← 辛普里丘

亚里士多德《物理学》注释

§583.15-584.28

处所的定义与河中之船的例子

辛普里丘注解了亚里士多德关于“处所是包围之物的不可移动的在先界限”这一定义(212a16–21),借助河中船只的例子探讨了处所与容器在不动性与移动性上的区分,并考察了亚历山大关于河流还是河岸才是处所的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.47

" Διὸ ὅταν μὲν ἐν κινουμένῳ ἕως τοῦ ὥστε τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον τοῦτ’ ἔστιν ὁ τόπος." Εἰπὼν τὴν διαφορὰν τοῦ τόπου καὶ τοῦ ἀγγείου καὶ ἐπὶ πλέον αὐτὴν διαρθρῶσαι βουλόμενος καὶ τὸ ἀκίνητον τοῦ τόπου βεβαιώσασθαι διορίζει καὶ τὰ ἐν αὐτοῖς ὄντα διδάσκων, πότε μὲν ὡς ἐν ἀγγείῳ λέγομεν εἶναι, πότε δὲ ὡς ἐν τόπῳ. καὶ λέγει ὅτι ὅταν κινούμενόν τι σῶμα ἐν κινουμένῳ τινὶ ἐνῇ, ὥστε συγκινεῖσθαι αὐτῷ τὸ ἐν ᾧ ἐστιν, ὥσπερ τὸ ἐν ποταμῷ πλοῖον ἢ ξύλον οὐ τέμνον τὸ ὕδωρ, ἀλλ’ ὑπὸ τοῦ ῥέοντος ὕδατος περιεχόμενον καὶ συγκαταφερόμενον αὐτῷ, τότε ὡς ἐν ἀγγείῳ ἐστὶν ἐν ἐκείνῳ τοῦ ὕδατος τῷ μέρει τῷ περιέχοντι αὐτό, μᾶλλον ἢ ὡς ἐν τόπῳ. τὸ δὲ κινούμενον ἀκινήτου μένοντος τοῦ ἐν ᾧ ἐστι τοῦτό ἐστιν ἐν τόπῳ. ὁ γὰρ τόπος οὐκ ἐθέλει συγκινεῖσθαι τῷ ἐν αὑτῷ, ἀλλ’ ὑπομένειν, ἵνα μὴ καὶ αὐτὸς τόπου χρῄζῃ κατὰ τόπον κινούμενος, τὸ δὲ ἐν κινουμένῳ κινούμενον, ὡς τὰ ἐν τοῖς ἀγγείοις ἐκείνων κινουμένων, δῆλον ὅτι κατὰ συμβεβηκὸς κινεῖται. εἰπὼν οὖν τὸ ὡς ἐν ἀγγείῳ κινούμενον, ἐπὶ τοῦ αὐτοῦ παραδείγματος τὸ ἐν τόπῳ κινούμενον καὶ τὸν τόπον ὑποδείκνυσιν. ὡς γὰρ ἐν τούτῳ τῷ παραδείγματι ὁ πᾶς μᾶλλον ποταμὸς τόπος ἂν εἴη τῆς νεώς, διότι ἀκίνητος ὁ σύμπας φυλάττων τὴν αὐτὴν χώραν καὶ ἐκ τῆς αὐτῆς ῥέων ἀρχῆς καὶ ἐπὶ τὸ αὐτὸ τέλος ἀφικνούμενος· τὸ δὲ μᾶλλον προσέθηκε, διότι οὐ κυρίως ὁ πᾶς ποταμὸς τόπος ἂν εἴη τῆς νεώς (οὐ γὰρ πέρας τοῦ περιέχοντός ἐστι τὸ πᾶν τοῦ ποταμοῦ ὕδωρ οὐδὲ ἐπιφάνεια ὅλως, ἀλλὰ σῶμα), ἀλλὰ κατὰ τοῦτο μᾶλλον ὁ πᾶς, καθόσον μὴ συγκινεῖται, τόπος δὲ ὅλος τῆς νεώς, ὅτι ἐν μέρει αὐτοῦ φέρεται ἡ ναῦς. ἢ οὐδὲ τόπος τῆς νεὼς ὁ ποταμός, ἀλλ’ εἴη ἂν ὁ μὲν ποταμὸς πᾶς ἐν τόπῳ, ὡς φησιν ὁ Ἀλέξανδρος, τῷ μὴ συγκινεῖσθαι αὐτῷ τὸ πέρας τοῦ περιέχοντος αὐτόν,1 ἡ δὲ ναῦς ἐν ἀγγείῳ. “καὶ ἴσως ἂν λέγοι, φησίν, οὐ τῆς νεὼς τὸν πάντα ποταμὸν τόπον, ἀλλὰ [τόπον] τοῦ ἐν αὐτῷ ὄντος· ἔστι δὲ τὸ ὕδωρ. καὶ εἴπερ ποταμὸν ἀκούσομεν μὴ τὸ ὕδωρ, ἀλλὰ τὴν τὸ ὕδωρ περιέχουσαν ἐπιφάνειαν τῆς γῆς, καταλληλότερον ἂν ἐπ’ αὐτοῦ λέγοιτο τὸ διὸ ὁ πᾶς ποταμὸς μᾶλλον τόπος. αὕτη γὰρ κυρίως τόπος τοῦ περιεχομένου καὶ κινουμένου ἐν αὐτῇ ὕδατος, ἀκίνητος οὖσα. οὐ μέντοι τῆς νεὼς οὗτος τόπος πρώτως, ἀλλ’ ἔστιν ἡ μὲν ναῦς ὡς ἐν ἀγγείῳ τῷ ὕδατι, τὸ δὲ ὕδωρ ὡς ἐν τόπῳ τῇ περιεχούσῃ αὐτὸ τοῦ ποταμοῦ ὄχθῃ, ἣν εἴη ἂν ποταμὸν ὁ Ἀριστοτέλης καλέσας καὶ τόπον εἰπών,2 οὐ τῆς νεὼς ἀλλὰ τοῦ ὕδατος. εἰ δὲ τοῦτο, δῆλον ὅτι διαφόρως τὸν ποταμὸν ἐκάλεσε, ποτὲ μὲν τὸ ὕδωρ, ποτὲ δὲ τὴν τὸ ὕδωρ περιέχουσαν ἐπιφάνειαν. δείξας οὖν καὶ τὴν ἐν τόπῳ καὶ ἐν ἀγγείῳ διαφορὰν καὶ ἐκ ταύτης τὸ ἀκίνητον ὑποδείξας τοῦ τόπου τὸν ὁρισμὸν λοιπὸν ὁλόκληρον ἐκ τῶν εἰρημένων συνάγει, ὅτι ἔστιν ὁ τόπος τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον πρῶτον διὰ τοῦ πρῶτον τὸ προσεχὲς δηλώσας συντόμως, ὅπερ πρότερον ἐσήμανε διὰ τοῦ καθ’ ὃ συνάπτει τῷ περιεχομένῳ. ἔστι μὲν γὰρ τὸ ἐν τόπῳ λεγόμενον καὶ ἐν τῇ ἔνδον ἐπιφανείᾳ τοῦ περιέχοντος σώματος καὶ ἐν τῇ ἔνδον τοῦ τὸ περιέχον περιέχοντος (οἷον εἰ ἐν ὕδατι λίθος, τὸ δὲ ὕδωρ ἐν ἀέρι καὶ ἀκινήτῳ, ὁ λίθος περιέχεται ἐν τῇ ἐπιφανείᾳ τοῦ ἀέρος), οὐ μέντοι προσεχῶς ἐν ἐκείνῃ οὐδὲ πρώτως. οὐδὲ συνάπτει κατ’ ἐκείνην τῷ περιεχομένῳ. διὸ οὐδὲ τόπος ἐκείνη κυρίως. ἔστι δὲ προσεχὲς καὶ τὸ τοῦ ἀγγείου πέρας τὸ πρὸς τῷ περιεχομένῳ, ἀλλὰ κινητὸν καὶ μεταφορητόν. διόπερ ἀγγεῖον ἀλλ’ οὐ τόπος ἐστίν, ἐὰν μὴ καὶ τὸ ἀκίνητον προσλάβῃ. τοῦτο δὲ καὶ διὰ τῶν ἑξῆς συνίστησι·

“因此,当处于运动之物中时……”直至“以致包围之物的不可移动的在先界限,这就是处所。” 在陈述了处所与容器的区别,并意图进一步阐明这一区别以及确证处所的不可移动性之后,他通过区分处于它们之中的事物,教导我们何时说是在容器中,何时说是在处所中。他说,每当某个运动的物体处于某种运动之物中,以致它所在之处与其一同运动时——正如河流中的船只或木头,并非劈开水流,而是被流动的水所包围并与其一同顺流而下——此时它是在包围它的那部分水中,更是如同在容器中一样,而不是如同在处所中。相反,当它所在之处保持不动而自身运动时,这才是处于处所中。因为处所不愿与其内部之物一同运动,而是停留不动,以免它自身也因按处所运动而需要一个处所;而在运动之物中运动者,如同容器运动时容器内的物体一样,显然是偶性地运动。于是,在论及了如同在容器中运动的事物之后,他在同一个例子中指出了在处所中运动的事物以及处所本身。因为在这个例子中,整条河流更可以说是船的处所,因为作为一个整体的河流是不可移动的,它保持着同一个空间,自同一个源头流出并抵达同一个终点;而他加上“更”,是因为严格说来整条河流并不是船的处所(因为整条河流的水并不是包围之物的界限,甚至根本不是表面,而是物体),但在不一同运动这一点上,整体才“更”是处所,并且整条河流之所以是船的处所,是因为船是在它的一部分之中被承载的。或者,河流甚至根本不是船的处所,而是如亚历山大所说,整条河流因包围它之物的界限不与其一同运动而处于处所之中,船则处于容器之中。“而且也许,”他[亚历山大]说,“他是指整条河流不是船的处所,而是处于它之中的事物的处所——这就是水。如果我们所理解的河流不是水,而是包围水的大地表面,那么‘因此整条河流更可以说是处所’这句话用在它身上就更为贴切。因为这一表面是不动的,严格说来是处于其中被包围且运动的水的处所。然而这并不是船的本原处所;船是在作为容器的水中,而水则是在作为处所的包围它的河岸中——亚里士多德所称的‘河流’并说成处所的大概就是这河岸,不是船的处所,而是水的处所。如果确实如此,显然他是在不同意义上称呼河流的,有时指水,有时指包围水的表面。”因此,在展示了处于处所中与处于容器中的区别,并由此指明了处所的不可移动性之后,他最终从前述讨论中推导出了完整的定义:处所是“包围之物的不可移动的在先界限”,通过“在先”简明地表达了切近的界限,这正是他先前通过“在其与被包围之物相接之处”所指明的。因为被称为处于处所之中的事物,既处于包围物体的内表面中,也处于包围该包围物之内[表面]中(例如石块在水中,而水在不动的空气中,石块就被包围在空气的表面中),但并非切近地也非本原地处于该[表面]中;而且它在那个表面处也不与被包围之物相接。因此那个表面严格说来也不是处所。容器贴近被包围之物的界限固然也是切近的,但它是可动的和可移动的。所以它是容器而不是处所,除非它还附加具有不可移动性。而这一点,他通过接下来的文字也加以确立:

语法注2 条
  1. 4.47τῷ μὴ συγκινεῖσθαι αὐτῷ τὸ πέρας τοῦ περιέχοντος αὐτόν

    带冠词不定式 τῷ μὴ συγκινεῖσθαι 作原因与根据的与格(“由于……并不一同运动”)。不定式的逻辑主语是宾格的 τὸ πέρας τοῦ περιέχοντος αὐτόν(“包围它的界限”),其中 αὐτόν 指河流(ὁ ποταμός)。复合动词 συγκινεῖσθαι 所支配的与格代词 αὐτῷ 亦指河流,整体表示“由于包围河流之物的界限不与河流一同运动”。

  2. 4.47ἣν εἴη ἂν ποταμὸν ὁ Ἀριστοτέλης καλέσας καὶ τόπον εἰπών

    由 εἴη ἄν 与不定过去时分词 καλέσας 及 εἰπών 构成的迂说法可能希求语气(periphrastic potential optative),表达谨慎的推测(“亚里士多德大概会称之为……并言之为……”)。关系代词 ἣν(先行词为 ὄχθῃ“河岸”)与补足语 ποταμόν 及 τόπον 分别构成双重宾格结构(ἣν καλέσας ποταμόν / ἣν εἰπὼν τόπον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:583.15-584.28