← 辛普里丘

亚里士多德《物理学》注释

§58.1-59.28

另一种月牙形化圆法与来自数的求积

辛普里丘考察了另一种借助月牙形化圆为方的错误证明,指出其谬误在于不当的全称概括,并评析了亚历山大关于从兼具正方形数与圆数的数推导几何化方的记述及阿摩尼奥斯的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#3

Ἦν δέ τις καὶ τοιαύτη δεῖξις ἡ διὰ τῶν μηνίσκων τετραγωνίζειν οἰομένη τὸν κύκλον ἁπλουστέρα καὶ οὐκ ἐλεγχομένη παρ’ ὅτι γέγονεν ἐν αὐτῇ τὸ ψευδογράφημα1 [τοιαύτη]· μηνίσκου γὰρ τετραγωνισμὸν εὑρόντες τοῦ περὶ τὴν τοῦ τετραγώνου πλευρὰν ᾤοντο καὶ οὗτοι διὰ τούτου τὸν τοῦ κύκλου τετραγωνισμὸν εὑρηκέναι, ὡς τοῦ κύκλου παντὸς εἰς μηνίσκους διαιρεῖσθαι δυναμένου. τὸ γὰρ ἴσον τῷ μηνίσκῳ τετράγωνον τοσαυταπλάσιον ποιοῦντες ὁσαπλάσιοι πάντες εἰσὶν οἱ μηνίσκοι εἰς οὓς ὁ κύκλος διῄρηται τοῦ ἑνός,2 ᾤοντο τὸ τούτοις ἴσον τετράγωνον τοῖς μηνίσκοις ἴσον εἶναι καὶ τῷ κύκλῳ, ψεῦδος λαμβάνοντες τὸ τὸν ὅλον κύκλον εἰς μηνίσκους διαιρεθῆναι δύνασθαι. ἐν γὰρ τῇ τοῦ κύκλου εἰς τοὺς μηνίσκους διαιρέσει ἀεὶ ὑπολείπεταί τι ἐντὸς μέσον ἀμφίκυρτον, περιλαμβανόμενον ὑπὸ τῶν ἑκατέρωθεν τοῦ μηνίσκου γραμμῶν. οὗ μήτε μηνίσκου ὄντος μήτε τετραγωνιζομένου οὐδ’ ἂν ὁ πᾶς κύκλος τετραγωνίζοιτο. οὐχ ὑγιὴς δὲ ἡ ἔνστασις ἡ πρὸς τὸν τοιοῦτον τετραγωνισμόν· οὐ γὰρ χρεία τῷ τετραγωνίζοντι τὸν κύκλον διὰ τῶν μηνίσκων διελεῖν τὸν πάντα κύκλον εἰς μηνίσκους· οὐδὲ γὰρ οὐδὲ εἰ τοῦτο εἴη, οὐδὲ οὕτως ὁ κύκλος τετραγωνίζεται διὰ τῶν μηνίσκων· οὐ γὰρ πᾶς ἐδείχθη μηνίσκος τετραγωνιζόμενος. καὶ μὴ διαιρουμένου δὲ παντὸς εἰς μηνίσκους πάλιν τετραγωνισθήσεται, ἂν συγχωρηθῶσιν οἱ περὶ τὰς τοῦ ἑξαγώνου τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου πλευρὰς περιγραφόμενοι μηνίσκοι τετραγωνίζεσθαι καὶ μὴ μόνοι οἱ περὶ τὰς τοῦ τετραγώνου. κἀνταῦθα οὖν τοῦ ψευδογραφήματος αἴτιον τὸ μόνον τετραγωνίσαντας μηνίσκον τὸν περὶ τὴν τοῦ τετραγώνου πλευρὰν ὡς πάντων τετραγωνιζομένων μηνίσκων, ὁποῖοί ποτε ἂν ὦσιν, εἰς οὓς ὁ κύκλος διαιρεῖται, οὕτω ποιεῖσθαι τὴν δεῖξιν. ταῦτα μὲν οὖν περὶ τῆς διὰ τῶν μηνίσκων ψευδογραφίας. “Τινὲς δέ, φησὶν Ἀλέξανδρος, ἡγοῦνται, εἰ δείξαιεν τετράγωνον ἀριθμὸν κυκλικόν, καὶ ἐν τοῖς μεγέθεσι κύκλου τετραγωνισμὸν εὑρηκέναι. ἔστι δέ, φησί, τετράγωνος μὲν ἀριθμὸς ὁ ἰσάκις ἴσος· κυκλικοὺς δὲ ἔλεγον ἀριθμοὺς τοὺς συντιθεμένους ἐκ τῶν κατὰ τὰ ἑξῆς περιττῶν οἷον ἑνὸς τριῶν πέντε ἑπτὰ ἐννέα ἕνδεκα, εὑρόντες δὲ ἐκ τῶν οὕτω συντιθεμένων ἀριθμὸν τετράγωνόν τινα ἅμα καὶ κυκλικὸν ὄντα, οἷον τὸν λϛ (τετράγωνον μὲν ὄντα διότι ἀπὸ τοῦ ϛ ἐφ’ ἑαυτὸν γινομένου γεννᾶται, κυκλικὸν δὲ διότι ἀπὸ τῆς τῶν περιττῶν ᾱ γ̄ ε̄ ζ̄ θ̄ ιᾱ̄ συνθέσεως ἀποτελεῖται), ᾤοντο καὶ κύκλου τετραγωνισμὸν εὑρηκέναι. ἀλλ’ ἡ δεῖξις, φησίν, οὐκ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν, ἀλλ’ ἐκ τῶν ἀριθμητικῶν· ἀριθμητικαὶ γὰρ ἀρχαὶ τὸ εἶναι τὸν τοιόνδε ἀριθμὸν κυκλικὸν καὶ τὸν τοιόνδε τετράγωνον”. ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐφιστάνειν ἄξιον,3 ὅτι πρῶτον μὲν τὸν κυκλικὸν ἀριθμὸν οὐ κατὰ σύνθεσιν τῶν ἐφεξῆς περιττῶν οἱ ἀριθμητικοὶ τίθενται, ἀλλὰ τὴν ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κατάληξιν. κύκλος γὰρ ὁ κε, ὅτι πεντάκις πέντε κε καὶ ὁ λς ὅτι ἑξάκις ἓξ λς· οὔτε δὲ ὁ δ κύκλος οὔτε ὁ θ οὔτε ὁ ις καίτοι κατὰ σύνθεσιν τῶν ἐφεξῆς περιττῶν γινόμενοι, ἀλλὰ τετράγωνοι μόνον οὗτοι· κατὰ γὰρ τὴν ἐπισύνθεσιν τῶν περιττῶν οἱ τετράγωνοι γίνονται. καὶ ἴσως ὁ ἐξ ἀρχῆς τὴν μέθοδον παραδοὺς οὐκ εἶπε κυκλικοὺς ἁπλῶς εἶναι πάντας τοὺς κατὰ ἐπισύνθεσιν τῶν ἐφεξῆς περιττῶν, ἀλλ’ ὅτι ἐν τῇ ἐπισυνθέσει τῶν ἐφεξῆς περιττῶν εὑρίσκονται οἱ κυκλικοὶ οὐδὲ τούτου ἀεὶ συμβαίνοντος· κυκλικὸς γὰρ ὢν ὁ ρκε ὡς ἀπὸ τοῦ ε ἐπὶ τὸν κε γενόμενος, καὶ ὁ σις ὡς ἀπὸ τοῦ ς ἐπὶ τὸν λς, ὅμως οὐκ ἐγένοντο κατὰ ἐπισύνθεσιν τῶν ἐφεξῆς περιττῶν· εἰ μὴ ἄρα οὐκ εἰσὶν οὗτοι κυκλικοί, ἀλλὰ σφαιρικοὶ ἐξ ἐπιπεδικῶν κύκλων κυκλικῶς βαθυνθέντες. καὶ ἐκείνῳ δὲ ἐφιστάνειν ἄξιον ὅτι οὐκ ἦν εἰκὸς τοὺς ἀριθμὸν εὑρηκότας κυκλικὸν ἅμα καὶ τετραγωνικὸν τὸν αὐτὸν διὰ τοῦτο οἴεσθαι καὶ ἐν μεγέθεσι τὸν τοῦ κύκλου τετραγωνισμὸν εὑρηκέναι. ἀλλ’ ἴσως εὑρόντες ἐν τοῖς ἀριθμοῖς τὸν αὐτὸν τετράγωνον ἅμα καὶ κύκλον, εἰς ἔννοιαν ἦλθον τοῦ καὶ ἐν τοῖς μεγέθεσι ζητεῖν τὸν τοῦ κύκλου τετραγωνισμόν. Ἔλεγε δὲ ὁ ἡμέτερος καθηγεμὼν Ἀμμώνιος ὡς οὐκ ἀναγκαῖον ἴσως, εἰ ἐπ’ ἀριθμῶν εὑρεθῇ τοῦτο, καὶ ἐπὶ μεγεθῶν εὑρίσκεσθαι. ἀνομοιογενῆ γὰρ μεγέθη ἐστὶν εὐθεῖα καὶ περιφέρεια. “καὶ οὐδέν, φησί, θαυμαστόν, μὴ εὑρεθῆναι κύκλον εὐθυγράμμῳ ἴσον, εἴπερ καὶ ἐπὶ τῶν γωνιῶν εὑρίσκομεν τοῦτο. οὔτε γὰρ τῇ τοῦ ἡμικυκλίου γωνίᾳ οὔτε τῇ λοιπῇ εἰς τὴν ὀρθὴν τῇ κερατοειδεῖ λεγομένῃ γένοιτο ἂν εὐθύγραμμος ἴση γωνία.

此外,还有这样一种通过月牙形而自以为将圆化为方的证明,它更为简单,并且并非根据其中发生错误推导的原因而被反驳:因为在发现了围绕正方形之边的月牙形化为方之后,他们也自以为凭借这一点便发现了圆的化为方,仿佛整个圆都能分割为月牙形似的。因为他们使等于月牙形的正方形增大到圆所分割出的全部月牙形是那单独一个月牙形的多少倍,就自以为等于这些月牙形的正方形也等于圆,接受了整个圆能分割为月牙形这一虚假前提。因为在将圆分割为月牙形的过程中,在内部中央总是残留有某种双凸形,由月牙形两边的线条所包围。既然它既非月牙形也不能化为方,整个圆也就无法化为方了。然而针对这种化为方的反驳并不健全;因为对于通过月牙形将圆化为方的人来说,并没有必要将整个圆分割为月牙形。因为即使这是可能的,圆也决非以那种方式通过月牙形化为方;因为并非每一个月牙形都被证明可化为方。即使整个圆不被分割为月牙形,只要人们承认围绕内接于圆的正六边形各边外接的月牙形也可以化为方,而不仅是围绕正方形各边的那些,那么圆就又可以化为方了。因此,在此处错误推导的原因也是在于:虽然他们仅仅将围绕正方形一边的月牙形化为了方,却在做此证明时,仿佛圆所分割成的所有月牙形无论具有何种性质都能化为方似的。关于通过月牙形的错误论证,就谈到这里。“然而有些人,”亚历山大说,“认为如果他们证明了一个正方形数是圆数,他们就在大小(几何量)中也发现了圆的化为方。然而,”他说,“正方形数是等数乘等数所得之数;而他们称由连续奇数相加组成的数为圆数,例如一、三、五、七、九、十一。他们在如此相加组成的数中,发现了一个既是正方形数又是圆数的数,例如36(它是正方形数,是因为它由6乘以自身产生;它是圆数,是因为它由奇数1、3、5、7、9、11的相加而成),便自以为也发现了圆的化为方。但这证明,”他说,“并非来自几何学的原理,而是来自算术的原理;因为某数是圆数以及某数是正方形数,乃是算术的原理。”在亚历山大作此说时,值得注意的是:首先,算术家们并不根据连续奇数的相加来设定圆数,而是根据从同一[尾数]终结于同一[尾数]来设定的。因为25是圆数,是因为五五25;36也是,是因为六六36;然而4、9、16虽然也是根据连续奇数的相加而产生,却并非圆数,而仅仅是正方形数;因为正是根据奇数的连续累加,正方形数才得以产生。而且或许最初传授这一方法的人并没有单纯地说,所有根据连续奇数的连续累加而成的数都是圆数,而是说在连续奇数的连续累加中可以找到圆数,尽管连这也不是总是发生;因为125作为由5乘以25而产生的数是圆数,216作为由6乘以36而产生的数也是圆数,然而它们却不是根据连续奇数的连续累加产生的——除非说这些不是圆数,而是从平面圆数按圆的方式加深而成的立体(球形)数。另外值得注意的是,发现了同一个数既是圆数又是正方形数的人,不太可能因此就自以为在几何量中也发现了圆的化为方。倒不如说,或许是在数中发现了同一者既是正方形又是圆,他们才产生了在几何量中也探求圆之化为方的念头。我们的导师阿摩尼奥斯曾说,即使这在数上被发现,或许在几何量上也未必能被发现;因为直线和圆周是不同种的量。“而且,”他说,“如果我们在角的情形中也发现这种现象,那么找不到等于直线图形的圆也就不足为奇了。因为无论是半圆的角,还是补足直角的余角即所谓角状角,都不可能有相等的直线角。”

语法注3 条
  1. 1.11οὐκ ἐλεγχομένη παρ’ ὅτι γέγονεν ἐν αὐτῇ τὸ ψευδογράφημα

    介词短语 παρ’ ὅτι 表示原因,意为“并非因其中发生错误推导的原因而(被反驳)”。这与辛普里丘接下来的论述相对应,即通常的反驳(圆不能穷尽分割为月牙形)并未抓住该谬误推导的真正根源。

  2. 1.11τὸ γὰρ ἴσον τῷ μηνίσκῳ τετράγωνον τοσαυταπλάσιον ποιοῦντες ὁσαπλάσιοι πάντες εἰσὶν οἱ μηνίσκοι εἰς οὓς ὁ κύκλος διῄρηται τοῦ ἑνός

    由相关词 τοσαυταπλάσιον 与 ὁσαπλάσιοι 构成的倍数对应结构。τοῦ ἑνός 是由表示倍数的形容词 ὁσαπλάσιοι 所要求的比较属格(“所有月牙形是那单个[月牙形]的多少倍”),表示按此倍数去扩大与单个月牙形相等的正方形。

  3. 1.11ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος ἐφιστάνειν ἄξιον

    独立属格结构 ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος(“在亚历山大说这些话时”)后接非人称评价结构 ἐφιστάνειν ἄξιον(“值得引起注意/留意”),并引出其后的 ὅτι 从句作为考察内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:58.1-59.28