← 辛普里丘

亚里士多德《物理学》注释

§590.4-591.8

天与全的等同以及关于天球处所的批判

辛普里丘探讨了将“天”与“全”等同所带来的概念困难以及天球的天文学比例,批判了注释家们关于各天球互为处所的观点,并提出了自己的合理诠释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.49#3

Καὶ πολλὴν ἀσάφειαν ἐποίησε τῷ λόγῳ τὸ λαβεῖν τὸ πᾶν ἀντὶ τοῦ οὐρανοῦ· πῶς γὰρ τοῦ οὐρανοῦ μέρη τὰ ἄνω καὶ κάτω κινούμενα; ἀλλ’ ἴσως διὰ τοῦτο τὸν οὐρανὸν καὶ τὸ πᾶν ὡς τὸ αὐτὸ λέγει, ἵνα μέρη τοῦ παντὸς ἔχῃ ἤτοι τοῦ οὐρανοῦ τὰ ἐντὸς αὐτοῦ μὴ ὄντος ἐν τόπῳ.1 εἴπερ δὲ μέχρι τοῦ κέντρου χωροίη, καὶ ὁ οὐρανὸς τῷ ὄντι τὸ πᾶν ἐστι καὶ μέρη αὐτοῦ τὰ ἄλλα. διὸ καὶ αὐτὸς ἴσως οὕτως εἶπε προελθών· “οὐδὲ ἔστιν ἔξω οὐδὲν τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα. καὶ γὰρ ὁ οὐρανὸς τὸ πᾶν ἴσως”. καθόσον μὲν γὰρ πάντα περιέχει ἢ καὶ διὰ πάντων χωρεῖ, κατὰ τοσοῦτον ἐν αὐτῷ πάντα, καὶ αὐτὸς τὸ πᾶν· καθ’ ὅσον δέ ἐστι καὶ ἄλλα παρ’ αὐτόν, κατὰ τοῦτο “τὸ πᾶν ἴσως” εἶπε. μάλιστα δ’ ἂν εἴη τὸν οὐρανὸν τὸ πᾶν ἴσως λέγων, διότι τὸ παρὰ τὸν οὐρανὸν ἐλάχιστόν ἐστιν ἐν τῷ παντί, εἴπερ ἡ ὅλη γῆ σημείου καὶ κέντρου λόγον ἔχει πρὸς τὴν τῶν ἀπλανῶν σφαῖραν. ὅτι δὲ καὶ τὰ ὑπὲρ αὐτὴν στοιχεῖα οὐ πολλῷ τινι μείζονα αὐτῆς ἐστι, δηλοῖ τὸ τὴν σκιὰν αὐτῆς διὰ πάντων χωροῦσαν εἰς τὴν σεληνιακὴν σφαῖραν ἀνατείνεσθαι. ὅτι δὲ οὐρανὸν τὸ κυκλοφορητικὸν λέγει σῶμα ὅλον ὡς ἕν, δηλοῖ καὶ τὸ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον “ὁ δὲ αἰθὴρ ἐν τῷ οὐρανῷ, ὁ δὲ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ”. Καὶ δοκεῖ τοῖς ἐξηγηταῖς λέγειν καὶ τὰ μόρια αὐτοῦ καὶ αὐτὸν κύκλῳ κινεῖσθαι, καὶ τὰ μὲν μόρια αὐτοῦ καὶ ἐν τόπῳ εἶναι διὰ τὸ περιέχεσθαι ἄλλην σφαῖραν ὑπ’ ἄλλης καὶ κινεῖσθαι ἰδίας κινήσεις, τὸ δὲ ὅλον μὴ εἶναι ἐν τόπῳ ἅτε μὴ περιεχόμενον ὑπό τινος. δῆλον δὲ ὅτι καὶ τὴν ἀπλανῆ διὰ τὴν αὐτὴν αἰτίαν οὐκ ἐροῦμεν ἐν τόπῳ. εἰ γάρ τις βιαζόμενος εἴποι καὶ ταύτην ὡς ἐφαπτομένην τῆς Κρονίας κατὰ τὴν κοίλην ἐπιφάνειαν ἐν τόπῳ ταύτῃ εἶναι, πρῶτον μὲν ἔσται τὸ περιέχον ἐν τῷ περιεχομένῳ ὡς ἐν τόπῳ· ἔπειτα τῷ αὐτῷ λόγῳ χρώμενός τις καὶ τὸν ὅλον οὐρανὸν ἐν τόπῳ ἐρεῖ τῇ κυρτῇ τοῦ αἰθέρος ἐπιφανείᾳ· καὶ γὰρ καὶ ταύτης ἅπτεται κατὰ τὴν ἑαυτοῦ κοίλην. καὶ ὅλως πάντα τόπον ἐν τόπῳ φήσομεν οὕτως. ἀλλ’ εἴ τις τὰ ἐνταῦθα λεγόμενα ἀκούοι, ὡς τοῦ μὲν παντὸς μὴ κινουμένου κατὰ τόπον διὰ τὸ μὴ μεταβαίνειν τόπον ἐκ τόπου, ἀλλὰ κύκλῳ κινεῖσθαι, τῶν δὲ μορίων ἔνια μὲν κύκλῳ κινεῖσθαι ὡς τὰ ἐντὸς τῆς ἀπλανοῦς σφαίρας, ἔνια δὲ ἄνω καὶ κάτω ὡς τὰ τέτταρα στοιχεῖα, πρῶτον μὲν διὰ τί αἱ μερικαὶ σφαῖραι καίτοι μὴ μεταβαίνουσαι τόπον ἐκ τόπου ὅμως κατὰ τόπον λέγονται κινεῖσθαι, καίτοι καὶ τοῦ παντὸς κύκλῳ μὲν μὴ κατὰ τόπον δὲ λεγομένου κινεῖσθαι; ἔπειτα τὸ τῶν μορίων γὰρ οὗτος τόπος βεβιασμένως ἀποδώσει,2 ἀλλ’ ἄμεινον, ὡς εἴρηται, τὸ μὲν πᾶν ἤτοι τὸν ὅλον οὐρανὸν κύκλῳ μὲν κινεῖσθαι, μὴ κατὰ τόπον δέ, ὅτι μὴ μεταβάλλει τόπον ἐκ τόπου· τὰ δὲ μόρια ἅπερ ἐστὶν ὑπὸ σελήνην καὶ ἄνω καὶ κάτω. ὁ γὰρ κατὰ μετάβασιν τῶν μορίων ἐστὶ τόπος.

而取“全”代替“天”,给论证带来了极大的含混;因为向上和向下运动的事物怎么会是天的部分呢?但也许正因如此,他才把天和全当作同一种东西来谈论,以便使处于天内部的事物成为全即天的部分,尽管天本身并不在处所中。如果天确实延伸至中心,那么天就真正是全,而其他事物则是它的部分。因此他自己在接下来的论述中也许也是这样说的:“而在全之外没有任何东西,正因如此,一切事物都在天之内;因为天也许就是全。”因为就它包围一切事物,或者也贯穿一切事物而言,在这个程度上一切事物都在它之内,它自身就是全;但是就除了它之外还有其他事物而言,在这方面他才说了“也许就是全”。而他最可能是因为天以外的东西在全之中微不足道,才说天也许就是全的——如果整个地球相对于恒星天球而言确实只具有一个点和一个中心的比例的话。至于地球之上的元素并不比地球大多少,则由地球的影子穿过它们全部一直延伸到月亮天球这一事实所表明。而他说“天”是指作为统一整体的旋转物体,也由这段话末尾所说的“以太在天之内,而天不再在其他东西之内”所表明。 并且注释家们认为,他的意思是说它的部分和它自身都作圆周运动,而且它的部分确实在处所中,因为一个天球被另一个天球所包围并且以各自固有的运动而运动,而整体由于不被任何东西所包围而不在处所中。但显然,出于同样的原因,我们也将说恒星天球不在处所中。因为如果有人勉强硬说,恒星天球依其凹表面接触土星天球,因而在土星天球之内处于处所中,那么首先,包围者将处于被包围者之内如同在处所中一样;其次,使用同样的论证,有人也会说整个天依以太的凸表面而处于处所之中;因为整个天也依其自身的凹表面接触这个凸表面。总之,这样一来我们将不得不说每一个处所都在处所之中。 然而,如果有人把这里所说的话理解为:全由于不从一个处所转移到另一个处所,因而不是依处所运动,而是作圆周运动,而部分中有些像恒星天球内部的事物一样作圆周运动,有些像四种元素一样向上和向下运动,那么首先,局部天球虽然不从一个处所转移到另一个处所,为什么却被说成是依处所运动,尽管全虽然作圆周运动却被说成不是依处所运动?其次,他将十分勉强地去解释“因为这就是部分的处所”这句话。相反,正如已经说过的,更好的理解是:全即整个天作圆周运动,但不是依处所运动,因为它并不从一个处所转移到另一个处所;而处于月亮之下的部分则既向上也向下运动;因为依转移的处所乃是属于部分的。

语法注2 条
  1. 4.49ἵνα μέρη τοῦ παντὸς ἔχῃ ἤτοι τοῦ οὐρανοῦ τὰ ἐντὸς αὐτοῦ μὴ ὄντος ἐν τόπῳ

    在 ἵνα 从句中,主语是亚里士多德(省略),ἔχῃ 的宾语是 μέρη,而 τὰ ἐντὸς αὐτοῦ(处于其内部的事物)作宾语或补足语(“以便拥有其内部的事物作为全即天的部分”)。αὐτοῦ μὴ ὄντος ἐν τόπῳ 是属格独立结构,修饰天/全,表示它自身并不处于处所之中这一让步或伴随状况。

  2. 4.49ἀλλ’ εἴ τις τὰ ἐνταῦθα λεγόμενα ἀκούοι ... πρῶτον μὲν διὰ τί ... ; ἔπειτα τὸ τῶν μορίων γὰρ οὗτος τόπος βεβιασμένως ἀποδώσει

    这是一个复杂的长条件句结构:由 εἴ τις ... ἀκούοι(现在时祈愿语气)引导条件从句,其主句分为两项反驳:第一项是修辞疑问句 διὰ τί ... ;(“为什么局部天球……却被说成是依处所运动?”),第二项是直说法将来时 ἔπειτα ... ἀποδώσει(“其次,他将十分勉强地解释……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:590.4-591.8