← 辛普里丘

亚里士多德《物理学》注释

§56.1-57.29

希波克拉底的月牙形化方与其谬误

辛普里修阐述了希俄斯的希波克拉底基于等腰直角三角形对月牙形进行化圆为方的证明,并分析了他随后试图利用内接正六边形各边上的月牙形来化圆为方的错误推导,指出其谬误在于将特称证明当作全称证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#2

Ἔστω, φησί, περὶ τὴν ΑΒ εὐθεῖαν ἡμικύκλιον περιγεγραμμένον τὸ ΑΓΒ. καὶ τετμήσθω ἡ ΑΒ δίχα κατὰ τὸ Δ. καὶ ἀπὸ τοῦ Δ τῇ ΑΒ πρὸς ὀρθὰς ἤχθω ἡ ΔΓ, καὶ ἀπὸ τοῦ Γ ἐπεζεύχθω ἡ ΓΑ, ἥτις ἐστὶ τετραγώνου πλευρὰ τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου, οὗ ἐστιν ἡμικύκλιον τὸ ΑΓΒ. καὶ περὶ τὴν ΑΓ ἡμικύκλιον περιγεγράφθω τὸ ΑΕΓ. καὶ ἐπεὶ ἔστι τὸ ἀπὸ τῆς ΑΒ1 ἴσον τῷ τε ἀπὸ τῆς ΑΓ καὶ τῷ ἀπὸ τῆς ἑτέρας τοῦ τετραγώνου πλευρᾶς τοῦ εἰς τὸ ΑΓΒ ἡμικύκλιον ἐγγραφομένου, τουτέστι τῆς ΓΒ (ἔστι γὰρ ὀρθογωνίου τριγώνου ὑποτείνουσα ἡ ΑΒ· ὡς δὲ ἔχει τὰ ἀπὸ τῶν διαμέτρων τετράγωνα πρὸς ἄλληλα, οὕτως καὶ οἱ περὶ αὐτὰ κύκλοι πρὸς ἀλλήλους ἔχουσι καὶ τὰ ἡμικύκλια, ὡς δέδεικται ἐν τῷ ιβ βιβλίῳ τῶν Στοιχείων), διπλάσιον ἄρα ἐστὶ τὸ ΑΓΒ ἡμικύκλιον τοῦ ΑΕΓ ἡμικυκλίου. ἔστι δὲ τὸ ΑΓΒ ἡμικύκλιον διπλάσιον καὶ τοῦ ΑΓΔ τεταρτημορίου. ἴσον ἄρα ἐστὶ τὸ τεταρτημόριον τῷ ΑΕΓ ἡμικυκλίῳ. κοινὸν ἀφῃρήσθω τὸ ὑπὸ τῆς τοῦ τετραγώνου πλευρᾶς καὶ τῆς ΑΓ περιφερείας περιεχόμενον τμῆμα. λοιπὸς ἄρα ὁ ΑΕΓ μηνίσκος ἴσος ἐστὶ τῷ ΑΓΔ τριγώνῳ, τὸ δὲ τρίγωνον τετραγώνῳ. δείξας δὲ διὰ τούτων τὸν μηνίσκον τετραγωνιζόμενον ἑξῆς πειρᾶται διὰ τοῦ προδεδειγμένου τὸν κύκλον τετραγωνίζειν οὕτως. Ἔστω εὐθεῖα ἡ ΑΒ, καὶ περὶ αὐτὴν ἡμικύκλιον περιγεγράφθω. καὶ κείσθω τῆς ΑΒ διπλῆ ἡ ΓΔ, καὶ περὶ τὴν ΓΔ ἡμικύκλιον περιγεγράφθω, καὶ ἐγγραφέσθωσαν εἰς τὸ ἡμικύκλιον τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου ἑξαγώνου πλευραὶ ἥ τε ΓΕ καὶ ἡ ΕΖ καὶ ἔτι ἡ ΖΔ. καὶ περὶ αὐτὰς ἡμικύκλια περιγεγράφθω τὰ ΓΗΕ, ΕΘΖ, ΖΚΔ. ἕκαστον ἄρα τῶν περὶ τὰς τοῦ ἑξαγώνου πλευρὰς ἡμικυκλίων ἴσον ἐστὶ τῷ ΑΒ ἡμικυκλίῳ· καὶ γὰρ ἡ ΑΒ ἴση ἐστὶ ταῖς τοῦ ἑξαγώνου πλευραῖς. τῶν γὰρ ἐκ τοῦ κέντρου διπλῆ ἐστιν ἡ διάμετρος, αἱ δὲ τοῦ ἑξαγώνου πλευραὶ ἴσαι εἰσὶ ταῖς ἐκ τοῦ κέντρου. καὶ τῆς ΑΒ δέ ἐστι διπλῆ ἡ ΓΔ· ὥστε τὰ τέτταρα ἡμικύκλια ἴσα ἐστὶν ἀλλήλοις. τετραπλάσια ἄρα τὰ τέτταρα τοῦ ΑΒ ἡμικυκλίου. ἔστι δὲ καὶ τὸ περὶ τὴν ΓΔ ἡμικύκλιον τετραπλάσιον τοῦ ΑΒ. ἐπεὶ γὰρ ἡ ΓΔ τῆς ΑΒ ἐστὶ διπλῆ, τετραπλάσιον τὸ ἀπὸ τῆς ΓΔ γίνεται τοῦ ἀπὸ τῆς ΑΒ· ὡς δὲ τὰ ἀπὸ τῶν διαμέτρων, οὕτως οἱ περὶ αὐτὰς κύκλοι πρὸς ἀλλήλους καὶ τὰ ἡμικύκλια πρὸς ἄλληλα. ὥστε τετραπλάσιόν ἐστι τὸ ΓΔ ἡμικύκλιον τοῦ ΑΒ. ἴσον ἄρα ἐστὶ τὸ ΓΔ ἡμικύκλιον τοῖς τέτρασιν ἡμικυκλίοις τῷ τε περὶ τὴν ΑΒ καὶ τοῖς τρισὶ τοῖς περὶ τὰς τοῦ ἑξαγώνου πλευρὰς ἡμικυκλίοις. κοινὰ ἀφῃρήσθω ἀπό τε τῶν περὶ τὰς τοῦ ἑξαγώνου πλευρὰς ἡμικυκλίων καὶ ἀπὸ τοῦ περὶ τὴν ΓΔ τμήματα τὰ [τε] ὑπὸ τῶν ἑξαγωνικῶν πλευρῶν καὶ τῶν τοῦ ΓΔ ἡμικυκλίου περιφερειῶν περιεχόμενα. λοιποὶ ἄρα οἱ ΓΗΕ, ΕΘΖ, ΖΚΔ μηνίσκοι μετὰ τοῦ ΑΒ ἡμικυκλίου ἴσοι εἰσὶν τῷ ΓΕΖΔ τραπεζίῳ. ἂν δὲ ἀπὸ τοῦ τραπεζίου τὴν ὑπεροχὴν ἀφέλωμεν, τουτέστι τὸ ἴσον τοῖς μηνίσκοις (ἐδείχθη γὰρ ἴσον εὐθύγραμμον μηνίσκῳ), καταλίπωμεν δὲ τὸ λοιπόν, ὅ ἐστιν ἴσον τῷ ΑΒ ἡμικυκλίῳ, καὶ τὸ καταλειφθὲν τοῦτο εὐθύγραμμον διπλασιάσωμεν καὶ τὸ διπλασιασθὲν τετραγωνισθῇ, τουτέστιν ἴσον αὐτῷ τετράγωνον λάβωμεν, ἴσον ἔσται τὸ τετράγωνον τῷ περὶ τὴν ΑΒ διάμετρον κύκλῳ. καὶ οὕτως ὁ κύκλος τετραγωνισθήσεται. Καὶ ἔστι μὲν εὐφυὴς ἡ ἐπιχείρησις· τὸ δὲ ψευδογράφημα γέγονε παρὰ τὸ τὸ μὴ καθόλου δεδειγμένον ὡς καθόλου λαβεῖν.2 οὐ γὰρ ἐδείχθη πᾶς μηνίσκος τετραγωνιζόμενος, ἀλλ’ εἴ ἄρα, ὁ περὶ τὴν τοῦ τετραγώνου πλευρὰν τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου· οὗτοι δὲ οἱ μηνίσκοι περὶ τὰς τοῦ ἑξαγώνου πλευράς εἰσι τοῦ εἰς τὸν κύκλον ἐγγραφομένου.

“设在直线ΑΒ之外接有半圆ΑΓΒ,”他说。又设ΑΒ在点Δ处被二等分。又从Δ向ΑΒ引垂线ΔΓ,且从Γ连结ΓΑ,它即是内接于以ΑΓΒ为半圆之圆的正方形的一边。又设在ΑΓ之外接有半圆ΑΕΓ。而且,由于ΑΒ上的正方形等于ΑΓ上的正方形与内接于半圆ΑΓΒ的正方形之另一边即ΓΒ上的正方形[之和](因为ΑΒ是直角三角形的弦;而直径上的正方形彼此之比,正如在《几何原本》第十二卷中所证明的那样,与其外接圆彼此之比以及半圆之比相同),因此半圆ΑΓΒ是半圆ΑΕΓ的二倍。但半圆ΑΓΒ也是扇形(象限)ΑΓΔ的二倍。因此该象限等于半圆ΑΕΓ。设减去由正方形之一边与圆周ΑΓ所包围的公共弓形。因此剩余的月牙形ΑΕΓ等于三角形ΑΓΔ,而该三角形等于一个正方形。在通过这些步骤证明了月牙形可化为方之后,他接着试图通过前述已证之事按如下方式将圆化为方:“设有一条直线ΑΒ,且其外接有半圆。又设ΓΔ为ΑΒ的二倍,在ΓΔ之外接有半圆,且在该半圆中内接有内接于圆的正六边形各边,即ΓΕ、ΕΖ以及ΖΔ。又设在其外接有半圆ΓΗΕ、ΕΘΖ、ΖΚΔ。因此围绕六边形各边的每一个半圆都等于半圆ΑΒ;因为ΑΒ确实等于六边形的各边,因为直径是半径的二倍,而六边形的各边等于半径。且ΓΔ是ΑΒ的二倍;因而这四个半圆彼此相等。因此这四个半圆是半圆ΑΒ的四倍。而围绕ΓΔ的半圆也是ΑΒ的四倍。因为既然ΓΔ是ΑΒ的二倍,ΓΔ上的正方形就是ΑΒ上的正方形的四倍;而直径上的正方形如何,其外接圆彼此以及半圆彼此也如何。因而半圆ΓΔ是ΑΒ的四倍。因此半圆ΓΔ等于这四个半圆,即围绕ΑΒ的半圆以及围绕六边形各边的三个半圆。设从围绕六边形各边的半圆以及围绕ΓΔ的半圆中,减去由六边形各边与半圆ΓΔ的圆弧所包围的公共弓形。因此剩余的月牙形ΓΗΕ、ΕΘΖ、ΖΚΔ与半圆ΑΒ一起,等于梯形ΓΕΖΔ。如果我们从梯形中减去超出部分,即等于这些月牙形的部分(因为已证明了有一直线图形等于月牙形),并留下剩余部分,即等于半圆ΑΒ的部分,且将这一留下的直线图形加倍,而加倍后的图形被化为方,即我们取一个与它相等的正方形,那么该正方形将等于围绕直径ΑΒ的圆。这样,圆就将被化为方了。”这一尝试固然巧妙;但该错误推导是由于把未全称证明的事项当作全称的事项来接受而产生的。因为并未证明每一个月牙形都可化为方,而至多只是内接于圆的正方形之边上的月牙形可化为方;但这些月牙形却是内接于圆的正六边形各边上的月牙形。

语法注2 条
  1. 1.11τὸ ἀπὸ τῆς ΑΒ

    希腊几何学中典型的省略结构,补足省略的中性名词 τετράγωνον,意为“在线段ΑΒ上所作的正方形(即ΑΒ²)”。紧随其后的 τῷ τε ἀπὸ τῆς ΑΓ 与 τῷ ἀπὸ τῆς ἑτέρας τοῦ τετραγώνου πλευρᾶς 均属相同句式。

  2. 1.11παρὰ τὸ τὸ μὴ καθόλου δεδειγμένον ὡς καθόλου λαβεῖν

    介词 παρά 支配宾格冠词不定式 λαβεῖν(“由于把……接受为”),表错误的原因。双重中性定冠词 τὸ τό 中,第一个将整个不定式短语(παρὰ τὸ ... λαβεῖν)名词化,第二个则将作为 λαβεῖν 直接宾语的分词短语(τὸ μὴ καθόλου δεδειγμένον,“未全称证明的事项”)名词化。ὡς καθόλου 作 λαβεῖν 的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:56.1-57.29