- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:577.8-578.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德关于“部分在其中运动的处所并非另一个”的文句以消除处所重叠的荒谬性,继而批判性地考察了亚里士多德对间距说的驳斥,论证了间距说并不必然预设部分的分割或间距的移动,同样能够避免这些谬误。
τὸ δὲ οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου ἐν ᾧ κινεῖται εἴρηται1 πρὸς τὸ ἄτοπον τὸ λέγον, ὅτι ἔσται τόπος τόπου καὶ πολλοὶ τόποι ἅμα, ὅπερ ἠκολούθησε διὰ τὸ ἄλλο μὲν εἶναι διάστημα, ὃ ἤγαγε μεθ’ ἑαυτοῦ τὸ ὕδωρ, ἄλλο δὲ τὸ ἐν ᾧ ἐγένετο. λέγει οὖν, ὅτι οὐκ ἔστιν ἄλλος καὶ ἄλλος τόπος ἀλλ’ ὁ αὐτός, ἐπειδὴ οὐδὲ τὸ διάστημά ἐστιν ὁ τόπος, ἀλλὰ τὸ πέρας τοῦ περιέχοντος, ὅπερ τὸ αὐτό ἐστι. λέγει οὖν ὅτι, ὅταν μεθίσταται τὸ ἀγγεῖον ὅλον, ὁ τόπος τοῦ μορίου, ἐν ᾧ ὂν συμμεθίσταται, οὐκ ἔστιν ἄλλος παρ’ ἐκεῖνον ἐν ᾧ γίνεται, ὡς οἱ τὸ διάστημα λέγοντες τόπον φασίν, ἀλλ’ ἐν ᾧ ἐστι τόπῳ, τουτέστιν ἐν τῷ πέρατι τοῦ περιέχοντος, ἐν τούτῳ ἀντιμεθίστανται ἀλλήλοις ὁ ἀὴρ καὶ τὸ ὕδωρ, ἐὰν ἄμφω ἐν τῷ κεράμῳ ὄντα κινῆται ἐν αὐτῷ. εἰ δὲ ὕδωρ μόνον εἴη τὸ ἐμβεβλημένον, τὰ μόρια τοῦ ὕδατος ἀντιμεθιστάμενα ἀλλήλοις κινεῖται καὶ ἐν τούτῳ ἐστὶ τῷ τόπῳ, ἐν ᾧ καὶ ἀντιμεθίσταται ἀλλήλοις, κἂν μετατεθῇ τὸ ἀγγεῖον, ἀλλ’ οὐκ ἐν ἐκείνῳ ἐν ᾧ, ὡς φασι, γίνεται τόπῳ, τῷ διαστήματι εἰς ὃ μεθίσταται, ὃ μέρος κατὰ τὴν ὑπόθεσίν ἐστι τοῦ ὅλου διαστήματος. οὕτω μὲν οὖν ἀνῃρῆσθαι δοκεῖ τὸ εἶναι τὸ διάστημα τόπον. Ἐπιστῆσαι δὲ ἄξιον, μήποτε2 τὸ μὲν ἀπείρους εἶναι τόπους συνήχθη ἐκ τοῦ ὑποθέσθαι τὰ προσεχῶς καὶ καθ’ αὑτὸ ἐν τόπῳ ὄντα διωρισμένα πάντως ὀφείλειν εἶναι καὶ ὅλα περιγεγραμμένα, ἀλλὰ μὴ ἐν ὅλῳ περιεχόμενα. διὸ τὰ μέρη κατὰ συμβεβηκὸς ἐλέγετο ἐν τόπῳ,3 ἀλλ’ οὐ καθ’ αὑτό. τούτου δὲ αἴτιον οἶμαι ἡ προυποκειμένη παρ’ ἡμῖν τοῦ τόπου ἔννοια τὸ πέρας τοῦ περιέχοντος εἶναι βουλομένη, ἐν ᾧ οὐκ ἔστι τὰ μόρια καθ’ αὑτὰ οὐδὲ πλησιάζει αὐτῷ. ἔτι δὲ μᾶλλον, εἴποι ἄν τις, οὐδὲ τὸ ὅλον ἐστὶν οὕτω καθ’ αὑτὸ ἐν τόπῳ, ὡς καθ’ ὅλον προσεχὲς εἶναι τῷ τόπῳ, ἀλλὰ μόνον τὸ πέρας αὐτοῦ. εἰ δέ τις τὸ διάστημα ὑπόθοιτο τόπον τὸ δι’ ὅλων τῶν μερῶν χωροῦν, οὐδὲν μὲν κωλύει καὶ καθ’ αὑτὸ εἶναι τὰ μόρια ἐν τόπῳ, οὐ μὴν ἀνάγκη διῃρῆσθαι αὐτά· ἀλλ’ ὥσπερ μόρια αὐτὰ λέγομεν εἶναι, καίτοι μὴ διῃρημένα (διαιρεθέντα γὰρ οὐδὲ μόρια ἔτι), οὕτω καὶ ἐν τόπῳ λέγοντες τὰ τοῦ συνεχοῦς μόρια καθ’ αὑτά, οὐκ ἀναγκασθησόμεθα διαιρεῖν αὐτά. ὡς γὰρ ἔστιν, οὕτω καὶ ἐν τόπῳ ἐστίν· ἔστι δὲ ἀδιαίρετα καὶ ἢ κατ’ εἶδος μόνον διῃρημένα ὡς κεφαλὴ καὶ ὦμοι καὶ βραχίονες, ἢ μόνον δυνάμει ὡς τὰ ὁμοιομερῆ. συνεχοῦς οὖν ὄντος τοῦ τόπου καὶ ἔχοντος καὶ αὐτοῦ μέρη, τὸ συνεχὲς ἔσται ἐν αὐτῷ σῶμα καθ’ ὅλον τε καὶ κατὰ μόρια. ἀλλ’ οὐδὲ τόπον ἐν τόπῳ γίνεσθαι ἀνάγκη οὐδὲ πολλοὺς ἅμα τόπους, οὐδὲ μεταβάλλειν τὸν τόπον κατὰ τὴν τοιαύτην ὑπόθεσιν, εἴπερ ἕν ἐστι τὸ διὰ πάντων χωροῦν διάστημα ἄλλοτε ἐν ἄλλοις ἑαυτοῦ μορίοις ἄλλο τι καὶ ἄλλο τῶν σωμάτων δεχόμενον. ὁ γὰρ τοῦ οἴνου ἀμφορεὺς ἐν διαστήματί τινι ὢν τῷ χωροῦντι διά τε τοῦ σώματος τοῦ ἀμφορέως καὶ διὰ τοῦ σώματος τοῦ οἴνου ὅταν μεταστῇ, οὐ συνεπάγεται ἐκείνῳ τὸ διάστημα,4 ἀλλ’ ἀπ’ ἐκείνου μεταβαίνει εἰς ἄλλο. ἐκεῖνο γάρ, εἴπερ ἐστὶ χωριστὴν ἔχον φύσιν, μόνιμον καὶ ἀκίνητόν ἐστιν. οὔτε οὖν ὁ τόπος μεταβήσεται οὕτως οὔτε τόπος ἐν τόπῳ γενήσεται οὔτε πολλοὶ ἅμα τοῦ αὐτοῦ ἔσονται τόποι. καὶ ταῦτα μὲν ἀρκείτω πρὸς τὴν τῶν εἰρημένων ἐνστάσεων λύσιν. ἄλλοι δὲ λόγοι καὶ συνηγορήσουσιν ἴσως μετ’ ὀλίγον τῷ διαστήματι.
另一方面,“部分在其中运动的处所并不是另一个”这话,是针对那种声称将存在处所的处所并且许多处所将同时存在的荒谬后果而说的,这一后果之所以随之产生,是因为水随自身所带来的间距是一回事,而它所进入的间距则是另一回事。因此他说,并不是相继存在不同的处所,而是存在同一个处所,因为间距根本不是处所,包围物的极处才是处所,而这是同一个东西。因此他说,当整个器皿移位时,部分在其中一同移位时所处的部分的处所,并不像那些主张间距为处所的人所声称的那样,是不同于它所进入的那个处所的,而是在它所处的处所中,即在包围物的极处中,如果空气和水都在陶瓮中并在其中运动,它们就在其中相互置换。但如果注入的仅仅是水,水的部分就通过相互置换而运动,并且处于它们相互置换的这同一个处所中,即便器皿被移置也是如此,而不是像他们所说的那样处于它们所进入的那个处所中,即它们所移入的间距(按照他们的假说,这间距是整个间距的一部分)之中。这样一来,间距是处所这一主张似乎就被驳倒了。 然而值得考虑的是,处所无限这一结论,是否或许是从如下假说中推导出来的:切近地且自在地处于处所之中的事物,必定在各方面都受到限定并作为整体受到界定,而不是被包含在一个整体之中。正因如此,诸部分曾被说成是附带地处于处所之中,而不是自在地处于处所之中。我认为造成这一情况的原因在于我们预先持有的处所概念,该概念要求处所是包围物的极处,而诸部分既非自在地处于这一极处之中,甚至也不与它挨近。有人更会进一步说,甚至整体也不是作为整体切近于处所那样自在地处于处所之中,而唯有其极处是如此。但如果有人将贯穿所有部分的间距假定为处所,那么没有任何东西阻止诸部分即便自在地也处于处所之中,然而绝无必然性要求它们被分割开来;相反,正如我们称它们为部分(尽管它们并未被分割,因为一旦被分割,它们甚至就不再是部分了)一样,我们在说连续体的诸部分自在地处于处所之中时,也不会被迫将它们分割。因为它们如何存在,也就如何处于处所之中;而它们是未被分割的,要么仅在形式上被分割,如头、肩和手臂,要么仅潜在地被分割,如齐一分子。因此,既然处所是连续的,并且处所本身也具有诸部分,那么连续的物体就无论作为整体还是按其诸部分都将处于其中。而且,按照这样的假说,既无必然性导致处所生成于处所之中,亦无必然性导致许多处所同时存在,处所也无需发生变动,只要贯穿一切的间距是一,且在不同的时刻于自身的相异部分中接纳不同的物体。因为当盛酒的双耳罐在贯穿罐体与酒体的某个间距之中发生移位时,它并不会将该间距随自身一同牵引带走,而是从那个间距迁移到另一个间距。因为间距若是具有分离的本性,它就是恒常且不动的。因此,处所既不会以这种方式发生迁移,处所也不会生成于处所之中,同一个事物也不会同时具有许多处所。关于所提到的诸反驳的解决,谈这些也就足够了。稍后,或许还会有其他论据来支持间距说。
- 4.42τὸ δὲ οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου ἐν ᾧ κινεῖται εἴρηται
中性单数定冠词 τὸ 将亚里士多德的引文全句(οὐκ ἔστι δὲ ἄλλος ὁ τόπος τοῦ μορίου ἐν ᾧ κινεῖται)实质化为动词 εἴρηται 的主语。介词短语 πρὸς τὸ ἄτοπον 表示该说法所针对的反驳对象(“针对……荒谬后果”)。
- 4.42Ἐπιστῆσαι δὲ ἄξιον, μήποτε
非人称结构 ἄξιον [ἐστί] 支配不定式 ἐπιστῆσαι(“值得考量/注意”)。连词 μήποτε 引导一个审慎的探究性从句(“是否或许……”),支配过去直陈式动词 συνήχθη。
- 4.42διὸ τὰ μέρη κατὰ συμβεβηκὸς ἐλέγετο ἐν τόπῳ
连接词 διό(“因此”)起连接作用,引出前述前提(唯有作为整体被界定者才直接且自在地处于处所中)所导致的结果,即诸部分被说成仅按附带处于处所之中。
- 4.42οὐ συνεπάγεται ἐκείνῳ τὸ διάστημα
中间态动词 συνεπάγεται(“随自身一同牵引/带走”)的主语承接自包含 ὅταν μεταστῇ 的从句中的“酒瓮”(ὁ τοῦ οἴνου ἀμφορεύς)。与格代词 ἐκείνῳ 指器皿自身(“随之自身”)或其原处的空间。主句核心结构为“[酒瓮]并不随自身牵引间距,而是迁移[入另一间距]”(οὐ συνεπάγεται... ἀλλὰ μεταβαίνει)。
