- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:592.27-594.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了天和整个宇宙甚至连偶性地都不在处所中,并通过审查和批判前人的解释,探讨了亚里士多德在将天称为“也许就是全”时加上“也许”的缘由。
μήποτε δέ, ὅπερ καὶ πρότερον εἶπον, οὐδὲ κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ οὔτε τὸ πᾶν οὔτε ὁ ἀπλανὴς οὐρανός· εἰ γὰρ κατὰ συμβεβηκὸς ἐν τόπῳ τοῦτό ἐστιν, ὅπερ ἢ μέρος ἢ συμβεβηκός ἐστι τοῦ καθ’ αὑτὸ ὄντος ἐν τόπῳ, ἔστι δὲ τὸ μὲν πᾶν οὔτε μέρος οὔτε συμβεβηκός τινος, ὁ δὲ ἀπλανὴς οὐρανὸς μέρος μὲν τοῦ παντός, οὐ μέντοι καθ’ αὑτὸ ὄντος ἐν τόπῳ, δῆλον ὅτι οὐδὲ κατὰ συμβεβηκὸς εἴη ἂν ἐν τόπῳ. ἀλλ’ ἔοικε τὸ κατ’ ἄλλο ὡς κατὰ συμβεβηκὸς λαβεῖν.1 τὸ γὰρ κατὰ μέρη ἐν τόπῳ κατ’ ἄλλο ἐστί. κοινὸν γὰρ καὶ τῷ κατὰ συμβεβηκὸς καὶ τῷ κατὰ μέρη τὸ κατ’ ἄλλο. ἐπεὶ οὖν ἐν τοῖς μέρεσι τὸ ὅλον, κἂν μὴ ὡς μέρος μηδὲ ὡς συμβεβηκός, τὰ δὲ μέρη ἐστὶν ἐν τόπῳ κατὰ τὴν ἐπὶ τὰ μέρη ἀναφοράν, ἐν οἷς ἐστι τὸ ὅλον καὶ τὸ πᾶν, καὶ ὁ οὐρανὸς ἐν τόπῳ ἂν εἴη κατὰ συμβεβηκός. μήποτε δὲ οὔτε τῆς ἀπλανοῦς οὔτε ἄλλης σφαίρας τὰ μέρη ἐν τόπῳ ἐστί· κἂν γὰρ ἔχηται ἀλλήλων, ἀλλ’ οὐ διῃρημένα. εἰ οὖν τὰ μέρη μή ἐστιν ἐν τόπῳ καθ’ αὑτά, οὐδὲ τὸ ὅλον ἂν εἴη ἐν τόπῳ κατὰ τὰ μέρη. Καὶ ὁ μὲν Ἀλέξανδρος οὐρανὸν λέγεσθαι νῦν φησιν οὐ τὴν τῶν ἀπλανῶν σφαῖραν οὐδὲ τὸ θεῖον σῶμα μόνον, ἀλλὰ τὸν κόσμον πάντα, διότι τούτου μὲν τὰ μέρη πλὴν τῆς ἀπλανοῦς ἐν τόπῳ ἐστί, τῆς δὲ ἀπλανοῦς τὰ μέρη οὐκέτι, εἴπερ τὸ ἐπὶ τὸ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο ἐπὶ τῶν τοῦ παντὸς μορίων ἀκούειν ἀνάγκη, ὡς τῆς μὲν γῆς ἐν τῷ ὕδατι περιεχομένης, τοῦ δὲ ὕδατος ἐν τῷ ἀέρι, καὶ τούτου ἐν τῷ αἰθέρι, καὶ τούτου ἐν τῷ οὐρανῷ, ὡς αὐτὸς ἐρεῖ· μήποτε δέ, ὡς καὶ αὐτὸς Ἀλέξανδρος ἐπέστησεν, ἐφαρμόσοι ἂν καὶ τῇ ἀπλανεῖ τὰ λεγόμενα· καὶ γὰρ τῶν τῆς ἀπλανοῦς μορίων ἐπὶ τῷ κύκλῳ περιέχει ἄλλο ἄλλο. ἕκαστον γὰρ τῶν μορίων αὐτῆς ὑπ’ ἄλλων τινῶν μορίων περιέχεται τῶν μὲν προηγουμένων κατὰ κύκλον, τῶν δὲ ἑπομένων. διὸ μόνον κύκλῳ κινεῖται τὸ τοιοῦτον καὶ οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω. ἐφ’ ὃ δὲ κινεῖται, ὡς εἶπε πρότερον, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις, οὐκ αὐτὸς τόπος, ἀλλὰ ἄλλου ἄλλο κύκλῳ περιέχοντος. διὸ οὐ κατὰ φοράν, ἀλλὰ κατὰ περιφορὰν ἡ κίνησις. καὶ μήποτε τοῦτο τὸ * * κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο ὡς κοινῶς καὶ τῷ παντὶ ἐφαρμόττον καὶ τῇ ἀπλανεῖ καὶ ἑκάστῃ τῶν οὐρανίων σφαιρῶν τέθεικεν. ὅτι δὲ οὐκ ἔστι καθ’ αὑτὸν ὁ οὐρανὸς ἐν τόπῳ, δείκνυσι σαφέστερον νῦν μεταλαβὼν τὸ ὄνομα αὐτοῦ εἰς τὸ πᾶν. τὸ γὰρ ἐν τόπῳ αὐτό τέ ἐστί φησι καὶ ἔτι ἔξωθεν αὐτοῦ τοῦτο ὃ περιέχει αὐτό, ὡς προείρηται, τοῦ δὲ παντὸς οὐδέν ἐστιν ἔξω. εἰ γὰρ ἔξω τι αὐτοῦ, οὐκέτι τοῦτο πᾶν, ἀλλὰ τὸ σὺν τῷ ἔξω. καὶ ἔτι μέντοι, ὡς εἴρηται πρότερον, εἰ μήτε ἄπειρόν ἐστι σῶμα, ὡς δέδεικται, μήτε κενόν, ὡς δειχθήσεται, ἔσται τὸ ἔξω πεπερασμένον σῶμα. καὶ τοῦτο ἢ οὐδαμοῦ (καὶ οὕτω δυνατὸν ἔσται εἶναί τι σῶμα μὴ ὂν ἐν τόπῳ) ἢ ποῦ· καὶ οὕτως ἐπ’ ἄπειρον, ὅπερ ἀδύνατον καὶ διὰ τὸ ἀόριστον καὶ ὅτι ἔσται πάλιν σῶμα ἄπειρον· τὸ δὲ ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως ἀντὶ τοῦ ὁ κόσμος δοκεῖ λέγεσθαι· τὸ γὰρ πᾶν δείξας μὴ ὂν ἐν τόπῳ, εἰκότως συνῆψε τὸ τὸν κόσμον τὸ πᾶν εἶναι. τὸ δὲ ἴσως πρόσκειται, φασίν, ἢ διὰ τὸ μηδέπω εἰρῆσθαι περὶ τοῦ κενοῦ, ὅτι οὐκ ἔστιν, ὃ φασί τινες περιέχειν τὸ πᾶν, ἢ διὰ τὸ μηδέπω δεδεῖχθαι ὅτι εἷς ἐστιν ὁ κόσμος, ἢ ὅτι ἐστί τινα καὶ ἀσώματα εἴδη καθ’ αὑτά, ἢ διὰ φιλόσοφον εὐλάβειαν·2 μήποτε δὲ ἐπὶ τοῦ παντὸς κόσμου δείξας, ὅτι οὐκ ἔστιν ἐν τόπῳ, καὶ βουλόμενος μηδὲ τὸν οὐρανὸν εἶναι ἐν τόπῳ διὰ τὰς αὐτὰς αἰτίας (οὐ γάρ ἐστί τι τοῦ ὅλου οὐρανοῦ ἔξω), ἐπήγαγεν ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως, τὸ ἴσως προσθείς, ὅτι περιεκτικὸς μὲν καὶ ὅτι οὐδὲν ἔξω αὐτοῦ καὶ ὅτι ἐλάχιστόν τι τὸ παρ’ αὐτόν ἐστι καὶ τοῦτο ἐντὸς καὶ περιεχόμενον, οὐ μέντοι ἁπλῶς τὸ πᾶν. διότι δὲ ἐν αὐτῷ πάντα, τὸ πᾶν ἴσως. Ἐπιστῆσαι δὲ χρὴ ὅτι οὐρανὸν νῦν οὐ τὸν κόσμον λέγει· οὐ γὰρ ἂν εἶπε καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα ὡς ἐν τόπῳ.3
然而也许正如我之前所说,无论是全还是恒星天,甚至连偶性地都不在处所中。因为如果偶性地在处所中的事物,乃是依自身处于处所中的事物的某一部分或偶性,而全既不是任何东西的部分也不是任何东西的偶性,恒星天虽是全的一部分,却不是依自身处于处所中的事物的一部分,那么显然它甚至连偶性地也不会在处所中。但[亚里士多德]似乎是将“依他物”当作“偶性地”来理解的。因为依部分而在处所中,乃是依他物而在处所中;因为“依他物”对于偶性地和依部分而言是相通的。因此,既然全体在各部分之中——哪怕既不是作为部分也不是作为偶性——而各部分又在处所中,那么依照向着全体和全所处于其中的各部分的指涉,天也会是偶性地在处所中。但也许无论是恒星天球还是其他天球的各部分,都并不在处所中;因为即使它们彼此相连,却并未被分割。因此,如果各部分依自身不在处所中,那么全体也不会依各部分而在处所中。亚历山大说,现在所说的“天”指的不是恒星天球,也不是仅仅指神圣物体,而是指整个宇宙,因为这后者的各部分除恒星天球外都在处所中,而恒星天球的各部分则不再如此——如果确实必须将“因为在圆周上一者包围另一者”这句理解为指全的各部分,正如大地被水包围,水被空气包围,空气被以太包围,以太被天包围一样,正如他自己将要说的那样。但也许,正如亚历山大自己也指出的,所说的话也可以适用于恒星天球;因为恒星天球的各部分在圆周上也是一者包围另一者。因为它的每一个部分都被某些其他部分所包围,有些沿圆周在先,有些则在后。因此这样的东西仅仅作圆周运动,既不向上也不向下。正如他之前所说,在它运动的方向上,在这一方面对于各部分而言也有处所,并不是它自身是处所,而是由于在圆周上一者包围另一者。因此运动不是依位置移动,而是依圆周旋转。也许他提出这句“……因为在圆周上一者包围另一者”,是作为共同适用于全、恒星天球以及每一个天球的表述。而天依自身不在处所中,他现在通过将其名称替换为“全”而更清楚地表明了。因为他说,在处所中的事物其自身既存在,并且如前所述,在其外部还有包围着它的这个东西,但在全的外部没有任何东西。因为如果在其外部有某种东西,这就再也不是全,而是与外部之物合在一起的才是[全]。再者,正如之前所说,如果既没有无限的物体(如已证明的那样),也没有虚空(如将要证明的那样),那么外部之物将是一个有限的物体。而这要么在任何地方都不存在(这样就可能存在某种不在处所中的物体),要么在某个地方存在;而这样就会走向无穷,这无论由于其无规定性,还是由于将再次出现无限物体,都是不可能的。而“因为天也许就是全”这句话,似乎是用来代替“宇宙”而说的;因为在表明了全不在处所中之后,他自然地将宇宙就是全联系了起来。他们说,之所以加上“也许”,要么是因为关于虚空不存在(有人说虚空包围着全)尚未论述,要么是因为宇宙为一个尚未证明,要么是因为还存在某些依自身的无形体形式,要么是出于哲学的谨慎。但也许,在表明了就整个宇宙而言它不在处所中,并且意图使天由于同样的原因(因为在整个天之外没有任何东西)也不在处所中之后,他加上了“因为天也许就是全”,之所以附加上“也许”,是因为天固然具有包围性,并且在其外部没有任何东西,而且除它之外的东西极其微小且居于内部被包围着,然而它并不是无条件的全。正因为万物都在它之中,所以说“也许就是全”。但应当注意,他现在所说的“天”并不是指宇宙;否则他就不会说:“并且因此万物都在天之中,如同在处所中一样。”
- 4.50ἀλλ’ ἔοικε τὸ κατ’ ἄλλο ὡς κατὰ συμβεβηκὸς λαβεῖν
在与 ἔοικε 连用的不定式 λαβεῖν 中,逻辑主语是亚里士多德。ὡς 用作同格/解释标志(“作为”),表明辛普里丘在此指出亚里士多德将“依他物”(κατ’ ἄλλο)的概念理解为“偶性地”(κατὰ συμβεβηκός)。
- 4.50τὸ δὲ ἴσως πρόσκειται, φασίν, ἢ διὰ τὸ μηδέπω εἰρῆσθαι περὶ τοῦ κενοῦ, ὅτι οὐκ ἔστιν, ὃ φασί τινες περιέχειν τὸ πᾶν, ἢ διὰ τὸ μηδέπω δεδεῖχθαι ὅτι εἷς ἐστιν ὁ κόσμος, ἢ ὅτι ἐστί τινα καὶ ἀσώματα εἴδη καθ’ αὑτά, ἢ διὰ φιλόσοφον εὐλάβειαν
连词 ἤ 并列连接了四个表示原因的短语(前置词 διὰ + 宾格结构,其中第三项直接由相当于 διὰ τό 的原因从句 ὅτι 引出)。该长句的骨干列举了先前注疏家们(φασίν)对加上“也许”(ἴσως)一词所提出的四种可能缘由。
- 4.50οὐ γὰρ ἂν εἶπε καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα ὡς ἐν τόπῳ
由小辞 ἄν 与直陈式过去时(不定过去时 εἶπε)构成的反事实条件句后件。它通过反事实推论(“因为[若他指宇宙的话,]他就不会说‘并且因此万物都在天之中,如同在处所中一样’了”)来论证前句的主张(即亚里士多德在此并未将“天”用作“宇宙”之意)。
