示了困难的原因之后,他现在证明剩下的部分:即针对处所提出的诸疑难如何根据该定义得以化解。而诸疑难之一是这样的:如果每一个物体都在处所中,且在每一个处所中都有一个物体,那么对于增长之物而言,处所也必须随之一同增长;因为若不然,所添加的物体便不再会在处所中了。因此应当说,当包围着的物体要么由于互换位置(即当邻近之物占据了在别处缩减之物的处所时),要么由于凝缩和挤压而退让时,其界限也同样顺从退让,以至于增长之物进入更大的处所中,但这并非由于处所依自身增长;因为没有任何界限依自身增长;甚至那以它作为界限的物体也没有增长,相反有时在被凝缩时还会收缩。然而点也不会有处所。因为即便物体的处所有所存在,其界限也未必在处所中;因为它们既非分离的,亦非被包围的,而处于处所之中的事物应当是这样的。总的来说,如果连连续的部分由于未从全体中分离出来而不在处所中,那么界限就更不在处所中了。而且,点与点的处所之间存在差异大概也绝非荒谬。因为如果这是荒谬的,那么物体之间甚至不可能相互接触;因为如果点不能与点吻合,那么线便不能与线吻合,面也不能与面吻合。第三,他说最初陈述的那条疑难也得以解决,即:处所并非非物体的;因为它具有长度、宽度与深度的三维间隔,而一切物体皆以此被限定。而处所作为物体又是不可能的;因为在同一之物中将会有两个物体。因此,根据处所的定义,这一条也得以解决;因为包围者的界限并不具有三维间隔,它也不是物体。而且通过同一理由可以证明,处所也不是物体的间隔;因为物体的间隔是在三个方向上扩展的,所以对于宣称在三维上扩展的这就是处所的人来说,大概会随之产生两个物体处于处所之中的后果,但对于宣称它是物体的界限的人来说,这便不再随之产生。此外,芝诺的疑难——他此前也曾解决过——同样根据这一定义得以解决。因为芝诺曾说,如果一切存在之物都在某处,那么处所也将在处所之中;然而如果处所是包围者的界限,那么鉴于“在某处”意味着“在某物之中”,处所固然也将在某物之中,但却不是如同在处所中那样存在,而是作为界限存在于以它作为处所的物体之中。因此,处所必然不会在处所之中,如果依位置移动而可动的物体确实在处所之中,而包围者的界限依自身却并非依位置移动而可动的话;因为界限甚至不是分离存在的。

语法注3 条
  1. 4.51Εἰπὼν πρότερον ... δείκνυσιν

    整个句子的主干为:开头的先时分词短语(Εἰπὼν πρότερον ... καὶ δείξας ... παραδείξας)修饰主句的主要动词 δείκνυσιν,而从属从句 ὅπως αἱ ἐπαχθεῖσαι τῷ τόπῳ ἀπορίαι ἐκ τοῦ ὁρισμοῦ διαλύονται 作其宾语。省略的主语在语境中为亚里士多德。

  2. 4.51ὅτι οὔτε ἀσώματόν ἐστι

    连词 ὅτι 引导一个同位(说明性)从句,用以具体展开前述 ἄπορον 的内容,即“处所并非非物体的[这一疑难]”;它与后文的 καὶ ἀδύνατον σῶμα εἶναι τὸν τόπον 构成对应,呈现出处所既非物体亦非非物体的两难困境。

  3. 4.51τοῦ ποῦ τὸ ἔν τινι σημαίνοντος

    属格独立结构。带有中性定冠词 τοῦ 的副词 ποῦ(即作为词或范畴的“在某处”)充当主语,带有分词 σημαίνοντος 及其宾语 τὸ ἔν τινι(“在某物之中”),在此表示原因或附带情况。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:595.27-597.2