- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:594.8-595.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了“天”指的是作圆周运动的整个天体而非全宇宙,其最下内表面即为作直线运动者的处所,反驳了亚历山大的解释并引述了欧德谟关于天是否在处所中的讨论。随后他探讨了圆周运动是否属于依处所运动的难题。
οὐ γὰρ ὡς ἐν τόπῳ πάντα ἐν τῷ κόσμῳ, ἀλλ’ ὡς ἐν ὅλῳ. ὅτι δὲ ὡς ἐν τόπῳ εἶπεν ἐν τῷ κυρίως οὐρανῷ τῷ κυκλοφορητικῷ σώματι τὰ πάντα, ἐδήλωσεν εἰπὼν ἔστι δὲ τόπος οὐχ ὁ οὐρανὸς ὅλος, ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον καὶ ἁπτόμενον τῶν κατ’ εὐθεῖαν κινουμένων. εἶπε δὲ τοῦ κινητοῦ σώματος, τουτέστι τοῦ καθ’ αὑτὸ ἀπολελυμένου καὶ κινουμένου κατὰ φοράν. ἔσχατον δὲ λέγει τὸ κοῖλον τῆς σεληνιακῆς σφαίρας ὡς ἓν ἅπαντας τοὺς οὐρανοὺς λαβών.1 τοῦτο δὲ καὶ διὰ τοῦ ἑξῆς δηλοῖ εἰπὼν καὶ διὰ τοῦτο ἡ μὲν γῆ ἐν τῷ ὕδατι καὶ τὰ ἑξῆς· καὶ ἐνταῦθά φησιν ὁ Ἀλέξανδρος δεῖν σημειώσασθαι, ὅτι μέχρι νῦν τῷ τοῦ οὐρανοῦ ὀνόματι χρησάμενος ἐπὶ τοῦ κόσμου παντὸς νῦν τὸν οὐρανὸν βούλεται τὴν ἐξωτάτω σφαῖραν τὴν τῶν ἀπλανῶν λέγειν. καίτοι καὶ ὅτε ἔλεγεν ἐν τῷ οὐρανῷ πάντα, οὐ περὶ τοῦ κόσμου ἔλεγεν, ὡς ἐδήλωσεν ἐφεξῆς εἰπὼν ἔστι δὲ ὁ τόπος οὐχ ὁ οὐρανὸς ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον, καὶ μέντοι ἐν τούτοις ἅπασιν οὐ περὶ τῆς τῶν ἀπλανῶν σφαίρας ἔοικε λέγειν, ὥς φησιν ὁ Ἀλέξανδρος, ἀλλὰ πᾶν τὸ θεῖον σῶμα οὐρανὸν καλεῖ, ὡς δηλοῖ καὶ τὸ τὸ ἔσχατον αὐτοῦ καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος τόπον εἰπεῖν2 (κινητὰ γὰρ λέγει τὰ ἐπ’ εὐθείας κινεῖσθαι πεφυκότα) καὶ τὸ ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ· οὐ γὰρ ἐν τῇ ἀπλανεῖ ὁ αἰθήρ, ἀλλὰ προσεχῶς ἐν τῷ κοίλῳ τῆς σεληνιακῆς σφαίρας. ὡς ἕνα δὲ τὸν οὐρανὸν λαβὼν εἰκότως εἶπεν ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ· ὁ μέντοι Ἀλέξανδρος “αἰθέρα, φησί, τὰς τῶν πλανωμένων σφαίρας εἶπε· καὶ εἴη ἄν φησι τὸ πῦρ παρειακὼς καὶ σὺν τῷ ἀέρι τεθεικώς. καίτοι οὐκ ἂν τοῦ πέμπτου σώματος τὸ μὲν αἰθέρα τὸ δὲ οὐρανὸν ἐκάλει. καὶ γὰρ ὅτε τὸ πῦρ παρῆκε, τὸν ἀέρα ἐν τῷ οὐρανῷ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν· “ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ οὐρανῷ, διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ”. καὶ δῆλον ὅτι οὐρανὸν ἢ τὸν ὅλον κόσμον ἔλεγεν ἢ τὸ κυκλοφορητικὸν πᾶν· πολλὴν δὲ τοῖς προκειμένοις ἀσάφειαν ἐνεποίησε τὸ ποτὲ μὲν τὸ πᾶν ποτὲ δὲ τὸν οὐρανὸν ὀνομάζειν· καὶ μήποτε περὶ ἀμφοῖν ποιεῖται τὸν λόγον, ὡς ἕνα τὸν ὅλον οὐρανὸν παραλαμβάνων, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, φημὶ δὴ διὰ τὸ μὴ περιέχεσθαι ὑπό τινος, ὁμοίως καὶ τὸ πᾶν καὶ τὸν οὐρανὸν λέγων μὴ εἶναι ἐν τόπῳ· ὁ δὲ Εὔδημος τὸ μὲν πᾶν οὐδὲ ὀνομάζει· ἐπὶ δὲ τοῦ οὐρανοῦ τὴν ζήτησιν ποιεῖται τοῦ ὅλου καὶ αὐτὸς ὡς οἶμαι γράφων οὕτως· εἰπὼν ὅτι τοῦ περιέχοντος ᾗ περιέχον πέρας ὁ τόπος ἂν εἴη ἀκινήτου ὄντος ἐπήγαγε· “τὸ γὰρ κινούμενον ἀγγειῶδες, καὶ διὰ τοῦτο τῶν τόπων τὴν ἀναφορὰν πρὸς τὸν οὐρανὸν ποιούμεθα. οὗτος γὰρ οὐ μεταλλάσσει τόπον ἄλλον, ἀλλ’ εἴπερ, κατὰ μόρια· ἐν τῷ αὐτῷ γὰρ ἡ περιφορά. αὐτὸς δὲ πότερόν ἐστιν ἐν τόπῳ ἢ οὐκ ἔστιν ἢ πῶς ἑκάτερον; ὅλος μὲν γὰρ οὐκ ἔστιν ἐν τόπῳ, εἰ μή ἐστι τι ἐκτός· οὕτω γὰρ ἂν περιέχοιτο· τοῦτο δὲ ἐπισκεψόμεθα. τὰ δὲ ἄστρα καὶ ὅσα ἐντὸς τοῦ ἐξωτάτω σώματος ἐν τῷ ἐκείνου πέρατί ἐστιν, ᾗ περιέχον ἐστί. τὰ δὲ οὕτως ἔν τινι ἐν τόπῳ λέγεται, ἐν ᾧ δὲ τὰ μόρια, τὸ ὅλον λέγομεν εἶναι. οὕτω μὲν οὖν εἴη ἂν ἐν τόπῳ. ἔστι δὲ καὶ ἄλλως ποῦ· ἐν τοῖς μορίοις γάρ ἐστι τὸ ὅλον, πολλαχῶς δὲ τὸ ποῦ”· ἐν οἷς καὶ ὅπως κατὰ συμβεβηκὸς ὁ ὅλος οὐρανὸς ἐν τόπῳ, εἶπεν. ἀλλ’ ἐπιστῆσαι ἄξιον, ποία τῶν κινήσεών ἐστιν ἡ κυκλοφορία. δῆλον γὰρ ὅτι οὔτε κατ’ οὐσίαν ἐστὶν οὔτε κατὰ ποσὸν οὔτε κατὰ ποιόν· λείπεται ἄρα, εἴπερ ἐστὶ κίνησις, κατὰ τόπον αὐτὴν εἶναι· εἰ δὲ κατὰ τόπον κινεῖται, καὶ ἐν τόπῳ πάντως ἐστίν, ὡς δέδεικται πολλάκις. ὁ δέ γε Ἀλέξανδρος σαφῶς λέγει μὴ εἶναι τοπικὴν ταύτην τὴν κίνησιν, διότι μὴ ἀλλάσσει τόπον· τίς δέ ἐστιν, οὐ λέγει, καίτοι σαφῶς τοῦ Ἀριστοτέλους ἐν τῇ Περὶ οὐρανοῦ τὴν κατὰ τόπον κίνησιν, ἣν καλεῖ φοράν, διαιροῦντος εἴς τε τὴν κύκλῳ καὶ τὴν ἐπ’ εὐθείας καὶ μικτήν, ἐν οἷς φησι “πᾶν μὲν γὰρ τὸ φερόμενον ἢ κύκλῳ φέρεται ἢ ἐπ’ εὐθείας ἢ τὴν μικτήν”. καὶ ἐν τῷ ὀγδόῳ τῆσδε τῆς πραγματείας σαφῶς τὴν κυκλοφορίαν κατὰ τόπον λέγει κίνησιν.
因为万物并不是在宇宙之中如同在处所中一样,而是在其中如同在全体中一样。而他说万物如同在处所中一样是在严格意义上的天——即作圆周运动的物体——之中,他通过说“处所并不是整个天,而是天的某种极界,且接触着沿直线运动的事物”而表明了这一点。他说“可动之物体的”,也就是说,依自身得到释放并依位置移动而运动的事物。而在把所有诸天作为一个整体来把握之后,他把月球天球的内凹面称为“极界”。这一点他也通过后文表明,他说“并且因此大地在水之中”及随后的语句;在这里亚历山大说应当注意,一直以来把“天”这一名称用于整个宇宙的他,现在意图用“天”来指称最外层的恒星天球。然而,哪怕当他说“万物都在天之中”时,他也并非在谈论宇宙,正如他紧接着通过说“处所并不是天,而是天的某种极界”所表明的那样;而且在所有这些地方,他似乎并不是像亚历山大所说的那样在谈论恒星天球,而是将整个神圣物体称为“天”,这无论通过他将接触可动之物体的其极界说成处所(因为他将本性上沿直线运动的事物称为“可动物体”),还是通过“而以太在天之中”这句,都得到了表明;因为以太并不在恒星天之中,而是直接处于月球天球的内凹面之中。在将天作为一个整体把握之后,他自然地说:“而天则再也不在另一者之中。”然而亚历山大说:“他将漫游星的诸天球称为‘以太’;并且他大概是省略了火,”他说,“并将它与空气置于一处。”然而,他绝不会将第五种物体的一部分称为以太,而另一部分称为天。因为即使当他省略了火时,他在前面的段落中也曾谈及空气在天之中:“既然我们说如同在处所中一样是在天之中,是因为它在空气之中,而这在天之中。”显然,他所说的“天”要么是指整个宇宙,要么是指作圆周运动的全体;然而时而称之为“全”,时而称之为“天”,给摆在面前的论题带来了极大的晦涩;也许他是在对两者进行探讨,把整个天作为一个整体来接纳,并出于同一个原因——我是说由于不被任何事物所包围——同样宣称全与天均不在处所之中。欧德谟甚至根本没有提到“全”这一名称;他也是对整个天进行探讨,如我所认为的那样,他是这样写的:在说过了如果包围者是不动的,那么包围者作为包围者的界限将是处所之后,他接着写道:“因为被运动之物如容器一般,因此我们把诸处所的指涉归向天。因为天并不变换到另一个处所,即使变换,也是依部分变换;因为它的旋转是在同一之处。而它自身究竟是在处所中,还是不在,抑或各自如何?因为作为全体而言,除非外部有某物,否则它不在处所中;因为这样〔外部有某物〕它就会被包围;这一点我们日后将予以探讨。但是诸星体以及最外层物体内部的所有事物,都在那作为包围者的那一物体的界限之中。而以这种方式在某物之中的事物被称为在处所中,在诸部分所处于其中的事物中,我们说全体也在其中。依此方式,它便会在处所中。但它也在另一种意义上‘在某处’;因为全体在各部分之中,而‘在某处’是依多种方式被表述的。”在这些话中他也谈到了整个天如何偶性地在处所中。然而值得注意的是,圆周旋转究竟属于哪一种运动。因为显然它既不依实体,也不依数量,也不依性质;因此剩下的就是,如果它确实是运动,它必定是依处所的[运动];而如果它依处所运动,它无论如何都在处所中,正如屡次证明过的那样。然而亚历山大明确说这种运动并不是处所性的,因为它并不变换处所;至于它究竟是什么[运动],他却没有说,尽管亚里士多德在《论天》中明确将依处所的运动(他称之为位置移动)区分为圆周的、直线的以及混合的,其中他说:“因为一切被运送之物,要么在圆周上被运送,要么在直线上,要么在混合的轨迹上。”并且在本论著的第八卷中,他也明确将圆周旋转称为依处所的运动。
- 4.50ὡς ἓν ἅπαντας τοὺς οὐρανοὺς λαβών
分词结构。ὡς+分词 λαβών 表示主语(亚里士多德)的视角与把握方式,意为“将所有诸天作为一个整体来把握”。以此解释了何以天的“极界”(ἔσχατον)指的是与月下界相接的月球天之内凹表面(τὸ κοῖλον τῆς σεληνιακῆς σφαίρας),而非恒星天球的外表面。
- 4.50τὸ τὸ ἔσχατον αὐτοῦ καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος τόπον εἰπεῖν
带冠词的不定式短语(τὸ ... εἰπεῖν)充当主动词 δηλοῖ 的主语,并与后文的 τὸ ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ 并列以提供两条依据。在不定式 εἰπεῖν 内部构成了双重宾格结构:宾格宾语为 τὸ ἔσχατον αὐτοῦ καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος(“接触可动之物体的其极界”),宾格补足语为 τόπον(“[为]处所”)。
