- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:575.31-577.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘讨论了间距说导致的第三个荒谬(许多处所将同时存在),以萨索斯葡萄酒的运输为例解释这并不适用于包围体说,随后考察并批评了亚历山大的解释。
καὶ τὸ τρίτον δέ, ὅτι πολλοὶ τόποι ἅμα ἔσονται· μεταφερομένου γὰρ τοῦ ἀγγείου συμμεταφέρεται καὶ τὸ μεταξὺ τῶν περάτων αὐτοῦ διάστημα καὶ γίνεται ἐν ἄλλῳ ἴσῳ διαστήματι, ὥστε τὰ ἐν τοῖς ἀγγείοις ἔσται ἔν τε τοῖς ἐξ ἀρχῆς διαστήμασιν, ἅπερ ἐλέγοντο τόποι, καὶ ἐν τούτοις εἰς οὓς μεταστάντα γεγόνασι. καὶ πολλοὶ τόποι ἅμα ἔσονται, οὐ μόνον ὅτι ἔσται ὁ ἐξ ἀρχῆς καὶ † εἰ ὅς, ἀλλ’ ὅτι καὶ οἱ ἐξ ἀρχῆς πολλοὶ ὄντες διωρισμένων τῶν μορίων (τάχα δὲ ἄπειροι καὶ οἱ εἰς οὓς μεθίστανται) πολλοὶ τόποι ἅμα ἔσονται πολλοῖς ἄλλοις τοῦ αὐτοῦ σώματος τόποις. ἆρα οὖν μὴ τὰ αὐτὰ ἄτοπα ἀκολουθεῖ καὶ τοῖς τὸ ἔσχατον τοῦ περιέχοντος λέγουσι τὸν τόπον;1 ἢ οὐδαμῶς. οὐ γὰρ λέγεται κινουμένου τοῦ ἀμφορέως ἐν ἄλλῳ γίνεσθαι τόπῳ τὸ ὕδωρ ἢ τὰ τοῦ ὕδατος μόρια· ἐν τῷ αὐτῷ γάρ ἐστι καὶ οὐ γίνεται ἐν ἑτέρῳ, ὡς εἰ ἦν διάστημα ἐν διαστήματι. πῶς οὖν εἰ τὸν αὐτὸν κατέχοι τόπον ὁ οἶνος καὶ καθ’ ὅλον καὶ κατὰ μόρια, κινήσεται ἐκ Θάσου Ἀθήναζε; ἢ οὐδὲ κινεῖται καθ’ αὑτόν (μένει γὰρ ἐν τῷ ἀμφορεῖ), ἀλλὰ κινεῖται καὶ μεθίσταται ὁ ἀμφορεὺς ἐν ᾧ ὁ οἶνός ἐστιν, οὐκ αὐτὸς ὁ οἶνος οὐδὲ τὰ μόρια αὐτοῦ εἰ μὴ κατὰ συμβεβηκός, ἀλλ’ ὁπότε ταῦτα κινεῖται, ἀλλήλοις ἀντιμεθίσταται τὰ ἐν τῷ κεράμῳ. εἰ δὲ ἦν τὸ διάστημα ὁ τόπος, συμμεθίστατο ἂν τοῖς ἀγγείοις τὰ σώματα καθ’ αὑτὰ καὶ τὰ μόρια ὁμοίως ἐκείνοις διῃρημένως ἐξαλλάσσοντα τὸ διάστημα, καὶ ἐγίνετο ἂν ἐν ἄλλῳ καὶ ἄλλῳ τόπῳ οὐ κατὰ συμβεβηκός, ὧν ἕκαστος τόπος μέρος τοῦ μείζονος καὶ πάλιν ὁ μείζων τοῦ μείζονος καὶ τοῦτο ἄχρι τοῦ μεγίστου τόπου καὶ διαστήματος, ἐν ᾧπερ ἐστὶν ὁ οὐρανός. διάστημα γάρ τι ὑποτίθενται, ἐν ᾧ ὅλος ὁ κόσμος ἐστί, κεχωρηκὸς δι’ ὅλου, οὗ ἐν μέρει ἕκαστον ἀεὶ σῶμα ἐγγίνεται. καὶ γὰρ καὶ τοῦτο ὑπάρχει τῷ λόγῳ τούτῳ τὸ τόπον τόπου μέρος ποιεῖν, καθάπερ καὶ διάστημα διαστήματος. ἀλλὰ τοῦτο μὲν ἔξωθεν. ἐκεῖνο δὲ ὅρα, ὅτι ἢ καθ’ αὑτὸ ποιήσουσι κινεῖσθαι τὸν οἶνον οἱ τὸ διάστημα τόπον λέγοντες μηδὲν τοῦ ἀμφορέως διαφέροντα κατὰ τοῦτο, ἢ πάντῃ ἀκίνητον μένειν ἐροῦσι τὸν ἀπὸ Θάσου Ἀθήναζε μεταβαίνοντα. κατὰ συμβεβηκὸς γὰρ τούτοις οὐ προχωρεῖ λέγειν,2 διότι ὁμοίως ἐν τῷ διαστήματι τόν τε ἀμφορέα λέγουσιν εἶναι καὶ τὸν ἐν αὐτῷ οἶνον καὶ τὰ μόρια αὐτοῦ. ταῦτα μὲν οὖν εἰς τὴν δυνατὴν σαφήνειαν τῆς Ἀριστοτέλους λέξεως εἰρήσθω. Προσεκτέον δὲ τῷ Ἀλεξάνδρῳ τὸ καὶ πολλοὶ τόποι ἅμα ἔσονται ἐξηγουμένῳ οὕτως· “ἔσται γάρ, φησί, τὰ ἐν τοῖς ἀγγείοις, εἰ διάστημα ὁ τόπος εἴη, ἅμα τε ἐν τοῖς ἐξ ἀρχῆς τόποις τε καὶ διαστήμασιν καὶ ἐν τούτοις εἰς οὓς γέγονε πάλιν σὺν τῷ ἀγγείῳ. κἂν πάλιν μετακομισθῇ, ὁμοίως πάλιν συμμετακομίζοιτο ἂν ἐν τοῖς διαστήμασιν, ἐν οἷς ἦν· οὕτω δὲ γίνοιντο ἂν ἑκάστῳ τῶν ἐν τοῖς ἀγγείοις ἄπειροι τόποι καὶ ἄπειρα διαστήματα καθ’ ἑκάστην μεταφορὰν τοῦ ἀγγείου διάστημα τι ἴσον αὐτῷ τοῦ ἐν αὐτῷ προσλαμβάνοντος, τουτέστι τόπον.” πῶς δὲ τοῦτο ἀληθές; τάχα μὲν γὰρ οὐδὲ τὸ ἐν τῷ κεράμῳ διάστημα συμμεταβαίνειν συγχωρήσουσιν οἱ τὸ διάστημα λέγοντες τόπον, ἀλλ’ ἀεὶ ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεσθαι τοῦ ὅλου διαστήματος μέρει. εἰ δὲ καὶ τοῦτο δοίη τις, ἀλλ’ οὐκ ἀνάγκη καὶ ἐκεῖνο εἰς ὃ ἐγένετο ὁ κέραμος μεταβαίνειν· ἄλλοτε γὰρ ἐν ἄλλῳ μέρει τοῦ διαστήματος γίνεται. ἄμεινον οὖν οἶμαι τὸ πολλοὶ ἅμα ἔσονται ἐπὶ τῶν μεθισταμένων πολλῶν ὄντων καὶ εἰς οὓς μεθίστανται ἀκούειν, ὡς εἴρηται πρότερον.
还有第三点,即“许多处所将同时存在”。因为当器皿被运送时,其诸界限之间的间距也随之一同被运送,并在另一个相等的间距中生成,以至于器皿之中的诸物既将在最初的诸间距(它们曾被称为处所)之中,又将在它们移位后所进入的这些间距之中。并且许多处所将同时存在,这不仅是因为将存在最初的[处所]和[之后的处所],而且因为在诸部分受到限定的情况下最初的诸处所是众多的(而且或许它们所移入的〔诸处所〕也是无限的),许多处所将与同一个物体的其他许多处所同时存在。那么,对于那些声称包围物的极处是处所的人,是否也随之产生同样的荒谬呢?绝非如此。因为当双耳酒罐被移动时,水或水的部分并不会被说成是在另一个处所中生成;因为它是处于同一个之中,而不是进入另一个之中,就像间距处于间距之中那样。那么,如果葡萄酒无论作为整体还是按其各部分都占据着同一个处所,它将如何从萨索斯运动到雅典呢?倒不如说,它甚至根本不是自在地运动(因为它是留存在酒罐之中的),而是葡萄酒所处的酒罐在运动和移位,葡萄酒本身及其各部分若非附带地便[不运动];但每当这些运动时,陶瓮之中的诸物便彼此相互置换。然而,如果间距是处所,那么物体就会自在地与诸器皿一同移位,其诸部分也与它们同样地分别置换间距,并且不是附带地连续进入不同的处所,其中每个处所都是较大处所的一部分,而较大的又是更大处所的一部分,这一直延伸到最大的处所和间距,即天本身所处的间距。因为他们假设了某种整个宇宙处于其中的间距,它彻头彻尾地贯穿了一切,而每个物体都始终生成于其一部分之中。因为将处所作为处所的一部分,正如同将间距作为间距的一部分一样,确实也属于这一论说。不过这是外在的考量。但请看那一点:主张间距为处所的人,要么会使葡萄酒在这方面与酒罐毫无差异地自在地运动,要么他们不得不说,从萨索斯迁移到雅典之物完全保持不动。因为对他们来说,按附带而言是行不通的,因为他们主张酒罐、其中的葡萄酒及其各部分都是同样处于间距之中的。关于这些,就作为对亚里士多德文句尽可能的阐明而谈到这里吧。 但我们必须注意亚历山大,他将“许多处所将同时存在”解释如下:“他说,因为如果处所是间距,那么器皿之中的诸物将同时既处于最初的诸处所和间距之中,又处于它与器皿一同再次进入的那些间距之中。如果它再次被移运,它也将同样再次在它曾处的诸间距中一同被移运;这样一来,随着器皿的每一次运送,其内部之物获得了与自身相等的某种间距(即处所),器皿之中的每个事物就将产生无限的处所和无限的间距”。然而这如何可能是真实的呢?因为或许主张间距为处所的人甚至不会赞同陶瓮中的间距随之一同迁移,而只会赞同它始终生成于整个间距的不断变化的部分之中。即使有人承认了这一点,也并不必然导致陶瓮所进入的那个[间距]也一同迁移;因为它是不同时刻生成于间距的不同部分之中。因此我认为,将“许多将同时存在”理解为如前所述的针对许多正在移位之物以及它们所移入的处所,乃是更好的。
- 4.42ἆρα οὖν μὴ τὰ αὐτὰ ἄτοπα ἀκολουθεῖ καὶ τοῖς τὸ ἔσχατον τοῦ περιέχοντος λέγουσι τὸν τόπον;
此处 ἆρα μή 后接现在时直陈式 ἀκολουθεῖ,构成预期否定回答的修辞疑问句(“难道……也是如此吗?不,绝非如此”)。紧随其后的 ἢ οὐδαμῶς(“绝非如此”)正是对此否定预期的回答。
- 4.42κατὰ συμβεβηκὸς γὰρ τούτοις οὐ προχωρεῖ λέγειν
非人称动词 προχωρεῖ(“行得通”、“可行”)支配与格 τούτοις(指代间距论的主张者)和不定式 λέγειν,意为“因为对他们而言,说[运动是]附带的乃是行不通的”。
