← 辛普里丘

亚里士多德《物理学》注释

§588.38-590.4

圆周运动天球的处所与亚历山大的解释

辛普里丘探讨了作圆周运动的天球是否处于处所之中的难题,考察并整理了亚历山大对亚里士多德文句的解释(区分部分的处所与整体的运动,将被包围的诸天球理解为处于包围者的处所中)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.49#2

τῶν δὲ μορίων αὐτοῦ τὰ μὲν κύκλῳ τὰ ἐν αὐτῷ τῷ οὐρανῷ· τὰ δὲ καὶ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν, τουτέστι τὰ τέτταρα στοιχεῖα τὰ καὶ εἰς ἄλληλα μεταβάλλοντα. Ἀλλ’ εἰ πᾶν τὸ κατὰ φορὰν κινούμενον ἐν τόπῳ ἐλέγετο εἶναι, τὸ δὲ κύκλῳ κινούμενον κατὰ φορὰν κινεῖται, πῶς οὐκ ἂν εἴη ἐν τόπῳ; “ἢ οὐ ταὐτόν, φησὶν Ἀλέξανδρος, τὸ κατὰ φορὰν καὶ κατὰ περιφοράν. εἰ δὲ ἡ κύκλῳ περιφορά ἐστιν, ἀλλὰ τῶν μερῶν ἐστι περιφορά, οὐχὶ τοῦ ὅλου· τὰ γὰρ μέρη καὶ ἀμείβει τοὺς τόπους”. εἰ δέ τις ἀκριβολογοῖτο, οὐδὲ τὰ μέρη τοῦ κυκλοφορητικοῦ σώματος ἐν τόπῳ ἐστὶν οὔτε κινεῖται κατὰ τόπον οὔτε καθ’ αὑτὰ οὔτε κατὰ συμβεβηκός· καθ’ αὑτὰ μὲν γὰρ οὐκ ἔστιν, ὅτι συνεχῆ ἐστι καὶ οὐ διῃρημένα, κατὰ συμβεβηκὸς δὲ οὐκ ἔστιν, ὅτι ἐκεῖνα τὰ μέρη κατὰ συμβεβηκὸς ἦν ἐν τόπῳ, ὧν τὰ ὅλα καθ’ αὑτὰ ἐν τόπῳ ἦν. τὸ δὲ πᾶν οὐκ ἔστιν ἐν τόπῳ· ὥστε οὐδὲ τὰ μέρη αὐτοῦ τὰ συνεχῆ οὔτε καθ’ αὑτὰ οὔτε κατὰ συμβεβηκός· πῶς οὖν λέγει τῶν μορίων γὰρ οὗτος τόπος; ἢ τῶν ἁπτομένων μορίων ἔστιν ἀκούειν, οἷον τῶν σφαιρῶν τῶν ὑπ’ ἀλλήλων περιεχομένων· ἐπὶ γὰρ τῶν συνεχῶν οὐχ ἁρμόττει λεγόμενον· οὐ γάρ ἐστι ταῦτα ἐν τόπῳ. ἔπειτα δὲ εἰ τὰ μόρια τόποι γίνονται ἀλλήλων, πῶς ἔτι ἀκίνητος ὁ τόπος τῶν μορίων κινουμένων καὶ τῶν περάτων αὐτῶν· ἀλλὰ μόρια ἀκουστέον οὐ τὰ τοῦ ἐξωτάτω σώματα τὰ συνεχῆ αὐτῷ, ἀλλὰ τὰ περιεχόμενα ὑπ’ αὐτοῦ· ἡ γὰρ κοίλη τῆς ἀπλανοῦς ἐπιφάνεια τόπος γίνεται προσεχῶς τῆς τοῦ Κρόνου σφαίρας καὶ ἡ ἐκείνης τῆς ἑξῆς, καὶ δῆλον ὅτι καθόσον μὲν συμπεριάγονται τῇ ἀπλανεῖ ὡς ἐν ἀγγείῳ ἂν εἶεν ἐκείνῃ· καθόσον δὲ καὶ ἑκάστη κίνησιν ἰδίαν ἔχει ὡς ἐν ἀκινήτῳ αὐτῇ κινούμεναι1 ὡς ἐν τόπῳ εἰσί. πρὸς ταύτην δὲ τὴν ἔννοιαν καὶ τὸ κύκλῳ δὲ κινεῖται· τῶν μορίων γὰρ οὗτος τόπος εἰρῆσθαί φησιν ὁ Ἀλέξανδρος· κύκλῳ γὰρ κινούμενον δῆλον ὅτι ἅπτεται μόνον τῶν περιεχομένων μορίων. εἰ δὲ τοῦτο, ὡς ἐν τόπῳ ἐστὶν αὐτῷ τὰ περιεχόμενα ὑπ’ αὐτοῦ μόρια· καὶ ταῦτα δὲ ἐπὶ τῶν μορίων τοῦ παντὸς ὁ Ἀλέξανδρος ἀκούει καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δέ· ἔνια δὲ καὶ κάτω καὶ ἄνω, τὸ μὲν ἐπὶ τῶν πλανωμένων σφαιρῶν, τὸ δὲ ἐπὶ τῶν ἐν γενέσει. καὶ γὰρ εἰ τὸ κύκλῳ δὲ περὶ τοῦ παντὸς εἴρητο οἶμαι, ὡς τοῦ κύκλῳ δὲ καταλληλότερον περὶ παντὸς τοῦ οὐρανοῦ λεγομένου, ὅπερ ὡς ταὐτὸν τῷ παντὶ λαμβάνει, (τινὲς δ’ οὐ γράφουσιν ἔνια, ἀλλὰ τὰ δὲ ἄνω καὶ κάτω) καὶ εἴπερ αὕτη καταλληλοτέρα ἡ γραφή, καὶ τὸ τῶν μορίων γὰρ οὗτος τόπος πρὸς τὸ ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει ἀποδοτέον,2 ἵνα ᾖ λέγων, ὅτι τὸ πᾶν ἤτοι ὁ οὐρανὸς ὅλον μὲν ἅμα τὸν τόπον οὐ μεταβάλλει· οὐδὲ γὰρ ἄνω καὶ κάτω κινεῖται, ἀλλὰ κύκλῳ μόνον, τὸν αὐτὸν ἀεὶ κατέχων τόπον· τὰ δὲ μόρια καὶ ἄνω κινεῖται καὶ κάτω.

然而在其部分中,处于天本身之内的部分作圆周[运动];而凡具有浓缩与稀疏的事物,即彼此相互转化的四种元素,则既向上也向下[运动]。但是,如果凡依位移运动的事物都被说成是在处所中,而作圆周运动的事物是依位移运动的,它怎么会不在处所中呢?“或者,”亚历山大说,“依位移[的运动]与依旋转[的运动]并不是同一回事。即使圆周运动是旋转,这也是部分的旋转,而不是整体的旋转;因为部分确实在变换其处所”。然而,如果严格说来,连作圆周运动的物体的部分都不在处所中,也不依处所运动,无论就自身而言还是附带地都是如此;因为就自身而言它们并不在处所中,因为它们是连续的而非被分割的;附带地它们也不在处所中,因为只有其整体就自身而言处于处所之中的那些部分,才是附带地处于处所之中的。但全并不在处所中;因此其连续的部分无论就自身而言还是附带地都[不在处所中]。那么,他为什么说“因为这就是部分的处所”呢?或者应当理解为是指彼此相接的部分,比如彼此包围的诸天球?因为如果说是指连续之物,这是不恰当的;因为这些并不在处所中。其次,如果部分成为彼此的处所,在部分及其界限运动时,处所又怎么仍然是不动的呢?相反,应当把“部分”理解为不是指最外层物体的、与其连续的部分,而是指被其包围的部分;因为恒星天的凹表面直接成为土星天球的处所,而土星天球的表面又成为随后的天球的处所;显然,只要它们随恒星天一同被带动旋转,它们就在恒星天中如同在容器中一样;但只要每一天球也拥有其固有的运动,它们作为在不动的恒星天中运动着的事物,就在其中如同在处所中一样。亚历山大说,“并且它作圆周运动;因为这就是部分的处所”这一句话也是针对这一概念而言的;因为作圆周运动时,显然它仅仅接触被包围的部分。如果真是这样,被它包围的部分就在它之中如同在处所中一样。并且亚历山大把这些话也是就全的部分来理解的:“而不是向上和向下,乃是作圆周运动;而某些事物既向下也向上”——前者就行星天球而言,后者就处于生成中的事物而言。因为即使“乃是作圆周运动”这句话是关于全而说的,正如我认为的那样——因为“乃是作圆周运动”更适合于用来谈论整个天,而他是将天视为与全相同的(有些人不写“某些事物”,而是写“而另一些向上和向下”)——而且如果这个异文确实更为合适,那么“因为这就是部分的处所”这句话也应当被联系到“因为作为整体,它并非一下子改变其处所”,以便他的意思成为:全即天作为整体确实并非一下子改变其处所——因为它既不向上也不向下运动,而仅仅作圆周运动,始终占据着同一个处所——而部分则既向上运动也向下运动。

语法注2 条
  1. 4.49ὡς ἐν ἀκινήτῳ αὐτῇ κινούμεναι

    主格阴性复数分词 κινούμεναι 的逻辑主语指前文的诸行星天球(由分配单数 ἑκάστη 所引出的复数概念),而与格阴性单数代词 αὐτῇ 则指恒星天球(ἡ ἀπλανής),与介词 ἐν 所支配的形容词 ἀκινήτῳ 一致,表示“在其自身作为不动者之中”。理解本句的关键在于分清主格分词与与格代词各自不同的指代对象(内层诸天球与外层恒星天)。

  2. 4.49καὶ τὸ τῶν μορίων γὰρ οὗτος τόπος πρὸς τὸ ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει ἀποδοτέον

    动词性形容词 ἀποδοτέον 支配由中性定冠词 τὸ 名词化的引文命题(τὸ τῶν μορίων γὰρ οὗτος τόπος)作为主语,并通过介词短语 πρὸς τὸ ...(同样由中性定冠词名词化的前文引文)相连,表示“‘……’这句文句应当被归属到[联系于]‘……’”。全句的骨架是由中性单数定冠词将两个完整的引文命题转化为名词性成分以接入动词形容词的支配结构中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:588.38-590.4