← 辛普里丘

亚里士多德《物理学》注释

§582.26-583.14

处所与容器的区别以及不动性的根据

针对亚里士多德在212a14中对处所与容器的共性与差异(不动性与可移动性)的规定,辛普利丘根据容器内表面与器壁的区别解释其缘由,并说明了亚里士多德此前未将不动性作为公理预设的语境原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.46

" Ἔστι δὲ ὥσπερ τὸ ἀγγεῖον τόπος μεταφορητός, οὕτω καὶ ὁ τόπος ἀγγεῖον ἀμετακίνητον." Μέχρι νῦν ὡς τοῖς αὐτοῖς τῷ τόπῳ καὶ τῷ ἀγγείῳ χρησάμενος καὶ τὸν τοῦ τόπου ὁρισμὸν κοινὸν ἀποδοὺς τοῦ τε τόπου καὶ τοῦ ἀγγείου (πέρας γὰρ τοῦ περιέχοντος ἑκάτερον, καθ’ ὃ συνάπτει τῷ περιεχομένῳ· οὐ γὰρ τὸ τοῦ ὀστράκου σῶμα ἀγγεῖόν ἐστιν, ἀλλ’ ἡ ἐντὸς ἐπιφάνεια, ἧς μενούσης συνεχοῦς ἔχει τὸ σκεῦος τὴν τοῦ ἀγγείου δύναμιν, κἂν πάθῃ τι τὸ τοῦ ὀστράκου βάθος) νῦν οὖν προστίθησι1 τὸ ἴδιον τοῦ τε τόπου καὶ τοῦ ἀγγείου, ὅτι ὁ μὲν τόπος ἀκίνητός ἐστι τῇ ἑαυτοῦ φύσει, τὸ δὲ ἀγγεῖον μεταφορητόν. κἂν ἐναλλάττῃ οὖν ποτε ὁ τόπος καὶ τὸ ἀγγεῖον, ἀλλ’ ἑκάτερον σῴζει τὸ ἴδιον, ὥστε τὸν μὲν τόπον ἀγγεῖον εἶναι ἀκίνητον, τὸ δὲ ἀγγεῖον τόπον μεταφορητόν. εἰκότως δὲ πέρας ὢν τοῦ περιέχοντος ὁ τόπος ἀκίνητος λέγεται. καὶ γὰρ ὡς ἐπιφάνεια καθ’ αὑτὴν ἀκίνητός ἐστι, καὶ ὡς τόπος ἔτι μᾶλλον. πῶς γὰρ ἂν ὁ τόπος κινοῖτο κατὰ τόπον; ἀλλὰ καὶ τὸ ἀγγεῖον, φαίη ἄν τις, κατὰ τὴν ἔνδον ἐπιφάνειαν μάλιστα ἀγγεῖον λέγεται. ἢ τὸ μὲν χωρητικὸν ὃ κοινόν ἐστι πρὸς τὸν τόπον κατ’ ἐκείνην ἔχει, τὸ δὲ ὡς σκεῦος καὶ κατὰ τὸ σῶμα2 καὶ κατὰ τὸ μεταφορητὸν εἶναι σῶμα, δεκτικὸν καὶ αὐτό τινος ὂν σώματος. καὶ τάχα ἐν τοῖς περὶ τόπου ἀξιώμασι διὰ τοῦτο οὐ προέλαβεν ἀκίνητον εἶναι τὸν τόπον, ὅτι χρείαν εἶχεν ὡς ἀγγείῳ τῷ τόπῳ τέως χρήσασθαι διὰ τὴν ἀπὸ τοῦ ἀγγείου πολλαχοῦ πρὸς τὸν τόπον χειραγωγίαν, καίτοι καὶ τοῦ Θεοφράστου καὶ τοῦ Εὐδήμου, ὡς εἴρηται καὶ πρότερον, τὸ ἀκίνητον ὡς ἓν τῶν περὶ τόπου ἀξιωμάτων προειληφότων. προστίθησι δὲ ὁ Ἀλέξανδρος ὅτι “εἴπερ καὶ τὸ ἀγγεῖον τόπος ἐστί, καὶ τὰ ἐν ἀγγείῳ ἐν τῷ τοῦ περιέχοντος αὐτὸ σώματός ἐστι πέρατι”.

“正如容器是可移动的处所,处所也就是不可移动的容器。” 至今为止,他把处所和容器当作相同的事物来使用,并将处所的定义作为处所与容器共有的定义给出(因为两者都是包围之物的界限,在其与被包围之物相接之处;因为陶器的器壁物体并不是容器,内表面才是容器,只要内表面保持连续,即便陶器的厚度遭受某种损耗,器具仍保有容器的功能)——因此现在,他补充了处所与容器各自固有的特性,即处所就其自身本性而言是不动的,而容器则是可移动的。因此,即便处所与容器有时发生互换,两者仍各自保持其固有特性,以致处所是不可移动的容器,而容器则是可移动的处所。处所作为包围之物的界限被称为不动,乃是合理的。因为作为表面,它就其自身而言是不动的,作为处所则更是如此。因为处所又怎能按处所而运动呢?但有人可能会说,容器难道不也最主要因其内表面而被称作容器吗?或者[应当这样回答]:它固然因内表面而具有与处所相通的容纳能力,但作为器具,它是在物体这一方面,以及在作为自身也能接纳某种物体的可移动物体这一方面[被称为容器的]。也许在关于处所的公理中,他此前之所以没有预先设定处所是不动的,正是因为在许多情况下都需要借助容器来引向处所,因而在当时有必要将处所当作容器来使用——尽管正如先前所说,泰奥弗拉斯托斯和欧德谟都已预先将不动性设定为关于处所的公理之一。亚历山大还补充说:“如果容器也是处所,那么容器之中的事物也就是处于包围它的物体的界限之内。”

语法注2 条
  1. 4.46νῦν οὖν προστίθησι

    句首的分词短语(Μέχρι νῦν ... χρησάμενος καὶ ... ἀποδούς)后接了长篇括号内的插入解释(πέρας γάρ ... βάθος),此处的 οὖν 为复归小词(resumptive οὖν),引出主句。主动词 προστίθησι 的省略主语指亚里士多德。

  2. 4.46τὸ δὲ ὡς σκεῦος καὶ κατὰ τὸ σῶμα

    与前面的分句 τὸ μὲν χωρητικὸν ... ἔχει 相对比。根据上下文需补出谓语动词 λέγεται(或 ἔχει),即“但作为器具,在物体这一方面……[被称为容器]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:582.26-583.14