← 辛普里丘

亚里士多德《物理学》注释

§574.17-575.31

独立间距说的三条谬误与推论形式

辛普利丘将亚里士多德对把处所视作独立自在间距这一观点的反驳(该观点将导致无限处所的存在以及处所之上有处所等荒谬结论),重构为遵循第二非论证推理式的逻辑论证,并通过器皿中流体运动的例子详细阐释了其推导过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.42#1

" Εἰ δὲ ἦν τι διάστημα τὸ πεφυκὸς καὶ μένον ἕως τοῦ ὅς ἐστι τόπος ὅλου τοῦ οὐρανοῦ." Εἰπὼν τὰ πείσαντα διάστημα νομίσαι τὸν τόπον καὶ τὰς αἰτίας τῆς ἀπάτης προσθεὶς ἐπὶ τὸν ἔλεγχον νῦν τρέπεται τῆς ὑποθέσεως ἀσαφέστερόν πως ἑρμηνεύσας τὸ ἐπιχείρημα. ἔχει δὲ οὕτως ἐξ ἀκολουθίας ἀνασκευαστικὸν ὑπάρχον κατὰ τὸν δεύτερον ἀναπόδεικτον τρόπον,1 καθ’ ὃν ἐστι τὸ συνημμένον τοιοῦτον· εἰ ἔστιν ὁ τόπος διαστήματός τις φύσις ὑπομένοντος καθ’ αὑτὸ καὶ μὴ ἐν σώματι ὄντος, τρία ἄτοπα ἀκολουθήσει· καὶ γὰρ ἄπειροι ἔσονται τόποι, καὶ ὁ τόπος ἔσται μεταβάλλων κατὰ τόπον, ὥστε τοῦ τόπου ἔσται ἄλλος τόπος, καὶ πολλοὶ τόποι ἅμα ἔσονται· ἀλλὰ μὴν ταῦτα ἀδύνατα· οὐκ ἄρα ἔσται τοιοῦτον διάστημα. φανήσεται δὲ τὸ συνημμένον ἀληθές, ἐὰν ὑποθώμεθα ἀγγεῖον ὕδωρ ἔχον ἢ ἀέρα μεταφερόμενον ἀπὸ τόπου εἰς τόπον οὕτως, ὥστε καὶ τὸ ἐν αὐτῷ κινεῖσθαι οἰκείαν κίνησιν κλυδαζόμενον ἢ κύκλῳ περιφερόμενον. εἰ οὖν κεχώρηκε δι’ ὅλου τοῦ ὕδατος τὸ διάστημα, μεθισταμένου φησί τοῦ ὕδατος καὶ τοῦ ἀέρος ταὐτὸν ποιήσει τὰ μόρια πάντα ἐν τῷ ὅλῳ, ὅπερ ἅπαν τὸ ὕδωρ ἐν τῷ ἀγγείῳ. ὥσπερ γὰρ ἐπὶ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων, ὅταν ἐν ᾧ ἐστιν ὕδωρ ἐν αὐτῷ γένηται ἀήρ, ἐνοήσαμεν τὸν τόπον, ὡς εἴρηται πρότερον, οὕτως ἀντιμεθισταμένων ἀλλήλοις τῶν μορίων τοῦ ὕδατος ἐν τῷ κλυδασμῷ ἔσται ἕκαστον μόριον ἐν μέρει τοῦ διαστήματος, τουτέστιν ἐν τόπῳ καθ’ αὑτό, εἴπερ ὅλον δι’ ὅλου κεχώρηκε τοῦ ὕδατος τὸ διάστημα. οἱ μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντος τόπον εἶναι λέγοντες τὸ μὲν ὅλον καθ’ αὑτό φασιν ἐν τόπῳ, τὰ δὲ μόρια κατὰ συμβεβηκός, ἐπειδὴ οὐδὲ περιέχεται ταῦτα ὑπ’ αὐτοῦ προσεχῶς, οἱ δὲ τὸ διάστημα τὸ διὰ πάντων χωροῦν οὗτοι προσεχεῖς καὶ καθ’ αὑτὸ τῶν μορίων λέγουσι τοὺς τόπους· καὶ γὰρ ἐν διαστήματι καθ’ αὑτό ἐστιν ἕκαστον. τὰ δὲ προσεχῶς ἐν τόπῳ ὄντα διωρισμένα ἐστίν, ὡς δέδεικται πρότερον· διωρισμένοι δὲ καὶ οἱ τόποι. εἰ οὖν διωρισμένα ἐστὶ τὰ μόρια τοῦ συνεχοῦς, ὡς δῆλον καὶ ἐκ τοῦ καθ’ αὑτὰ κινεῖσθαι καὶ καθ’ αὑτὰ ἐν τόπῳ εἶναι, ἄπειρα ἂν εἴη τὰ μόρια καὶ ἄπειροι οἱ τόποι· ἀντὶ δὲ τοῦ εἰπεῖν, ὅτι καὶ τὰ μέρη οὐκέτι ἔσται συνεχῆ τῷ ὅλῳ, ἀλλὰ καθ’ αὑτὰ ἔσται ἐν τόπῳ, εἶπεν ὅτι πάντα τὰ μόρια τὰ ἐν τῷ ὅλῳ τοῦτο ποιήσει, ὅπερ τὸ ὅλον ὕδωρ ἐν τῷ ἀγγείῳ. τὸ δὲ ὅλον ὕδωρ καθ’ αὑτὸ μεθίστατο καὶ καθ’ αὐτὸ ἦν ἐν τόπῳ διωρισμένον· ὥστε τὸ διάστημα τόπος ὑποτεθὲν αἴτιον γέγονε τοῦ τὰ μόρια καθ’ αὑτὸ κινεῖσθαι κατὰ τόπον καὶ ἐν τόπῳ εἶναι, τοῦτο δὲ τοῦ διωρίσθαι τὰ μόρια καὶ τοὺς τόπους, τοῦτο δὲ τοῦ καὶ τὰ μόρια ἄπειρα εἶναι ἐνεργείᾳ2 καὶ τοὺς τόπους. ἐπειδὴ δὲ περὶ τόπου νῦν ὁ λόγος, τὴν τῶν τόπων ἀπειρίαν νῦν καὶ οὐχὶ τὴν τῶν μορίων ὡς ἄτοπον ἐπήνεγκεν. εἰ δὲ ἄπειροι τῷ πλήθει κατ’ ἐνέργειαν διαστήματα ὄντες οἱ τόποι, καὶ ἐν τῷ κυάθῳ ἔσται καὶ τὸ μέγεθος ἄπειρον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μορίων τῶν ἐν τοῖς ἀπείροις τόποις ἀπείρων ῥητέον· τὸ γὰρ ἐξ ἀπείρων τῷ πλήθει μεγεθῶν ὁπηλικονοῦν ἔσται καὶ τῷ μεγέθει ἄπειρον. οὕτω μὲν οὖν συνάγεται, εἰ ἔστι τὸ διάστημα, ἐν τῷ αὐτῷ οἷον ἐν κυάθῳ ἀπείρους εἶναι τόπους. Ἀκολουθεῖ δὲ καὶ τὸ δεύτερον ῥηθὲν ἄτοπον τὸ ἅμα δὲ καὶ ὁ τόπος ἔσται μεταβάλλων ὥστε τοῦ τόπου ἔσται τις ἄλλος τόπος· εἰ γὰρ μετασταίη τὸ ἀγγεῖον ἔχον ἐν ἑαυτῷ διάστημα, ἔσται τὸ διάστημα τοῦτο ἐν τῷ διαστήματι ἐν ᾧ τὸ ἀγγεῖον γέγονε, καὶ οὕτως ἔσται τοῦ τόπου τόπος, ὅπερ ἄτοπον.

“如果存在某种本性如此并保持留存的间距”,直至“它是整个天的处所”。 在谈论了使人们确信处所是间距的因素,并补充了这种欺骗的原因之后,[亚里士多德]现在转向对该假设的反驳,尽管对该论证的表述多少有些模糊。它的结构如下,是按照第二非论证推理式依随果进行反驳的,根据该推理式,假言命题[大前提]如下:“如果处所是某种自身保持留存且不在物体之内的间距的本性,那么将随之产生三个荒谬:因为处所将是无限的,且处所将依处所而变化以至于处所将有另一个处所,而且许多处所将同时存在。然而这些都是不可能的;因此不会存在这样的间距。”如果我们假设一个盛有水或空气的器皿从一个处所被运送到另一个处所,使得其中的东西也以其特有的运动(激荡或作圆周回旋)而运动,那么这一假言命题便显明是真实的。因此,如果间距贯穿了整个水,那么当水与空气发生位移时,他说,“所有的部分在整体中所做的,将与全部的水在器皿中所做的完全相同”。因为正如在物体的相互置换中,当水曾所在之处变为空气所在时,我们如前所述构想了处所一样,当水的部分在激荡中相互置换时,每个部分也将处于间距的一部分之中,即自在地处于处所之中,如果间距确实彻头彻尾地贯穿了整个水的话。因为那些声称包围物的界限是处所的人,主张整体是自在地处于处所中,而部分则是附带地处于处所中(因为部分并不直接被包围物所包围);但那些主张处所是贯穿一切之物之中的间距的人,则称诸部分的处所是直接的且是自在的;因为每个部分确实都是自在地处于间距之中的。然而,直接处于处所中的事物是受到限定的,正如前面所证明的那样;而且诸处所也是受到限定的。因此,如果连续物的部分是受到限定的(正如从它们自在地运动和自在地处于处所中也同样明显的那样),那么部分就将是无限的,处所也将是无限的。他没有说“部分也将不再与整体连续,而是将自在地处于处所中”,而是说“整体中的所有部分都将做这同一件事,即如器皿中的全部水所做的那样”。而全部的水曾是自在地移动并自在地处于处所中,是受到限定的;因此,假设间距为处所,便成了各部分依处所而自在运动并在处所中存在的原因,而这又成了各部分与各处所受到限定的原因,这又成了各部分在现实上是无限的且各处所也是无限的原因。但既然现在的讨论是关于处所的,他现在便提出处所的无限性作为荒谬之处,而不是提出部分的无限性。然而,如果作为间距的处所在现实上按数量是无限的,那么即使在一个杓子之内,大小也将会是无限的。对于处于无限处所中的无限部分,同样也必须这样说;因为由数量上无限的大小(无论多么微小)所构成的物,在大小上也将是无限的。因此,依此便得出结论:如果间距存在,那么在同一个东西中(例如在一个杓子中)就会存在无限的处所。此外,所提到的第二个荒谬也随之而来:“同时处所也将发生变化,以至于处所将有某种别的处所”。因为如果自身中带有间距的器皿发生位移,这个间距就将处于该器皿进入其中的间距之内,这样就会出现处所的处所,而这是荒谬的。

语法注2 条
  1. 4.42ἔχει δὲ οὕτως ἐξ ἀκολουθίας ἀνασκευαστικὸν ὑπάρχον κατὰ τὸν δεύτερον ἀναπόδεικτον τρόπον

    ἔχει οὕτως(其情况如下)所隐含的主语是前文的 τὸ ἐπιχείρημα(该论证),中性单数分词 ὑπάρχον 与之在语法上一致。此处明确指出了该反驳是根据斯多亚逻辑学中的“第二非论证推理式”(即否定后件律:若甲则乙;非乙;故非甲),由其随之产生的推论(ἐξ ἀκολουθίας)而构成否定驳斥。

  2. 4.42τὸ διάστημα τόπος ὑποτεθὲν αἴτιον γέγονε τοῦ τὰ μόρια καθ’ αὑτὸ κινεῖσθαι... τοῦτο δὲ τοῦ διωρίσθαι... τοῦτο δὲ τοῦ καὶ τὰ μόρια ἄπειρα εἶναι ἐνεργείᾳ...

    在系表结构 αἴτιον γέγονε(成了……的原因)之后,带有定冠词属格的不定式短语(τοῦ ... κινεῖσθαι, τοῦ διωρίσθαι, τοῦ ... εἶναι)通过指示代词短语 τοῦτο δέ(“而这又是……的[原因]”)构成了环环相扣的因果锁链结构。主语是由被动不定过去时分词 ὑποτεθέν 及表语性主格 τόπος 修饰的中性格名词短语 τὸ διάστημα(“被假定为处所的间距”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:574.17-575.31