- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:579.35-581.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德通过排除法将处所定义为包围物体的界限,并将被包围物体规定为能按位置移动而运动之物;辛普利丘对此展开注解,围绕天整体是否处于处所之中的疑难,介绍了亚历山大和阿斯帕西奥斯的解释,并阐明了亚里士多德关于天并非整体而是在部分上处于处所之中的解决方案。
" Εἰ τοίνυν μηδὲν τῶν τριῶν τούτων ὁ τόπος ἐστί ἕως τοῦ λέγω δὲ τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν.1" Δείξας, ὅτι τῶν τριῶν οὐδέν ἐστιν ὁ τόπος τῶν εἰρημένων, συνάγει λοιπὸν ἐν τάξει τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα ἐπάγει, ὅτι ἀνάγκη τὸν τόπον εἶναι τὸ λοιπὸν τῶν τεττάρων τὸ πέρας τοῦ περιέχοντος σώματος, καθ’ ὃ συνάπτει τῷ περιεχομένῳ. ἔχοι γὰρ ἄν τι καὶ ἄλλο πέρας τὸ περιέχον. οἷον ἡ σεληνιακὴ σφαῖρα περιέχει μὲν τὸ ὑπὸ σελήνην κατὰ τὴν κοίλην ἐπιφάνειαν, καθ’ ἣν συνάπτει αὐτῷ, ἔχει δὲ καὶ ἄλλο πέρας τὸ τῆς κυρτῆς ἐπιφανείας τὸ πρὸς τῇ Ἑρμαϊκῇ. λέγω δέ, φησί, τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν, ὥστε τοῦτο εἶναι ἐν τόπῳ. καὶ γὰρ ἀπὸ τῆς κατὰ τόπον κινήσεως ὁ τόπος εὑρέθη. ἀνάγκη οὖν καὶ τὸν οὐρανὸν κινητὸν ὄντα κατὰ φορὰν ἐν τόπῳ εἶναι, ὅπερ αὐτὸς μετ’ ὀλίγον ἀποφήσει. ἢ οὖν κινητὸν κατὰ φορὰν λέγει τὸ πεφυκὸς ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν (ὁ δὲ οὐρανὸς οὐ κινητός, ἀλλ’ ἀεὶ κινεῖται)· “ἢ ἄλλο ἐστί, φησὶν Ἀλέξανδρος τὸ κατὰ φορὰν καὶ ἄλλο τὸ κατὰ περιφοράν, τὸ μὲν ἐπ’ εὐθείας καὶ ὅλον τόπον ἐκ τόπου μεταβαῖνον, τὸ δὲ κύκλῳ καὶ ἐν τῷ αὐτῷ φερόμενον κατὰ μόρια κινεῖται. διὸ οὐδ’ ἐν τόπῳ ἐστὶν ὅλον, ὅτι μηδὲ κινεῖται κατὰ τόπον ὅλον.” ὁ μέντοι Ἀσπάσιος “οὐκ ἀντιστρέφει,2 φησίν· οὐ γὰρ ἀνάγκη, εἰ πᾶν τὸ ἐν τόπῳ κινητὸν κατὰ φοράν, καὶ τὸ κινητὸν κατὰ φορὰν ἐν τόπῳ εἶναι.” καίτοι γε ἐχρῆν αὐτοῦ λέγοντος ἀκοῦσαι μετ’ ὀλίγα τοῦ Ἀριστοτέλους ὅτι “πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατὰ αὔξησιν κινητὸν καθ’ αὑτό που”. εἶτα ἐπάγει λύων, ὡς ἔοικε, ταύτην τὴν ἀπορίαν ὁ Ἀριστοτέλης· “ὁ δὲ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδὲ ἔν τινι τόπῳ ἐστίν, εἴ γε αὐτὸν μηδὲν περιέχει σῶμα.” ὥσπερ οὖν οὔ που ὅλος, οὕτως οὐδὲ κινεῖται καθ’ ὅλον ἑαυτόν. οὐδὲ γὰρ μεταβαίνει τόπον ἐκ τόπου, ἀλλὰ μόνον κατὰ τὰ μόρια, καθ’ ἃ καὶ κινεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἀριστοτέλης τοῖς ἤδη παραγραφεῖσιν· “ἐφ’ ὃ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις. ἕτερον γὰρ ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν.” εἰπὼν δὲ ὅτι κατὰ συμβεβηκὸς ἐν τόπῳ καὶ ἡ ψυχὴ καὶ ὁ οὐρανός, ἐπήγαγε “τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο. διὸ κινεῖται κύκλῳ μόνον τὸ ἄνω, τὸ δὲ πᾶν οὔ που”, δηλονότι τὸ κατὰ τὸ πᾶν·3 οὐδὲ γὰρ κινεῖται καθ’ ὅλον. ὡς μέντοι κινεῖται, οὕτως ποῦ· ἐφ’ ὃ γὰρ κινεῖται, ταύτῃ καὶ τόπος ἐστὶ τοῖς μορίοις, καὶ ὡς που, οὕτω κινεῖται. “ἐπὶ τῷ κύκλῳ γάρ, φησί, περιέχει ἄλλο ἄλλο.” διὸ κινεῖται κύκλῳ μόνον. ἑκάτερον οὖν ἀληθές, καὶ ὅτι τὸ ἐν τόπῳ σῶμα κινητὸν κατὰ τόπον ἐστί, καὶ ὅτι τὸ κινητὸν κατὰ τόπον ἐν τόπῳ ἐστίν. ὡς ἔχει δὲ τὸ ἕτερον, οὕτω καὶ τὸ ἕτερον.
“因此,如果处所不是这三者中的任何一个……直至……但我所说的被包围的物体,乃是能按位置移动而运动的物体。” 在指出了处所不是上述三者中的任何一个之后,他接下来便依次组织起三段论,并得出结论:处所必然是四者之中剩余的那一个,即包围物体的界限,依照此界限它与被包围之物相接触。因为包围之物也可以有另一个界限。例如,月亮天球依照其凹面——即它与月下界相接触的那一面——包围着月下界,但它也有另一个界限,即朝向水星天球的凸面界限。“但我所说的被包围的物体”,他说,“乃是能按位置移动而运动的物体”,因此这物便处于处所之中。因为处所正是从按处所的运动中被发现的。既然天也是能按位置移动而运动的,那么天必然也处于处所之中,而这一点他自己在不久之后就会加以否定。那么,[首先]难道他是用“能按位置移动而运动的”来指称具有有时运动、有时静止之本性的事物吗(然而天并非是能运动的,而是始终在运动)?“或者”,正如亚历山大所说,“按位置移动之物是一回事,按旋转移动之物是另一回事,前者沿直线运动并且整体从一处转移至另一处,而后者作圆周运动并在同一处所中按部分运动。因此它并非整体处于处所之中,因为它并未整体按处所运动”。然而阿斯帕西奥斯却说:“这并不换位;因为即使处所中的一切事物都能按位置移动而运动,能按位置移动而运动的事物也并非必然处于处所之中。”然而,他本应当听到亚里士多德自己在不久后所说的话:“每一自身能按位置移动或按增加而运动的物体,都在某处”。随后亚里士多德看来是在解答这一疑难,进而补充道:“然而天,正如已经说过的,如果没有任何物体包围它的话,它整体并不在某处,也不在任何处所之中”。因此正如它整体并不在某处,同样它也不按它自身的整体运动。因为天并不从一处转移至另一处,而仅仅是按其部分运动,并且正是依照这些部分而运动的。因此亚里士多德也在先前引述的话之后补充道:“而对于它向之运动的目标,在这一方面部分也有处所;因为在诸部分中,一者与另一者紧接”。并且在说了灵魂与天都是按偶性处于处所之中之后,他接着说道:“因为诸部分都在某种意义上全处于处所之中;因为在圆周上,一者包围另一者。因此上方之物仅仅作圆周运动,而全体却并不在某处”,显然是指作为全体而言[不在某处];因为它也不按全体运动。然而正如它运动那样,它便依此在某处;因为对于它向之运动的目标,在这一方面部分也有处所,正如它在某处那样,它也如此运动。“因为在圆周上”,他说,“一者包围另一者”。因此它仅仅作圆周运动。所以两方面都是真实的:在处所之中的物体是能按处所运动的,并且能按处所运动之物是在处所之中的。而一者如何成立,另一者也就如何成立。
- 4.44λέγω δὲ τὸ περιεχόμενον σῶμα τὸ κινητὸν κατὰ φοράν
动词 λέγω 带有两个宾格构成的双宾格结构,意为“我所说的被包围的物体(宾语),乃是能按位置移动而运动的物体(补足语)”。这表明亚里士多德在此引入了定义性的限定。
- 4.44οὐκ ἀντιστρέφει
作为逻辑学术语表示“不换位”。意指从“所有A(处所之物)是B(能按位置移动而运动之物)”不能直接推导出“所有B是A”(全称肯定命题不能直接简单换位)。
- 4.44δηλονότι τὸ κατὰ τὸ πᾶν
辛普利丘对紧接其前的引文“全体却并不在某处”(τὸ δὲ πᾶν οὔ που)所作的补充诠释。此处省略了谓词(οὔ που ἐστίν 或 οὐ κινεῖται),应理解为方式上的副词性限定:“显然是指作为全体而言[不在某处/不运动]”。
