← 辛普里丘

亚里士多德《物理学》注释

§585.34-586.31

宇宙中心与极端处的处所与物体之辨

辛普里丘解释了亚里士多德关于“朝向中心的界限是下……”的语句,详细阐明了大地以及包围大地的水和空气如何构成“下方的处所”与“处所中的物体”,并梳理了关于“上方”的极端与处所相对应的两种句法读法(以及亚历山大的解释)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.48#2

οὔτε γὰρ τὸ κέντρον τόπος (οὐδὲν γὰρ περιέχει, καὶ ὅτι ἀμερὲς καὶ ὅτι πάντων ἐνδοτάτω) οὔτε ἡ γῆ τόπος (σῶμα γὰρ ἡ γῆ, ἀλλ’ οὐ πέρας), οὐ μέντοι οὐδὲ τὸ τῆς γῆς πέρας· τοῦτο γὰρ μορφὴ τῆς γῆς ἐστιν, ἀλλ’ οὐ τόπος. Ταύτας δὴ λύων τὰς ζητήσεις ἐπήγαγε τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον,1 τὸ δὲ πρὸς τὸ ἔσχατον ἄνω καὶ αὐτὸ τὸ ἔσχατον. ἐν οἷς λέγει καὶ τίνες οἱ τόποι εἰσὶν ὅ τε κάτω καὶ ὁ ἄνω καὶ τίνα τὰ ἐν τόπῳ τῷ τε κάτω καὶ τῷ ἄνω. τὸ μὲν γὰρ μέσον αὐτό, ὅπερ ἐστὶν ἡ γῆ, τὸ σῶμά ἐστι τὸ ἐν τῷ κάτω τόπῳ. τὸ δὲ πρὸς τὸ μέσον περιέχον πέρας τοῦτό ἐστιν ὁ κάτω τόπος, πέρας ὂν τὸ πρὸς τῇ γῇ τοῦ περιέχοντος τὴν γῆν σώματος πῇ μὲν ὕδατος, πῇ δὲ ἀέρος. ἔστι δὲ ὅπου καὶ τῆς γῆς αὐτῆς κοιλότητα ἐχούσης τὸ ἔνδον πέρας τόπος γίνεται καὶ γῆς ἄλλης καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος καὶ ζῴων καὶ φυτῶν. καὶ ἐπειδὴ πάντα ταῦτα τὸν κάτω τόπον συμπληροῖ καὶ οὐκ ἀφωρισμένη τις ἐπιφάνεια, διὰ τοῦτο καὶ αὐτὸς ἀορίστως εἶπε τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον. καὶ γὰρ καὶ τὸ μέσον ἄλλοτε ἄλλο, ποτὲ μὲν γῆ, ποτὲ δὲ ἄλλο τι τῶν στοιχείων ἢ σωμάτων, πάντως δὲ ἐν τῷ μέσῳ ἐν ᾧ ἡ τῆς γῆς ὁλότης. ἔστι δὲ τὸ αὐτὸ πολλάκις καὶ ἐν πλειόνων σωμάτων πέρασιν ὡς ἐν τόποις ἅμα εἶναι, ὡς ὅταν ἐν ποταμῷ ᾖ λίθος, μέρος μὲν ἔχων ἐρηρεισμένον ἐν τῇ γῇ, μέρος δὲ ὑπὸ τοῦ ὕδατος περιεχόμενον καὶ μέρος ὑπερανέχον τοῦ ὕδατος καὶ ἐν τῷ τοῦ ἀέρος πέρατι περιεχόμενον. καὶ οὕτω μὲν τὸ ἐν τῷ κάτω τόπῳ καὶ ὁ κάτω τόπος. τὸ δὲ πρὸς τὸ ἔσχατον φησὶν ἄνω καὶ αὐτὸ τὸ ἔσχατον. καὶ ἐνταῦθα ὥσπερ ἐπὶ τοῦ κάτω ἔσχατον μὲν τὸ ἄνω τὸ ἐν τόπῳ ἐστίν, οἷον ὁ αἰθήρ, πρὸς τὸ ἔσχατον δὲ ὁ ἄνω τόπος, ὅς ἐστι τὸ πέρας τοῦ περιέχοντος τὸ πρὸς τὸ ἔσχατον ἐν τόπῳ ὂν νεῦον, οἷον ἡ κοίλη τῆς σελήνης ἐπιφάνεια πρὸς τῷ αἰθέρι οὖσα, ὃς ἔσχατος τῶν ἐν τόπῳ ἐστί. τὸ δὲ μέσον τὸ ἐν τῷ κάτω τόπῳ, ἐπὶ δὲ τοῦ ἄνω τὸ ἀνάπαλιν2 τὸ μὲν πρὸς τὸ ἔσχατον ἐοικὸς κατὰ τὴν λέξιν τῷ πρὸς τὸ μέσον οὐχὶ τὸν τόπον τὸν ἄνω, ἀλλὰ τὸ ἐν τῷ ἄνω τόπῳ εἶπε, τὸ δὲ ἔσχατον ἐοικὸς τῷ μέσῳ οὐχὶ τὸ ἐν τῷ ἄνω, ἀλλὰ τὸ ἄνω. ὁ δὲ Ἀλέξανδρος καὶ ἄλλην ἐξήγησιν ἐπάγει τῇ λέξει, καθ’ ἣν καθ’ ἑκάτερον ἄμφω ἐπὶ τοῦ τόπου ἀκούει.

因为中心既不是处所(因为它不包围任何事物,既因为它没有部分,也因为它居于一切的最深处),大地也不是处所(因为大地是物体,而不是界限),当然大地的界限也不是处所(因为这是大地的形态,而不是处所)。因此,为了解决这些疑问,他接着说:“朝向中心的包围界限是下,中心本身也是[下];而朝向极端的是上,极端本身也是[上]。”在这些话中,他说明了处所——即下与上——是怎样的,以及在处所中——即在下与上的处所中——的事物是怎样的。因为中心本身,即大地,乃是在下方处所中的物体;而朝向中心的包围界限,这才是下方的处所,它是包围大地的物体邻接大地的界限,部分是水的〔界限〕,部分是空气的〔界限〕。有时大地自身具有空腔,其内部的界限也会成为其他大地、水、火、空气、动物和植物的处所。既然这一切都充实了下方的处所,而并非某个被限定的单一表面,因此他自己也无限定地说:“朝向中心的包围界限是下,中心本身也是[下]。”因为中心也是时而为此、时而为彼,有时是大地,有时是元素或物体的其他事物,但无论如何总是在大地的完整性所在的中心之中。而且同一事物往往同时存在于多个物体的界限之中如同在处所中一样,例如当一块石头在河中时,一部分支撑在大地中,一部分被水包围,一部分突出于水面之上并在空气的界限中被包围。在下方处所中的事物与下方处所便是如此。而他说:“朝向极端的是上,极端本身也是[上]。”在此处,正如在下方的情形中一样,“极端”乃是在处所中的上方之物(例如以太),而“朝向极端”则是上方的处所,即包围者朝向在处所中的极端之物倾斜的界限(例如月球邻接以太的凹表面,而以太乃是在处所之物中最外层者)。或者,中心固然是在下方处所中的事物,但在上方的情形中恰好相反,他在措辞上类似于“朝向中心”的“朝向极端”所指的不是上方的处所,而是在上方处所中的事物,而在措辞上类似于“中心”的“极端”所指的不是在上方之物,而是上方的处所。亚历山大则对这句文句提出了另一种解释,按照这种解释,他在两种情形中都把这两个项理解为指处所。

语法注2 条
  1. 4.48τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας κάτω ἐστὶ καὶ αὐτὸ τὸ μέσον

    引自亚里士多德(212a21–24)。复合主语由两个并列名词短语组成:τὸ μὲν πρὸς τὸ μέσον περιέχον πέρας 与 αὐτὸ τὸ μέσον,谓语为 κάτω。辛普里丘将前者解释为下方的处所(包围界限),后者解释为处于下方处所中的物体(大地等)。

  2. 4.48τὸ δὲ μέσον τὸ ἐν τῷ κάτω τόπῳ, ἐπὶ δὲ τοῦ ἄνω τὸ ἀνάπαλιν

    句首承前省略了动词(如 ἦν):“中心固然是在下方处所中的事物,但在上方的情形中恰好相反……”。随后的分句 τὸ μὲν πρὸς τὸ ἔσχατον ... εἶπε 由主要动词 εἶπε 统领双重宾语,提出了与前文完全对称的读法(即 ἔσχατον 为物体、πρὸς τὸ ἔσχατον 为处所)相对立的另一种解释(即字面对应关系颠倒)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:585.34-586.31