- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:586.31-587.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘比较了亚历山大与波菲利关于上下处所的解释,继而阐明亚里士多德何以将处所比作“平面”与“容器”并称其“与事物共在”,揭示了这些表述与将形式视作处所的先前学说的关联。
“ἐπειδὴ γάρ, φησί, μὴ μόνον τὸ ἐν τῷ κάτω ὂν περιέχεται ὑπὸ τοῦ πρὸς τὸ μέσον σώματος, οἷον εἰ ὁ ἀὴρ οὗτος εἴη, ἀλλὰ κατά τι μέρος καὶ ὑπὸ τῆς ἐπιφανείας τοῦ κάτω ὄντος σώματος, τοῦτο δέ ἐστιν ἡ γῆ, δεικνὺς τίνων πέρας ἐστὶν ὁ κάτω τόπος, εἶπε τὸν ἀέρα τοῦ πρὸς τὸ μέσον ἤτοι πρὸς τὸ κάτω περιέχοντος 〈πέρας〉 καὶ αὐτοῦ τοῦ κάτω ὄντος,1 ὁμοίως δὲ καὶ ἄνω τὸ τοῦ πυρὸς πρὸς τὸ ἔσχατον περιέχοντος πέρας καὶ αὐτὸ τὸ ἔσχατον. αὐτὸ γὰρ ἔσχατον, φησί, λέγει οὐ τὸ σῶμα οὗ τὸ πέρας, ἀλλὰ τὸ πέρας αὐτοῦ τὸ πρὸς ἡμᾶς (ἐκεῖ γὰρ ὁ ἄνω τόπος), πρὸς δὲ τὸ ἔσχατον λέγοι ἂν τὸ ἔσχατον περιεχόμενον οἷον τὸν αἰθέρα· οὕτω γὰρ περὶ τοῦ τόπου ἄμφω ἐπὶ τοῦ αὐτοῦ πέρατος λεγόμενα δυνατὸν ἀκούειν, ὅπερ ἐπὶ τοῦ μέσου οὐκ ἦν· ἐκεῖνο γὰρ ἄλλο μὲν πέρας ἦν τὸ πρὸς τὸ μέσον, ἄλλο δὲ τὸ τοῦ μέσου”. καὶ Πορφύριος διττόν φησι τὸ κάτω· “ἢ γὰρ τὸ πέρας τοῦ μέσου, ὅ ἐστιν ὁ τόπος, ἢ αὐτὸ τὸ μέσον, οὗ ὁ τόπος τὸ ἔσχατον. ὁμοίως δὲ καὶ τὸ ἄνω διττόν· ἢ τὸ πέρας τοῦ ἐσχάτου οἷον τοῦ αἰθέρος, ὅ ἐστιν ὁ τόπος, ἢ αὐτὸ τὸ ἔσχατον, ὅπερ ἐστὶν ὁ αἰθήρ·” καὶ ἔοικε “πέρας τοῦ μέσου” εἰπεῖν ἢ ἀντὶ τοῦ τὸ πρὸς τὸ μέσον περιέχον πέρας ἢ τὸ τῆς γῆς πέρας εἴτε τὸ ἐκτὸς εἴτε τὸ ἐντός, καθὸ δέχεται καὶ περιέχει, τόπον λαμβάνει ἀνάλογον τῷ ἐσχάτῳ τοῦ αἰθέρος· κάτω γὰρ καὶ τὴν γῆν λέγομεν καὶ τὰ ἐν τῇ γῇ. Ἐπειδὴ δὲ καὶ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος καὶ ὑποδεκτικὸς τοῦ ἐν αὐτῷ, διὰ τοῦτο καὶ ἐπίπεδον δοκεῖ ὁ τόπος, τουτέστιν ἐπιφάνεια, μῆκος καὶ πλάτος ἄνευ βάθους ἔχων. διὸ καὶ ἐπίπεδον αὐτὸν ἐκάλεσεν, ὡς τῶν παλαιῶν πᾶσαν ἐπιφάνειαν ἐπίπεδον καλούντων· οἱ γὰρ νεώτεροι διαφορὰν ἐπιφανείας ἔλεγον τὴν ἐπίπεδον καὶ ἄλλην τὴν σφαιρικὴν ἢ κωνικὴν ἢ κυλινδρικήν, καὶ ἐπίπεδον ἔλεγον ἐπιφάνειαν, ἥτις ἐξ ἴσου ταῖς ἐφ’ ἑαυτῆς εὐθείαις κεῖται. ἔστι δὲ ὁ τόπος καὶ οἷον ἀγγεῖον. τὸ γὰρ ὑποδεκτικὸν κοινόν ἐστι καὶ τοῦ τόπου καὶ τοῦ ἀγγείου. ἔοικε δὲ τὸ καὶ διὰ τοῦτο δοκεῖ ἐπίπεδόν τι εἶναι προσθεῖναι διὰ τοὺς τὸ εἶδος τόπον λέγοντας ἐπιφάνειαν ὂν τοῦ σώματος. οὗτοι γὰρ καθόσον μὲν πέρατι καὶ ἐπιπέδῳ προσέβαλον, ἐγγὺς ἦλθον τῆς τοῦ τόπου ἐννοίας, καθόσον δὲ οὐ τοῦ περιέχοντος πέρας, ἀλλ’ αὐτοῦ τοῦ ἐν τόπῳ, κατὰ τοσοῦτον ἀπεσφάλησαν. καὶ τὸ ἑξῆς δὲ τὸ ἔτι ἅμα τῷ πράγματί πως ὁ τόπος· ἅμα γὰρ τὰ πέρατα πρὸς τὸ αὐτὸ τείνειν ἔοικεν ἀπολογίαν τινὰ πορίζον τοῖς οἰηθεῖσι τὸ εἶδος εἶναι τὸν τόπον· ἅμα γὰρ τῷ πράγματι τῷ ἐν τόπῳ ἐστὶν ὁ τόπος, διότι ἅμα ἐστὶ τὰ πέρατα τοῦ τε ἐν τόπῳ καὶ αὐτοῦ ὅπερ ἐστὶν ὁ τόπος. οὐδὲν γάρ ἐστι μεταξύ, ὥστε καὶ ἓν δοκεῖ γίνεσθαι διὰ τὴν ἐφαρμογὴν τῶν ἐπιπέδων. τὸ δὲ ἅμα ὅτι οὐχὶ τὸ ἐν τῷ αὐτῷ τόπῳ δηλοῖ,2 ἀλλὰ τὸ κατὰ ταὐτὸν καὶ εἰς ἓν συντρέχον, εἴρηται πρότερον. πῶς γὰρ ἂν εἴη ὁ τόπος ἐν τόπῳ;
“因为,”他说,“不仅在下方的事物被朝向中心的物体(例如这若是空气)所包围,而且在某种程度上也被在下方的物体的表面(即大地)所包围,〔亚里士多德〕在指明下方的处所是何者的界限时,便将空气说成是朝向中心即朝向下方包围者的界限,也是在下方者本身的[界限];同样在上方,则是火朝向极端包围者的界限以及极端本身。因为他说,所谓极端本身,〔亚里士多德〕指的不是界限所属的物体,而是朝向我们的那个界限(因为上方的处所正在那里),而‘朝向极端’则可以指被包围的极端,例如以太;因为只有这样,才可能把关于处所所说的两个术语理解为针对同一界限而言,而这在中心的情形中是不可能的;因为那个中心具有一个朝向中心的界限,另一个则是中心的界限。”波菲利也说下方是双重的:“因为要么是中心的界限(这便是处所),要么是中心本身(处所乃是其极端)。同样上方也是双重的:要么是极端的界限(例如以太的界限,这便是处所),要么是极端本身(即以太);”他似乎用“中心的界限”来代替“朝向中心的包围界限”,或者将大地的界限(无论是外在的,还是就其接纳并包围而言的内在界限)视为类似于以太之极端的处所;因为我们把大地和大地中的事物都称为“下方”。由于处所既是包围者的界限,又能接纳其中的事物,因此处所似乎也是平面,即表面,具有长与宽而没有深。所以他也称其为平面,因为古人将所有的表面都称为平面;而较近代的人则把平面说成是表面的一种差异,把球面、圆锥面或圆柱面说成是另一种,并且把平面定义为与其上的直线均匀相齐的表面。处所又如同容器;因为具有接纳性乃是处所与容器所共有的。而他添加“而且因此它似乎是某种平面”,似乎是针对那些将形式称为处所的人(因为形式是物体的表面)。因为他们在触及界限与平面这一点上,接近了处所的概念,但在将其视为不是包围者的界限而是处所中事物本身的界限这一点上,他们走入了歧途。接下来的“此外,处所在某种意义上与事物共在;因为界限共在”,似乎也指向同一目的,为那些认为形式是处所的人提供了一种辩护;因为处所与在处所中的事物共在,正是因为在处所中的事物的界限与构成处所的界限本身是共在的。因为其间没有任何中介,以至于由于平面的重合而似乎合为一体。至于“共在”并非表示“在同一处所中”,而是表示“在同一点相重合且汇为一体”,这在先前已经说明过了。因为处所又怎能存在于处所之中呢?
- 4.48εἶπε τὸν ἀέρα τοῦ πρὸς τὸ μέσον ἤτοι πρὸς τὸ κάτω περιέχοντος 〈πέρας〉 καὶ αὐτοῦ τοῦ κάτω ὄντος
动词 εἶπε 的直接宾语为 τὸν ἀέρα,迪尔斯补入的 〈πέρας〉 充当宾语补足语:“说空气是……的界限”。随后的属格短语 τοῦ ... περιέχοντος 与 αὐτοῦ τοῦ κάτω ὄντος 在句法上修饰 πέρας(“……包围者的界限以及在下方者本身的界限”)。
- 4.48τὸ δὲ ἅμα ὅτι οὐχὶ τὸ ἐν τῷ αὐτῷ τόπῳ δηλοῖ
前置预先提示构文(prolepsis)。本应作为 ὅτι 从句中谓语动词 δηλοῖ 的主语的名词短语 τὸ ἅμα,被置于连词 ὅτι 之前以作主题化。
