← 辛普里丘

亚里士多德《物理学》注释

§584.29-585.34

依据上下种差与宇宙中心极限论证处所的不可动性

辛普利丘将亚里士多德通过处所的种差(即作为宇宙中心与极端的“上”与“下”)来证明处所不可移动性的论证重构为三段论,并阐明了月球凹表面与宇宙中心在处所上保持不动的方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.48#1

" Καὶ διὰ τοῦτο τὸ μέσον τοῦ οὐρανοῦ ἕως τοῦ καὶ οἷον ἀγγεῖον ὁ τόπος καὶ περιέχον." Ὅτι ἀκίνητος ὁ τόπος, συνίστησι καὶ ἐκ τῶν τοῦ τόπου κυριωτάτων διαφορῶν· αὗται δὲ ἦσαν, ὡς εἴρηται πρότερον, τό τε ἄνω καὶ τὸ κάτω· καί μοι δοκεῖ τοιοῦτόν τινα συνάγειν συλλογισμόν· ὁ τόπος διαφορὰς ἔχει τὸ ἄνω καὶ τὸ κάτω· τὸ διαφορὰς ἔχον τὸ ἄνω καὶ τὸ κάτω τὸ μέσον καὶ τὸ ἔσχατον ἔχει διαφοράς· τὸ διαφορὰς ἔχον τὸ μέσον καὶ τὸ ἔσχατον ἀκινήτους ἔχει διαφοράς· τὸ ἀκινήτους ἔχον διαφορὰς ἀκίνητόν ἐστιν· ὁ τόπος ἄρα ἀκίνητός ἐστι. καὶ ὅτι μὲν διαφορὰς ἔχει τὸ ἄνω καὶ τὸ κάτω ὁ τόπος, ἤδη προηξίωται· πέμπτον γὰρ ἦν τῶν περὶ τόπου ἀξιωμάτων τὸ πάντα τόπον ἔχειν τὸ ἄνω καὶ τὸ κάτω. ὅτι δὲ τὸ κάτω καὶ τὸ ἄνω τὸ μέσον καὶ τὸ ἔσχατόν ἐστι, δείκνυσιν ἐκ τοῦ τὸ μὲν κοῦφον ἐπὶ τὸ ἔσχατον καὶ τὸ πέριξ φερόμενον λέγεσθαι ἐπὶ τὸ ἄνω φέρεσθαι. οὕτω γὰρ τὸ πῦρ ἐπὶ τὸ πέριξ φερόμενον λέγεται ἐπὶ τὸ ἄνω φέρεσθαι, καὶ τὸ βαρὺ ἐπὶ τὸ μέσον φερόμενον ἐπὶ τὸ κάτω λέγεται φέρεσθαι ὥσπερ ἡ γῆ. ὅτι δὲ τὸ μέσον καὶ τὸ ἔσχατον ἀκίνητα, ὑπομιμνῄσκει διὰ τοῦ ὅτι τὸ μὲν ἀεὶ μένει, τοῦ δὲ κύκλῳ τὸ ἔσχατον ὡσαύτως ἀεὶ μένει. τὸ μὲν γὰρ μέσον ὅπερ ἐστὶ κέντρον τοῦ παντὸς καὶ ἡ περὶ αὐτὸ γῆ ἀεὶ μένει καὶ κατὰ τόπον καὶ κατὰ ὕπαρξιν τῇ ἑαυτῆς ὁλότητι καὶ τῷ εἴδει, κἂν τοῖς μέρεσι καὶ τῷ ἀριθμῷ μεταβάλληται. τοῦ δὲ κυκλοφορητικοῦ σώματος τὸ ἔσχατον τὸ πρὸς ἡμᾶς, ὅπερ ἐστὶ τῆς σεληνιακῆς σφαίρας ἡ κοίλη καὶ πρὸς ἡμᾶς ἐπιφάνεια, καθ’ ὕπαρξιν μὲν καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι κατ’ ἀριθμὸν τὸ αὐτὸ ἀεὶ μένει, κατὰ τόπον δὲ κἂν τοῖς μέρεσι κινῆται ἀλλὰ τό γε ὅλον οὐ μεταβαίνει τόπον ἐκ τόπου, ἀλλὰ μένει ὁμοίως ἀεὶ τὸ ἀκίνητον ἔχουσα κατὰ τόπον,1 ὅπερ μάλιστα ζητεῖ ὁ λόγος· οὐ γὰρ δὴ τὸ καθ’ ὕπαρξιν. καὶ ἐπιστῆσαι χρὴ ὅτι τὸ ἄνω τὴν κοίλην τῆς σεληνιακῆς ἐπιφάνειαν λέγει, ὥστε τὸ κινητὸν κατὰ φορὰν τὸ ὑπὸ σελήνην.2 ὅτι δὲ τὸ ἀκινήτους ἔχον τὰς οἰκείας διαφορὰς καὶ αὐτὸ ἀκίνητόν ἐστι, πρόδηλον· συστατικαὶ γὰρ τῆς οὐσίας εἰσὶν αἱ διαφοραὶ καὶ μέρη τὰ οὐσιώδη· ἅμα δὲ καὶ ἐκ τοῦ μᾶλλον δῆλον. εἰ μὲν γὰρ κινοῖτο τὰ μέρη, οὐδὲν κωλύει τὸ ὅλον ἀκίνητον εἶναι ὡς ἐπὶ τῶν κύκλῳ κινουμένων μερῶν· εἰ δὲ παντοίως ἀκίνητα τὰ μέρη ἐστὶν ὡς μήτε καθ’ αὑτὰ μήτε κατὰ συμβεβηκὸς κινεῖσθαι, πολλῷ μᾶλλον ἂν εἴη τὸ ὅλον ἀκίνητον. πιστοῦται οὖν τὸ ἀκίνητον τοῦ τόπου ἐκ τοῦ διαφορὰς τοῦ τόπου τὸ ἄνω καὶ τὸ κάτω λέγοντας ἡμᾶς ἐκεῖνα λέγειν ἄνω καὶ κάτω, ἅπερ ἀκίνητά ἐστι, τουτέστι τὸ μέσον καὶ τὸ ἔσχατον. ἀλλὰ τὸ μὲν ἔσχατον τὸ πρὸς ἡμᾶς τῆς κύκλῳ φορᾶς εἴη ἂν ὁ ἄνω τόπος· τὰ γὰρ ἐπὶ τὸ ἄνω κινούμενα μέχρις ἐκείνου κινηθέντα ὑπ’ ἐκείνου ἢ κατ’ ἐκεῖνο περιέχεται, καὶ ἔστιν ἐκεῖνο πέρας τοῦ περιέχοντος κυκλοφορητικοῦ σώματος, καθ’ ὃ περιέχει τὸ περιεχόμενον· κάτω δέ, τί ἂν εἴη ὁ τόπος;

“并且因此,天的中心……”直至“并且处所如同容器与包围者。” 关于处所是不可移动的,他也从处所最主要的种差加以确立;而这些种差,如前所述,就是“上”与“下”。并且在我看来,他推导出了大体如下的三段论:处所具有“上”与“下”作为种差;具有“上”与“下”作为种差的事物,具有“中心”与“极端”作为种差;具有“中心”与“极端”作为种差的事物,具有不可移动的种差;具有不可移动的种差的事物是不可移动的;因此,处所是不可移动的。而处所具有“上”与“下”作为种差,此前已被公认;因为每个处所都具有上与下,乃是关于处所的第五条公理。至于下与上就是中心与极端,他从轻者朝向极端和周围运动被称为“向上运动”这一点予以说明。因为火正是这样朝向周围运动而被称为向上运动,而重者朝向中心运动则被称为“向下运动”,如同大地一样。而中心与极端是不可移动的,他通过“前者始终停留,而作圆周运动者的极端也同样始终停留”来提醒我们。因为中心——即万物的中心以及围绕着它的大地——在处所上和存在上以其自身的完整性与形式始终停留,即使在部分上和数目上发生变化;而作圆周运动的物体朝向我们的极端——即月球天球朝向我们的凹表面——在存在上无论作为整体还是在部分上在数目上始终保持同一,而在处所上,即使其部分在运动,但整体并不从一处转移至另一处,而是同样始终在处所上保持不动,而这正是论证所探求的(因为论证所探求的并非存在上的不动)。还应当注意,他所称的“上”是指月球〔天球〕的凹表面,因而按位移运动之物乃是月下之物。至于具有不可移动的本有种差的事物自身也是不可移动的,这是显而易见的;因为种差构成了实体,并且是本质性的部分。同时,这一点从“更有甚者”的论证中也清楚可见。因为即使部分运动,也丝毫不妨碍整体是不可移动的(正如作圆周运动的各部分那样);但如果各部分是全然不可移动的,以致既不依自身也不依偶性运动,那么整体就更应当是不可移动的。因此,处所的不可移动性得到了确证,因为我们称“上”与“下”为处所的种差,正是将那些不可移动的事物——即中心与极端——称为上与下。圆周位移运动朝向我们的极端应当是“上”的处所;因为向上运动的事物运动到那一点为止,便被它包围或在它处被包围,而那正是包围的作圆周运动物体的界限,〔该物体〕在此处包围着被包围之物;然而,作为“下”的处所又会是什么呢?

语法注2 条
  1. 4.48ἀλλὰ μένει ὁμοίως ἀεὶ τὸ ἀκίνητον ἔχουσα κατὰ τόπον

    阴性分词 ἔχουσα 在语法性上未与中性主语短语 τοῦ δὲ κυκλοφορητικοῦ σώματος τὸ ἔσχατον 一致,而是受到了前文关系从句中同位语 τῆς σεληνιακῆς σφαίρας ἡ κοίλη καὶ πρὸς ἡμᾶς ἐπιφάνεια 中的阴性名词 ἐπιφάνεια 的吸引,属于按意义一致(constructio ad sensum)。

  2. 4.48ὥστε τὸ κινητὸν κατὰ φορὰν τὸ ὑπὸ σελήνην

    在表示结果的 ὥστε 从句中,系动词(如 εἶναι)被省略。在结构上,τὸ κινητὸν κατὰ φορὰν 作主语,τὸ ὑπὸ σελήνην 作表语,意指在位移意义上运动的物体即是月下之物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:584.29-585.34