- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:591.9-592.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘根据亚里士多德《物理学》212b3及以下的篇段,论述了依照潜能、现实和依自身这三种处于处所的方式,整个天都不在处所之中;进而考察了依偶性处于处所中的第四种方式,并评析了马克西莫斯和特米斯蒂奥斯对“以某种方式”一语的解释。
" Ὥσπερ δ’ ἐλέχθη τὰ μέν ἐστιν ἐν τόπῳ ἕως τοῦ ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ." Προθέμενος δεῖξαι, ὅτι ὁ ὅλος οὐρανὸς καὶ ὁ πᾶς κόσμος οὐκ ἔστιν ἐν τόπῳ, τοὺς πάντας διαιρεῖται τρόπους, καθ’ οὓς λέγεταί τι ἐν τόπῳ. καὶ γὰρ τὰ μέν ἐστι δυνάμει, τὰ δὲ ἐνεργείᾳ. τὰ μὲν γὰρ συνεχῆ καὶ μήπω μέρη κατὰ δύναμιν λέγεται ἐν τόπῳ, ὡς ὅταν διαιρεθῇ ἐν τόπῳ ἐσόμενα κατ’ ἐνέργειαν, τὸ μέντοι χωριστὸν καὶ ἤδη διῃρημένον, ὅταν περιέχηται ὑπό τινος, κατ’ ἐνέργειάν ἐστιν ἐν τόπῳ. πάλιν δὲ τὰ μὲν καθ’ αὑτά ἐστιν ἐν τόπῳ, ὅσα κινεῖσθαι κατὰ τόπον πέφυκεν ἢ κατὰ φοράν, τουτέστι τὴν ἐπ’ εὐθείας κίνησιν, καθ’ ἣν καὶ ἡ ἀπὸ τόπου εἰς τόπον τοῦ ὅλου μετάβασις γίνεται (ἄλλο γάρ ἐστι φορὰ καὶ ἄλλο περιφορά), ἢ ὅσα κατὰ αὔξησιν καὶ μείωσιν κινεῖται, καὶ ταῦτα ἐν τόπῳ φαμὲν ὡς καὶ αὐτὰ κατὰ τόπον κινούμενα· κἂν γὰρ μὴ ὅλον ἀμείβῃ τὸν τόπον, ἀλλὰ προσεπιλαμβάνει καὶ ἀφίησί τινα τόπον· διὸ καὶ ταῦτα καθ’ αὑτὰ ἐν τόπῳ. εἰπὼν δὴ τὰ τρία σημαινόμενα τοῦ ἐν τόπῳ τὸ δυνάμει τὸ ἐνεργείᾳ τὸ καθ’ αὑτὸ δείκνυσιν ὅτι ὁ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδὲ ἔν τινι τόπῳ, κατ’ οὐδένα δηλονότι τῶν ῥηθέντων τοῦ ἐν τόπῳ τρόπων· οὔτε γὰρ ὡς δυνάμει οὔτε ὡς ἐνεργείᾳ, εἰ μή ἐστί τι ἔξωθεν οὗ ἅπτεται ἢ οὗ ἅψεσθαι δυνήσεται, κἂν ὑποτεθῇ διαιρούμενος. τὸ δὲ πᾶν οὐδὲ ἔστιν ἐπινοῆσαι δυνάμει, ὅτι οὐ μέρος, οὐ μέντοι οὐδὲ καθ’ αὑτὸ ἐν τόπῳ, ὅτι οὐ προσλαμβάνει τόπον ἢ ἀφίησιν. οὐδὲ γὰρ κινητὸν ὅλως κατὰ τόπον ἐστίν, ἅτε μήτε κατὰ φορὰν μήτε κατὰ αὔξησιν ἢ μείωσιν κινούμενον. αὐτὸς δὲ κοινὸν ἐπήγαγεν αἴτιον τοῦ κατὰ μηδένα τῶν τριῶν τρόπων ἐν τόπῳ εἶναι τὸν ὅλον οὐρανὸν τὸ μηδὲν αὐτὸν περιέχειν σῶμα· εἰπὼν δὲ ὅτι ὅλως οὐκ ἔστιν ἐν τόπῳ, διότι οὐδὲ κινεῖται κατὰ τόπον ὅλος, ἐπήγαγεν ἐφ’ ὃ δὲ κινεῖται ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις.1 κινεῖται γὰρ οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, ἀλλὰ ἐπὶ τὸ κύκλῳ· διὸ αὐτὸς μὲν οὐκ ἔστιν ἐν τόπῳ, ἅτε μὴ κατὰ τόπον μεταβαίνων, γίνεται δὲ τόπος τοῖς μορίοις· αἱ γὰρ ἐντὸς ἀεὶ σφαῖραι περιέχονται ὑπὸ τῶν ἔξω καὶ κινοῦνται ἐν τῷ ἐκείνων τόπῳ τοῖς ἑαυτῶν μορίοις ἀμείβουσαι τοὺς τόπους. ᾧ καὶ διαφέρουσι τῆς ἀπλανοῦς ἤτοι τοῦ ὅλου οὐρανοῦ ἢ τοῦ παντός, ὅτι ταῦτα οὐκ ἀμείβει τόπον οὐδὲ τοῖς μορίοις τοῖς συνεχέσι· τὰ γὰρ συνεχῆ μέρη τῆς ἀπλανοῦς, εἴπερ ἐξωτάτω αὕτη, οὐκ ἀμείβει τόπον, ὅτι μήτε ἐν τόπῳ μήτε περιέχεται ὑπό τινος ἔξωθεν· ὁ δὲ Μάξιμος καινοπρεπέστερον ἐξηγήσατο τὸ ἐφ’ ὃ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. “κινεῖται γάρ, φησί, τὸ πλανώμενον, ὡς ἐν τῷ δευτέρῳ Περὶ οὐρανοῦ δείκνυσιν, ἐπὶ τὰ ἀριστερά· ἐν τούτῳ οὖν καὶ τὰ μόρια ὡς ἐν τόπῳ· τὰ γὰρ δεξιὰ καὶ ἀριστερὰ τόπου διαφοραί.” Εἰπὼν δὴ ταῦτα περὶ τῶν τριῶν τοῦ ἐν τόπῳ τρόπων ἐπάγει καὶ τὸν τέταρτον. τὰ δὲ κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός. καὶ ἡ μὲν ψυχὴ δῆλον ὅπως κατὰ συμβεβηκὸς ἐν τόπῳ (τὸ γὰρ σῶμα ᾧ συμβέβηκεν ὡς εἶδος καθ’ αὑτό ἐστιν ἐν τόπῳ), ὁ δὲ οὐρανός, οὗ εἵνεκα πάντα εἴρηται, πῶς κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ; ἢ ὅτι τὰ μόρια ἐν τόπῳ πως· τὸ δὲ πῶς προσέθηκε, φασί, διὰ τὴν ἀπλανῆ, ὅτι ἐκείνη οὐκ ἐν τόπῳ. καίτοι εἰ δι’ ἐκείνην προσετέθη, οὐκ ἂν ἐπήγαγε τὸ πάντα· εἰ γὰρ μέρος μὲν τοῦ ὅλου οὐρανοῦ ἤτοι τοῦ παντός ἐστιν ἡ ἀπλανής, μὴ ἔστι δὲ αὕτη ἐν τόπῳ, οὐκ ἂν εἴη πάντα ἐν τόπῳ. εἰ μὴ ἄρα τὸ πῶς πάντα εἶπεν οὐ τῷ τόπῳ, ἀλλὰ τῷ πάντα τὸ πῶς προστιθείς,2 ὅτι οὐχ ἁπλῶς πάντα ἀλλ’ ἐγγὺς πάντα, εἴπερ πάντα παρὰ ἕν. ὁ δὲ Θεμίστιος τὸ πῶς ἤκουσεν, ὡς εἴρηται, διότι ἡ ἐξωτάτω σφαῖρα “κατὰ μὲν τὸ ἐντὸς εἴη ἂν ἐν τόπῳ (ἅπτεται γὰρ τῆς τοῦ Κρόνου καὶ περιέχεται πως), κατὰ δὲ τὸ ἔξω παντελῶς ἀμοιρεῖ τόπου”. δῆλον δὲ ὅτι ὁ οὕτως ἐκδεχόμενος πανταχοῦ καὶ τὸν τόπον ἐν τόπῳ ἐρεῖ, ὅτι κατὰ τὴν ἔνδοθεν ἐπιφάνειαν ἅπτεται τοῦ ἐν τόπῳ καὶ τόπος ἔσται τὸ ἐν τόπῳ.3
“正如所说,有些事物在处所中……[直到]而天不再在其他东西之内。” 由于意图表明整个天和整个宇宙并不在处所中,他区分了事物被说成在处所中的所有方式。因为有些事物是潜能地,有些事物则是现实地[在处所中]。因为连续的事物以及尚未成为部分的事物,被说成潜能地在处所中,好像当它们被分割时将现实地处于处所中一样;然而分离的事物以及已经被分割的事物,当被某种东西包围时,则是现实地在处所中。另一方面,有些事物是依自身在处所中,即凡是天生依处所运动的事物,要么依位置移动即沿直线的运动——依此运动整个事物也发生从一处所向另一处所的转移(因为位置移动是一回事,圆周旋转是另一回事),要么凡是依增长和缩减而运动的事物——我们也说这些事物在处所中,因为它们自身也依处所运动;因为即使它不是整个地更换处所,但它额外占有并离开某个处所;因此这些事物也是依自身在处所中。 在说出了“在处所中”的三种含义——潜能的、现实的和依自身的——之后,他表明正如已经说过的,天作为一个整体既不在任何地方,也不在任何处所中,显然不符合所说的在处所中的任何一种方式;因为如果外部没有任何东西是它所接触的,或者哪怕假设它被分割也能接触到的,那么它既不是潜能地也不是现实地[在处所中]。而全甚至不能被潜能地构想,因为它不是部分;然而它也不是依自身在处所中,因为它并不占有或离开处所。实际上,鉴于它既不依位置移动也不依增长或缩减运动,它甚至根本不是依处所可动的。 而他自己提出了整个天不以三种方式中的任何一种处于处所中的共同原因,即没有任何物体包围它;并且在说了它根本不在处所中,因为它作为一个整体甚至不依处所运动之后,他补充道:“然而在它运动的方向上,在这一方面对于各部分而言也有处所。”因为天既不向上也不向下运动,而是作圆周运动;因此它自身并不在处所中,因为它并不依处所转移,但它成为了各部分的处所;因为相继居于内部的天球总是被外部的天球所包围,并在那些天球的处所中运动,通过它们自身的部分更换处所。在这一点上它们也不同于恒星[天球]即整个天或全,因为这些东西即使依连续的部分也不更换处所;因为恒星天球的连续部分,如果这确实是最外层的话,并不更换处所,因为它既不在处所中,也不被来自外部的任何东西所包围。而马克西莫斯则对“然而在它运动的方向上,在这一方面对于各部分而言也有处所”作了更为新奇的解释:“因为”,他说,“正如在《论天》第二卷中所表明的,漫游的天体向左运动;因此在这个[方向]之中,各部分也如同在处所中一样;因为右和左是处所的差异。” 在谈了关于在处所中的三种方式的这些论述之后,他又引入了第四种方式:“有些事物是偶性地在处所中,例如灵魂和天。”对于灵魂而言,它如何偶性地在处所中是清楚的(因为灵魂作为形式偶性地从属于其中的物体,是依自身在处所中的);但是,一切论述所为了的那个天,又是如何偶性地在处所中呢?抑或是因为各部分以某种方式在处所中?他们说,他之所以加上“以某种方式”,是因为恒星天球的缘故,因为那一个不在处所中。然而,如果是因为那个天球而加上的,他就不会接着说“全都”了;因为如果恒星天球确实是整个天即全的一部分,而它自身却不在处所中,那么就不会是全部都在处所中了。除非他所说的“以某种方式全部”,不是把“以某种方式”加在“处所”上,而是加在“全部”上,意思是它们不是绝对地全部,而是几乎全部——如果它们确实是除了一者之外的全部的话。而特米斯蒂奥斯正如已经说过的,把“以某种方式”理解为:最外层的天球“就其内部而言将处于处所中(因为它接触土星的天球并且在某种程度上被包围),而就其外部而言则完全与处所无涉”。但显然,这样理解的人将在任何地方都不得不说处所也在处所中,因为依其内部表面,它接触处于处所中的事物,而处于处所中的事物将成为处所。
- 4.50ἐφ’ ὃ δὲ κινεῖται ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις
这是一个由关系介词短语 ἐφ’ ὃ(“向着其方向”)与指示副词 ταύτῃ(“在这一方向上/在这一方面”)相对应的关联句。此处引自亚里士多德文本,表述了整体天体旋转运动所朝向的方向决定了其各部分的处所这一命题。
- 4.50οὐ τῷ τόπῳ, ἀλλὰ τῷ πάντα τὸ πῶς προστιθείς
分词 προστιθείς 与主语(亚里士多德)一致,支配由 οὐ... ἀλλά 连接的两个与格补足语,意为“把‘以某种方式’(τὸ πῶς)不是加在‘处所’(οὐ τῷ τόπῳ)上,而是加在‘全部’(ἀλλὰ τῷ πάντα)上”。亚里士多德原文中 πῶς 通常被理解为修饰 ἐν τόπῳ(“各部分以某种方式在处所中”),此处辛普利丘提出一种替代性的句法构想,即 πῶς 限定紧接着出现的 πάντα,表示“几乎全部”。
- 4.50καὶ τόπος ἔσται τὸ ἐν τόπῳ
带冠词的介词短语 τὸ ἐν τόπῳ(“处于处所中的事物”)作主语,无冠词的名词 τόπος 作表语(“将成为处所”)。这是针对特米斯蒂奥斯观点的归谬法结论,指出如果按照其内表面接触即在处所中的逻辑,处于处所中的事物本身也将反过来成为处所。
