- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:581.3-582.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了为何在关于处所的探求中质料、形式与间隔的伴随呈现导致处所难以发现,并着重探讨了间隔被视作处所的原因,同时对亚历山大关于包围物之静止的解释进行了考察。
" Δοκεῖ δὲ μέγα τι εἶναι καὶ χαλεπὸν ἕως τοῦ ἀλλὰ καὶ τὸ μεταξὺ ὡς ὂν κενόν." Εἰπὼν πρότερον ὅτι τοιοῦτον χρὴ τὸν ὅρον ἀποδοθῆναι τοῦ τόπου, “ὥστε τά τε ἀπορούμενα λύεσθαι καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν ἀπορημάτων ἔσται φανερόν”, ἀποδοὺς τὸν τοῦ τόπου ὁρισμὸν εὐθὺς ἐκ τοῦ ἀποδοθέντος τὰ τῆς δυσκολίας αἴτια πειρᾶται δεικνύναι. δοκεῖ γάρ τι, φησί, μέγα καὶ χαλεπὸν εἶναι ὁ τόπος διὰ τὸ παρεμφαίνεσθαι ἐν τῇ περὶ αὐτοῦ σκέψει τὰ τρία τὰ διελεγχθέντα τήν τε ὕλην καὶ τὸ εἶδος καὶ τὸ διάστημα. εἰ γὰρ ἅπερ δοκεῖ μάλιστα εἶναι ὁ τόπος ταῦτα ἀδύνατον εἶναι αὐτόν, χαλεπὴ καὶ δύσκολος οὕτως ἐστὶν ἡ τοῦ τόπου εὕρεσις. καὶ μέντοι εἰ ἄλλο ζητοῦσιν ἡμῖν ἄλλα παρεμφαίνεσθαι εἴωθεν, ἐμπόδιον τοῦτο πρὸς τὴν εὕρεσιν ἱκανὸν γίνεται. καὶ τὸ μὲν εἶδος ὅτι δοκεῖ εἶναι ὁ τόπος, εἴρηται πολλάκις διά τε τὸ περιέχειν καὶ διὰ τὸ ἓν μετὰ τοῦ τόπου γίνεσθαι, ἐφαρμοζομένων ἀλλήλαις τῶν δύο ἐπιφανειῶν τῆς τε τοῦ περιεχομένου καὶ τῆς τοῦ περιέχοντος. προσέθηκε δὲ πάλιν τὴν ὕλην τῷ εἴδει, διότι καὶ ἡ ὕλη χώρα καὶ τόπος εἶναι δοκεῖ τῶν εἰδῶν ἄλλοτε ἄλλων ἐν αὐτῇ γινομένων εἰδῶν, ὥσπερ καὶ ἐν τῷ τόπῳ ἄλλοτε ἄλλων σωμάτων. ἐν ᾧ γὰρ πρότερον ἦν ἀέρος εἶδος, ἐν τούτῳ γίνεται καὶ ὕδατος. καὶ εἴρηται πολλάκις, ὅτι τὴν τοῦ τόπου ἔννοιαν ἡ ἀντιμετάστασις τῶν σωμάτων μάλιστα ἡμῖν ἐνεποίησεν. ἀλλ’ ἡ μὲν ὕλη καὶ τὸ εἶδος καθ’ ὅν τινα τρόπον δοκοῦσι τόπος, πολλάκις εἰπὼν ἠρκέσθη. Δι’ ἃς δὲ αἰτίας τὸ διάστημα δοκεῖ, πάλιν ὑπομιμνήσκει, ὡς καὶ πιθανωτέρας οὔσης τῆς ὑποθέσεως καὶ πρὸς ὀλίγον ἐξετασθείσης· ἐπειδὴ γὰρ ἡ ἀντιμετάστασις τῶν σωμάτων ἐν τῷ περιέχοντι γίνεται ἠρεμοῦντι, ὅπερ κατὰ τὸν Ἀλέξανδρον σημαίνει τῷ ἀκινήτῳ ὄντι, διὰ τὸ μὴ συγκινεῖσθαι τῷ ἐν αὑτῷ τὸν τόπον, τὸ οὖν τὸ περιεχόμενον σῶμα καὶ ἀεὶ ἐν τόπῳ περιέχοντι γινόμενον διάστημα ἔχειν φαντασίαν τισὶ παρέσχεν,1 ὡς ὂν διάστημα ἄλλο παρὰ τὰ διαστήματα τὰ ἐν τοῖς σώμασι τοῖς κινουμένοις καὶ ἀλλάσσουσι τὸν τόπον ἴσον ὂν αὐτοῖς κατὰ τὸ μέγεθος. μήποτε δὲ τὸ ἠρεμοῦντι οὐχ ὡς ἀκινήτῳ κατὰ τόπον εἶπεν,2 ἀλλ’ ὡς τῷ αὐτῷ μένοντι καὶ μὴ ἀμειβομένῳ· οὔτε γὰρ ἀποδέδεικταί πω τὸ ἀκίνητον εἶναι τὸν τόπον οὔτε χρειῶδές ἐστιν οὕτω πρὸς τὴν τοῦ διαστήματος ἔννοιαν. τὸ δὲ μένειν τὸ αὐτὸ χρειῶδες, ἐπειδὴ τὰς διαφορὰς ἀφαιροῦντες τῶν ἀντιμεθισταμένων σωμάτων τὸ διάστημα ὡς τὸ αὐτὸ φανταζόμεθα. ἢ οὐ μάτην ὁ Ἀλέξανδρος τὸ ἠρεμοῦντι ὡς ἀκινήτῳ κατὰ τόπον ἤκουσεν, ἀλλ’ ὅτι κἂν ὁ Ἀριστοτέλης μεταβαῖνον ὑπέδειξε τὸ διάστημα εἰς ἀτοπίαν ἀπαγαγὼν τὸν λόγον ὅτε ἔλεγεν “ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων”, ἀλλ’ οἱ ὑποτιθέμενοι τὸ διάστημα τὸ διὰ παντὸς τοῦ κόσμου χωροῦν ἀκίνητον αὐτὸ ἔλεγον ἄλλοτε ἐν ἄλλῃ ἑαυτοῦ μοίρᾳ ἄλλο τι καὶ ἄλλο τῶν σωμάτων δεχόμενον. πρὸς δὲ τὸ δοκεῖν διάστημά τι εἶναι τὸν τόπον συμβάλλεσθαι δοκεῖ καὶ τὸν ἀέρα δοκοῦντά τισιν ἀσώματον εἶναι. διὰ γὰρ τοῦτο δοκεῖ καὶ τὸ μεταξὺ τῶν τοῦ ἀγγείου περάτων κενή τις εἶναι χώρα σωμάτων δεκτική. καὶ οὐ μόνον ἐν τοῖς τοῦ ἀγγείου πέρασιν εἶναι δοκεῖ τὰ ἐμβαλλόμενα, ἀλλὰ καὶ ἐν τῇ μεταξὺ χώρᾳ καὶ μᾶλλον ἐν ταύτῃ, εἴπερ αὕτη δι’ ὅλου κεχώρηκεν. ἐν δὲ τοῖς πέρασι τοῦ ἀγγείου τὰ πέρατα τοῦ ἐν αὐτῷ προσεχῶς ἐστι. διὸ εἶπεν ὅτι φαίνεται οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος. δοκεῖ δὲ ἡ φαντασία αἰτία εἶναι μετὰ τὴν ἀφαίρεσιν τοῦ σώματος κενὸν ὑπολείπουσα διάστημα. ὅτι δὲ κενεμβατεῖ, φαίη ἄν τις, δῆλον.3 εἰ γὰρ ἀνέλοι καὶ ἐκεῖνο τὸ διάστημα ἡ φαντασία, πάλιν ἄλλο ὑπολειφθήσεται. καὶ τοῦτο οὐδέποτε παύσεται. “σημειωτέον δέ, φησὶν ὁ Ἀλέξανδρος, ὅτι καὶ τὸ ἀγγεῖον πέρας τοῦ περιέχοντος λέγει.” καὶ ὅτι μὲν ἐν τῷ λέγειν οὐ μόνον τὰ πέρατα τοῦ ἀγγείου εἶναι ὁ τόπος οὐ λέγει τὸ ἀγγεῖον τὸ πέρας τοῦ περιέχοντος, δῆλον, ἀλλ’ εἰ ἄρα, τὰ πέρατα τοῦ ἀγγείου. ἐκ δὲ τῶν ἐφεξῆς ἴσως ἄν τις συναγάγοι τοῦτο, εἴπερ τὸ μὲν ἀγγεῖον τόπος, ὁ δὲ τόπος πέρας τοῦ περιέχοντος.
“它似乎是某种伟大而困难的事物……直至……而且其中的间隔也似乎是作为空虚而存在的。” 在先前指出处所的定义应当以此种方式给出,即“使疑难得以解决,使看来属于处所的诸特性确实属于它,并且使困难和疑难的原因变得明了”之后,他在给出处所的定义的同时,便立即试图根据所给出的定义来指出困难的原因。因为他说,处所之所以显得是某种伟大而困难的事物,乃是因为在关于它的考察中,那被驳斥的三者——质料、形式与间隔——会同时呈现出来。因为如果最被看作是处所的这些事物本身不可能就是处所,那么处所的发现便因此成了困难而繁难的事。况且,在我们探求某物时,若习惯于有其他事物同时呈现,这便对发现构成了足够的阻碍。至于形式为何被看作是处所,已经多次讲过:既因其包围,又因当被包围之物的表面与包围之物的表面相互贴合时,它便与处所合而为一。但他又在形式之外加上了质料,因为质料也似乎是诸形式的容受场所和处所,正如有不同的物体在不同时间出现于处所之中,不同的形式也在不同时间产生于质料之中。因为先前存有空气之形式的所在,其中也产生出水之形式。并且已经多次讲过,正是物体的相互置换最使我们产生了处所的观念。但关于质料与形式以何种方式被看作处所,他在多次阐述后已觉充分。然而,由于何种原因间隔被看作是处所,他再次予以提醒,因为这一假说更为可信,且此前仅作了简短的探讨。因为既然物体的相互置换发生于静止的包围物之中——按照亚历山大的说法,这意味着“在不运动的事物之中”,因为处所并不随着处于其自身之中的事物一同运动——因此,被包围的物体始终处于包围它的处所之中而具有间隔,这便给某些人提供了一种表象,仿佛存在着某种不同于运动并调换处所的诸物体中的间隔的间隔,且在大小上与它们相等。然而,也许他所说的“在静止之物中”,并非指“在按处所不运动之物中”,而是指“在保持同一而不被更替之物中”;因为处所是不动的这一点尚未得到证明,而且对于间隔的观念而言,此种理解也并非必要。但保持同一却是必要的,因为我们在剥离相互置换的诸物体的差异时,是将间隔想象为同一的。或者,亚历山大将“在静止之物中”理解为“在按处所不运动之物中”并非徒劳,而是因为,即便亚里士多德在说“处所同时也将处于变化之中”而把论点导向荒谬时指出了间隔的转移,那些设定贯穿整个宇宙之间隔的人们仍然主张它自身是不动的,并在不同时间于其自身的不同部分中接纳不同的物体。此外,空气在某些人看来是非物体的,这似乎也有助于处所被看作某种间隔。因为正是因此,容器各界限之间的部分也似乎是接纳物体的空虚处所。被置入其中的事物不仅被看作是处于容器的各界限之内,而且也处于其间的处所之内,如果此空间贯穿了全体的话,甚至更被看作是处于其中。而在容器的界限之内,直接存有的则是处于其中的物体的界限。因此他说,处所看来不仅仅是容器的诸界限。而想象似乎正是原因所在,它在剥离了物体之后留下了空虚的间隔。但有人可能会说,显然这是在凌空蹈虚。因为如果想象把那个间隔也取消掉,又将留下另一个。而这将永无止境。“然而应当注意”,亚历山大说,“他也把容器称为包围之物的界限”。显然,他在说处所不仅是容器的界限时,并没有把容器本身称为包围之物的界限,假如有的话,也只是称容器的诸界限如此。但根据下文,若容器是处所,且处所是包围之物的界限,人们或许可以推论出这一点。
- 4.45τὸ οὖν τὸ περιεχόμενον σῶμα καὶ ἀεὶ ἐν τόπῳ περιέχοντι γινόμενον διάστημα ἔχειν φαντασίαν τισὶ παρέσχεν
句首的冠词 τὸ 将紧随其后的带宾格的不定式短语(τὸ περιεχόμενον σῶμα ... διάστημα ἔχειν)整体名词化,作为主句动词 παρέσχεν 的主语。整句结构意为:“被包围的物体始终处于包围它的处所之中而具有间隔这一事实,给……提供了表象”。
- 4.45μήποτε δὲ τὸ ἠρεμοῦντι οὐχ ὡς ἀκινήτῳ κατὰ τόπον εἶπεν
μήποτε 接直陈式过去时(εἶπεν)表示审慎的推测或委婉的疑问(“或许他说……”),这是后古典希腊语中常见的惯用法。辛普里丘以此谨慎地提出与亚历山大的断言相对立的另一种解释。
- 4.45ὅτι δὲ κενεμβατεῖ, φαίη ἄν τις, δῆλον
略去插入句 φαίη ἄν τις(“人们可能会说”)之后,核心骨架为表语从句 ὅτι δὲ κενεμβατεῖ δῆλον [ἐστι](“它在凌空蹈虚是显而易见的”)。动词 κενεμβατέω 本义为“踏空、虚步”,此处用以形容在剥离物体后设定空虚间隔的做法属于毫无根据的空想妄论。
