← 辛普里丘

亚里士多德《物理学》注释

§588.1-588.38

最外天球的处所与天球圆周运动

辛普里修阐明,根据亚里士多德对处所的定义,由于最外层的天球和整个宇宙在外在没有包围它们的物体,因而并不在处所中;并通过全宇宙皆为水的思想实验说明,天球虽然不能作为整体变换处所,但其部分能够彼此变换处所,因而天球作圆周运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.49#1

" Ὧι μὲν οὖν σώματί ἐστί τι ἐκτὸς1 ἕως τοῦ ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν." Ὁρισάμενος τὸν τόπον ὅτι ἐστὶ τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον καὶ συστήσας τό τε πρῶτον καὶ τὸ ἀκίνητον ἐφιστάνει καλῶς, ὅτι κατὰ ταύτην τὴν ἀπόδοσιν οὐ πᾶν σῶμα ἐν τόπῳ ἐστίν, ἀλλ’ ᾧ μέν ἐστι τι ἐκτὸς σῶμα τὸ περιέχον αὐτό, τοῦτό ἐστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ. ὥστε οὔτε ἡ ἀπλανὴς σφαῖρα ἔσται ἐν τόπῳ (οὐ γὰρ ἔστι τι ἐκτὸς τὸ περιέχον αὐτήν, εἴπερ ἐστὶν ἐσχάτη πασῶν) οὔτε ὁ ὅλος κόσμος· οὐδὲ γὰρ τούτου ἔστι τι ἐκτός. ἢ γὰρ κενόν, ὅπερ δειχθήσεται μὴ ὄν, ἢ σῶμα· καὶ ἢ πεπερασμένον (καὶ ἔσται τι καὶ τούτου ἐκτός, εἰ πᾶν σῶμα ἐν τόπῳ, καὶ τοῦτο ἐπ’ ἄπειρον) ἢ ἄπειρον σῶμα τὸ ἐκτός, καὶ ἤδη ἀνῄρηται τοῦτο. βουλόμενος οὖν πεῖσαι, ὅτι οὐκ ἔστιν ἐν τόπῳ τὸ πᾶν καὶ ὁ οὐρανός, ἐπὶ παραδοξοτέρας ὑποθέσεως πειρᾶται συνεθίζειν ἡμᾶς. κἂν γὰρ ὕδωρ, φησίν, ὑποτεθῇ τὸ πᾶν, ὃ μάλιστα δεῖται τοῦ ἐν τόπῳ ἢ ἐν ἀγγείῳ εἶναι διὰ τὸ μὴ δύνασθαι χωρὶς τοῦ περιέχοντος αὐτὸ κρατεῖν, καὶ τὸ τοιοῦτον ὅμως πᾶν οὐκ ἂν εἴη ἐν τόπῳ· ἐπειδὴ πᾶν ὅλως ὑποκείμενον οὐκ ἔχει τι τὸ περιέχον ἐκτός, οὗ τὸ πρὸς τῷ περιεχομένῳ πέρας ὁ τόπος ὑπόκειται.2 τὰ μέντοι μόρια τοῦ ὕδατος ἦν ἂν ἐν τόπῳ, εἴπερ ἦν διῃρημένα, ὥσπερ καὶ νῦν τὰ τοῦ παντὸς μόρια διῃρημένα καὶ ἁπτόμενα ἀλλήλων καὶ περιεχόμενα ἄλλο ὑπ’ ἄλλου ἐν τόπῳ ἐστίν. ἐπειδὴ δὲ ἐν τόπῳ ἐλέγετο εἶναι τὰ κινητὰ κατὰ φοράν, διὰ τοῦτο ἀπὸ τῆς κατὰ τόπον κινήσεως, ὅπως τὰ μὲν μόρια ἐν τόπῳ ἐστί, τὸ δὲ ὅλον οὐκ ἔστι, συλλογίζεται. καὶ ἔτι μέντοι ὅπως τὰ μὲν μόρια κινεῖται κατὰ τόπον, τὸ δὲ ὅλον ἀκίνητον μένει δείκνυσιν. ἀρξάμενος οὖν ἀπὸ τῶν ἐν τόπῳ ὄντων μετέβη ἐπὶ τὰ κατὰ τόπον κινούμενα ἀπὸ τούτων καὶ ἐκεῖνα δεικνύς. καὶ λέγει τὰ μὲν μόρια κινήσεται αὐτοῦ· τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται, ἔστι δὲ ὡς οὔ περὶ τοῦ οὐρανοῦ λοιπὸν λέγων ἤτοι τοῦ παντὸς κόσμου. τὰ γὰρ αὐτὰ ἂν συνέβαινε, καὶ εἰ τὸ ὕδωρ τὸ πᾶν ἦν. ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει,3 διότι οὐδὲ κινεῖται ὅλον κατὰ τόπον, διότι οὐδὲ ἔστι καθ’ ὅλον ἐν τόπῳ, διότι οὐδὲ περιέχεται ὑπό τινος ἔξωθεν σώματος, εἴπερ αὐτός ἐστι τὸ πᾶν ἢ τὸ τοῦ παντὸς ἔσχατον. διὰ τοῦτο δὲ καὶ κύκλῳ κινεῖται ὁ οὐρανός, οὐ μέντοι ἄνω ἢ κάτω, ὅτι κύκλῳ μὲν δύναται κινεῖσθαι καὶ τὰ μὴ μεταβαίνοντα τόπον ἐκ τόπου καθ’ ὅλον, διότι τοῖς μορίοις μεταβαίνει κατὰ τόπον· ὁ γὰρ τοιοῦτος τόπος ὁ ἐν τοῖς κύκλῳ κινουμένοις, καθ’ ὃν ἀλλήλων ἁπτόμενα τὰ μόρια τόποι γίνονται ἀλλήλων κατὰ τὰ πέρατα, οἰκεῖος τῶν τοιούτων μορίων ἐστίν, ἀλλ’ οὐχὶ τοῦ ὅλου· οὐ γὰρ ἅπτεταί τι ἔξωθεν τοῦ ὅλου. διὸ ἄνω καὶ κάτω οὐ δύναται κινεῖσθαι (ἦ γὰρ ἂν ὅλον μετέβαινε τόπον ἐκ τόπου), κύκλῳ δὲ μόνον.

“因此,对于外在有某物的物体来说”至“凡具有浓缩与稀疏的事物”。 在将处所定义为“包围者的第一不动界限”,并确立了“第一”与“不动”这两者之后,他恰当地指出:根据这一规定,并非每一个物体都在处所中,而是外在有某种物体包围着它的那个物体,它才在处所中;没有的,则不在[处所中]。因此,恒星天球不会在处所中(因为既然它是所有之中最外端的,外在就没有什么东西包围着它),整个宇宙也不会在处所中;因为在这个宇宙的外在也没有任何东西。因为[若有外在之物,]要么是虚空(这将证明是不存在的),要么是物体;而[若是物体,]要么是有限的(如果每个物体都在处所中,那么在这个物体之外也必定还有某种东西,如此以至无穷),要么外在的物体是无限的(而这已经被否定了)。因此,为了使人确信全和天不在处所中,他试图通过一个更加反常的假说来使我们习以为常。因为他说,即使全被假设为水——水最需要处于处所中或容器中,因为没有包围者它就无法保持自身——然而即使是这样的全也不会在处所中;因为凡被完全当作全来假定的东西,在外在没有任何包围它的东西,而该包围者朝向被包围者的界限正是被设定为处所的。然而水的部分原本是会在处所中的,只要它们被分割开来,正如现在全的部分被分割开来、彼此相接且一者被另一者包围从而处于处所中一样。而由于依位移可动的事物曾被说是在处所中,因此他从依处所的运动出发,推论出部分如何是在处所中,而整体则不在。并且进一步,他还指明部分如何依处所运动,而整体则保持不动。因此,他从在处所中的事物开始,过渡到依处所运动的事物,从后者也指明了前者。他说“它的部分将会运动,但全在某种意义上会运动,在某种意义上则不会”,接下来他谈论的便是天,亦即整个宇宙。因为即使水是全,同样的事情也会发生。因为作为整体,它并非一下子改变其处所,因为它既不作为整体依处所运动,也不作为整体在处所中,也不被任何外在的物体所包围(既然它本身就是全,或者全的最外端)。正因如此,天是作圆周运动,而不是向上或向下运动,因为那些不作为整体从一处变换到另一处的事物也可能作圆周运动,因为它们就其部分而言依处所而变换;因为在圆周运动的事物中,部分彼此相接且在其界限处成为彼此的处所的这种处所,乃是此类部分所特有的,而不是整体所特有的;因为没有任何东西从外在接触整体。所以它不能向上和向下运动(否则它就会作为整体从一处变换到另一处),而只能作圆周运动。

语法注3 条
  1. 4.49Ὧι μὲν οὖν σώματί ἐστί τι ἐκτὸς

    关系代词 ᾧ 将先行词 σώματι 吸收至关系从句内部的先行词内化结构(相当于 ἐκείνῳ τῷ σώματι ᾧ)。后续的复指代词 τοῦτο 在主句中作主语。

  2. 4.49ἐπειδὴ πᾶν ὅλως ὑποκείμενον οὐκ ἔχει τι τὸ περιέχον ἐκτός, οὗ τὸ πρὸς τῷ περιεχομένῳ πέρας ὁ τόπος ὑπόκειται

    πᾶν ὅλως ὑποκείμενον 是分词短语,意为“被完全作为全来设定的东西”。关系代词 οὗ 的先行词是 τὸ περιέχον(包围者),指其“朝向被包围者的界限”被设定(ὑπόκειται)为处所。

  3. 4.49ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει

    副词 ἅμα(“一下子”、“同时”)修饰 οὐ μεταβάλλει,表明天球作为整体不会一下子变更其处所(即将其所占据的整个处所移换至别处)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:588.1-588.38