← 辛普里丘

亚里士多德《物理学》注释

§578.14-579.34

质料与处所的相似性及其根本差异

随着亚里士多德转入对质料即处所这一观点的讨论与驳斥,辛普利丘解释了质料何以可能与处所相混淆的缘由(如作为共同的容纳者)以及二者在可分离性与包围关系上的根本差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.43

" Καὶ ἡ ὕλη δὲ δόξειεν ἂν εἶναι τόπος ἕως τοῦ ὁ δὲ τόπος ἄμφω." Ἀνελὼν τὸ εἶναι τὸ εἶδος τὸν τόπον, ὁμοίως δὲ καὶ τὸ διάστημα, τρέπεται λοιπὸν ἐπὶ τὸ καὶ περὶ τῆς ὕλης τῇ τοιαύτῃ χρήσασθαι μεθόδῳ. καὶ ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐνταῦθα πρῶτον λέγει τὰς αἰτίας, δι’ ἃς ἄν τις οἰηθείη τὴν ὕλην εἶναι τόπον, καὶ πιθανώτερον ἢ πρόσθεν νῦν τῷ λόγῳ παριστάμενος. καὶ ἅμα τὸν τοῦ Πλάτωνος ἑρμηνεύει σκοπόν, δι’ ὃν τὴν ὕλην ἐκεῖνος χώραν καὶ τόπον ἐκάλεσεν. ἔπειτα τοὺς λογισμοὺς ἐπάγει, δι’ οὓς ἀδύνατον νομίζει τὴν ὕλην εἶναι τόπον· βουλόμενος δὲ εἰπεῖν τὸ πιθανὸν τῆς τοῦ τόπου πρὸς τὴν ὕλην ὁμοιότητος οἰκείως λαμβάνει τὴν ὑπόθεσιν. τότε γάρ, φησίν, ἡ ὕλη δόξειεν ἂν εἶναι τόπος, ὅταν ἐπὶ ἠρεμούντων τις τῶν ἐν τόπῳ σκοπῇ, ἀλλὰ μὴ κινουμένων κατὰ τόπον. τὰ γὰρ ἐν τῇ ὕλῃ ἠρεμεῖ ἐν αὐτῇ, ἀλλ’ οὐ κινεῖται. ἄμεινον δὲ ἴσως ὁ Ἀσπάσιος τὸν τὴν ὁμοιότητα τῆς ὕλης καὶ τοῦ τόπου εἰσάγοντα παραπέμψασθαι δεῖν φησιν, ὅτι ῥεῖ ἡ ὕλη·1 ὁ γὰρ τόπος ἠρεμεῖ καὶ ἀκίνητός ἐστιν ἕως ἂν ᾖ. ἔτι δὲ οὕτως ἂν ἡ ὕλη δόξειε τόπος, εἰ παριδόντες τι τῶν περὶ τόπου ἀξιωθέντων συνεχὲς ὑποθοίμεθα τὸ ἐν τόπῳ πρὸς τὸν τόπον, ἐπειδὴ καὶ πρὸς τὴν ὕλην συνεχίζεται τὸ ἐν αὐτῇ γινόμενον εἶδος, ἀλλ’ οὐ διῄρηται ἀπ’ αὐτῆς. δῆλον δὲ ὅτι ἐναντίον τοῦτό ἐστι τῷ πρότερον περὶ τόπου ἀξιωθέντι. ἐπὶ τοιαύτης οὖν ὑποθέσεως λέγει λοιπὸν τὴν αἰτίαν τῆς ἀπὸ τοῦ κυρίως τόπου παραγωγῆς ἐπὶ τὴν ὕλην. ἔστι δὲ αὕτη ἡ τοῦ τρόπου ὁμοιότης, καθ’ ὃν ἐπὶ τὴν ἔννοιαν ἤλθομεν τήν τε περὶ τῆς ὕλης καὶ τὴν περὶ τοῦ τόπου. τήν τε γὰρ ὕλην ὑπολαμβάνομεν εἶναι ὁρῶντές τι ἓν καὶ ταὐτόν, ὃ νῦν μὲν σκληρόν, πρότερον δὲ μαλακὸν ἦν, καὶ νῦν μὲν λευκόν, πρότερον δὲ μέλαν, ὃ λέγομεν τούτοις ὑποκείμενον. ὁμοίως δὲ καὶ εἰς τὴν τοῦ τόπου ἔννοιαν διὰ τὰς αὐτὰς ἀφορμὰς ἤλθομεν. διότι γὰρ ὅπου πρότερον ἦν ἀήρ, ἐνταῦθα νῦν ἐστιν ὕδωρ. μικρὰν δὲ δοκῶν προστιθέναι διαφορὰν δι’ αὐτῆς σαλεύει πᾶσαν τὴν δοκοῦσαν ὁμοιότητα εἰπὼν πλὴν ἐκεῖνο μέν, διότι ὃ ἦν ἀήρ, τοῦτο νῦν ὕδωρ καὶ τὰ ἑξῆς. εἰ γὰρ τὸ μὲν ἐν τῇ ὕλῃ γινόμενον εἶδος μορφοῖ τὴν ὕλην καὶ ποιεῖ καθ’ ἑαυτὸ ὀνομάζεσθαι, τὸ δὲ ἐν τόπῳ οὐ μορφοῖ τὸν τόπον οὐδὲ ἔστι τι αὐτοῦ οὐδὲ μετ’ ἐκείνου ἕν τι ποιεῖ, οὐδὲ καλεῖται κατ’ ἐκεῖνο ὁ τόπος, δῆλον ὅτι πολλὴ ἂν εἴη διαφορὰ τῆς ὕλης πρὸς τὸν τόπον. κοινὸν δὲ τοῦτο τὸ μένον τὸ αὐτὸ δεδέχθαι τὰ διάφορα, καθὸ καὶ ὁ Πλάτων τόπον καὶ χώραν καὶ ὑποδοχὴν τῶν εἰδῶν τὴν ὕλην ἐκάλεσεν. ἆρα οὖν καὶ τὴν οὐσίαν τόπον ἄν τις τοῦ συμβεβηκότος καλέσειεν; ἢ καὶ τοῦτο μὲν οὐκ ἂν εἴη πόρρω κατὰ τὴν ὑποδοχήν, διαφέρει δὲ ὅτι καὶ τὰ ἐν ὕλῃ καὶ τὰ ἐν τόπῳ οὐσίαι ἐν οὐσίαις εἰσίν. εἰπὼν δὲ ταῦτα λοιπὸν ἐπιφέρει τοὺς λόγους. μᾶλλον δὲ ὑπομιμνῄσκει διὰ βραχέων ἐκείνων, ἃ πρότερον εἶπε διακρίνοντα τὸν τόπον ἀπὸ τῆς ὕλης. ἔστι δὲ ταῦτα· ὁ τόπος χωριστὸς τοῦ ἐν αὐτῷ· ἡ ὕλη οὐ χωριστή· ὁ τόπος περιέχει τὸ ἐν ἑαυτῷ· ἡ ὕλη οὐ περιέχει, ἀλλὰ περιέχεται ὑπὸ τοῦ ἐν ἑαυτῇ. ἀλλὰ πῶς λέγεται μὴ εἶναι χωριστὴ ἡ ὕλη, εἴπερ γίνεται ἐν αὐτῇ καὶ ἀπογίνεται τὰ εἴδη, ὡς ἐν τόπῳ τὰ σώματα; ἢ πρῶτον μὲν τὸ χωριζόμενον χωριζομένου χωρίζεται· πᾶν δὲ τὸ γνωριζόμενον ὑπομένειν δεῖ, ἵνα οὕτως λέγηται γνωρίζεσθαι·2 τὸ δὲ εἶδος ἐκτὸς τῆς ὕλης οὐχ ὑπομένει, ὥστε οὐδὲ χωρίζεται· οὐδὲ ἡ ὕλη ἄρα ἀπ’ αὐτοῦ. ἔπειτα καὶ ἐν αὐτῷ τῷ εἶναι τὸ μὲν εἶδος ἐν τῇ ὕλῃ, τὸ δὲ σῶμα ἐν τῷ τόπῳ, ἡ μὲν ὕλη ἕν τι ποιεῖ τὸ σύνθετον μετὰ τοῦ εἴδους, συναλλοιουμένη πως τῷ εἴδει καὶ μάλιστα κατὰ τοὺς ἐκ τοῦ Περιπάτου, οἳ ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον εἶναι λέγουσι· καὶ ταύτῃ οὐκ ἂν εἴη χωριστή. ὁ δὲ τόπος καὶ τότε αὐτὸς ἐφ’ ἑαυτοῦ ἐστιν οὐδὲν ἐπικοινωνῶν τῷ ἐν τόπῳ. ὅλως δὲ οὐδὲ πρὸς τὸ εἶδος μόνον τὸ χωριστὸν τῆς ὕλης χρὴ νοεῖν, ἀλλὰ πρὸς τὸ ἔνυλον. οὐ γὰρ ὡς τοῦ ἐν τόπῳ χωριστὸς ὁ τόπος, οὕτως τοῦ ἐνύλου χωριστὴ ἡ ὕλη. οὐ γάρ ἐστι χωριστὴ τοῦ πράγματος οὗ ἐστιν ὕλη, ὥσπερ ὁ τόπος χωριστὸς τοῦ πράγματος οὗ ἐστι τόπος.

“质料也似乎会是处所……直至……而处所则是两者。” 在排除了形式是处所以及同样地间距[是处所]之后,他接下来便转向对质料也采用同样的方法。正如在其他情形中一样,他在此处也首先陈述了人们为何会认为质料是处所的原因,并且如今比先前更加令人信服地支持这一论证。同时,他还解释了柏拉图究竟出于何种意图而将质料称为“空间”和“处所”。随后,他提出了据其认为质料不可能为处所的诸种论证;而为了说明处所与质料之相似性的可信之处,他适切地设定了这一假说。因为他说,只有当人在处于处所之物静止而非按处所运动时来进行考察,在那时质料才似乎会是处所。因为在质料之中的事物是在其中静止的,而不是在运动。然而阿斯帕西奥斯的话或许更为高明,他说应当摒弃那个引入质料与处所之相似性的人的主张,因为质料处于流变之中;而处所只要存在,就是静止且不动的。此外,如果我们忽视关于处所的公认公理之一,假定处于处所之物与处所是连续的,那么质料按这种方式也似乎会是处所,因为在质料之中生成的形式也与质料连续,而并未与它分离开来。显然,这一点与先前关于处所所公认的公理是正相反对的。因此,在这样的假说之下,他接下来陈述了从严格意义上的处所向质料转义的原因。而这正是我们据以获得关于质料的观念与关于处所的观念的那种方式的相似性。因为我们之所以假定质料存在,是由于看到某种单一且相同之物,它如今是硬的而先前是软的,如今是白的而先前是黑的,我们称此物为这些性质的底层载体。同样地,我们也凭借相同的契机得出了处所的观念。因为先前是空气的地方,现在则是水。然而,他看似只是补充了一个微小的差异,却借此动摇了全部表面的相似性,他说:“只不过前者是因为曾是空气的东西,这如今是水”,等等。因为如果在质料中生成的形式赋形于质料并使之依照形式自身被命名,而处于处所之物却不赋形于处所,既非处所的一部分,亦不与处所构成统一物,处所也不依照它被命名,那么显然质料与处所之间会有巨大的差异。但作为相同之物留存下来同时接纳相异事物这一特性是二者共有的,依照这一点,柏拉图也将质料称为形式的“处所”、“空间”和“容纳者”。那么,有人会把实体称为偶性的处所吗?或者按其接纳这一点而言,这也并非相去甚远,但区别在于,在质料之中的事物与在处所之中的事物,都是实体处于实体之中。在陈述了这些之后,他接着提出了诸论据。或者更确切地说,他是简要地提醒人们注意他先前所说的将处所与质料区分开来的那些特征。这些特征如下:处所可与其内部之物相分离;质料不可分离;处所包围自身内部之物;质料不包围,反而被自身内部之物所包围。但是,如果在质料之中诸形式确实生成与消亡,正如物体在处所之中那样,为什么质料又被说成是不可分离的呢?难道首先是因为被分离之物是从被分离之物中分离开来的;而一切被认识之物都必须留存,以便能够以这种方式被称为被认识;但形式在质料之外并不留存,因此形式甚至并不被分离;因而质料也[不从形式中分离]?其次,在形式处于质料中与物体处于处所中的这种存在本身上,质料与形式一同使复合实体构成一物,在某种方式上与形式一同变化,尤其是按照逍遥学派的观点,他们认为复合实体由质料和形式构成;以此而言,质料就不是可分离的。然而处所即使在那时也是独立自存的,与处所之中的事物毫无相干。总而言之,人们不应仅仅把质料的可分离性理解为相对于形式,而应当理解为相对于具质料之物。因为并非如同处所可与处所之中的事物相分离那样,质料也能以此方式与具质料之物相分离。因为质料不能像处所可与它是其处所的事物相分离那样,与它是其质料的事物相分离。

语法注2 条
  1. 4.43ἄμεινον δὲ ἴσως ὁ Ἀσπάσιος τὸν τὴν ὁμοιότητα τῆς ὕλης καὶ τοῦ τόπου εἰσάγοντα παραπέμψασθαι δεῖν φησιν, ὅτι ῥεῖ ἡ ὕλη

    间接引语结构:主动词 φησιν 支配不定式 δεῖν,而非人称动词 δεῖν 则支配宾格短语 τὸν ... εἰσάγοντα(“引入……的人”)作为补充不定式 παραπέμψασθαι(“摒弃、拒绝”)的直接宾语。其核心骨架为:“阿斯帕西奥斯说,由于质料处于流变之中,应当摒弃那个引入质料与处所之相似性的人的主张。”

  2. 4.43πρῶτον μὲν τὸ χωριζόμενον χωριζομένου χωρίζεται· πᾶν δὲ τὸ γνωριζόμενον ὑπομένειν δεῖ, ἵνα οὕτως λέγηται γνωρίζεσθαι

    前半句为分离属格结构:τὸ χωριζόμενον χωριζομένου χωρίζεται(“被分离之物是从被分离之物中分离开来的”)。后半句手稿文字为 πᾶν δὲ τὸ γνωριζόμενον,意为“一切被认识之物都必须留存”。尽管结合上下文可能被怀疑为 χωριζόμενον 的传抄讹误,但依原文字面解作一种认识论与本体论前提:某物必须保持存在才能被认识为如此分离,而形式脱离质料则无法持存,因此形式不可分离。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:578.14-579.34