- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:573.16-574.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了盖伦关于水从器皿排出而无物进入的假设,指出其犯了乞题错误,分析了独立间距概念在想象中的形成机制,并指出亚里士多德所针对的反驳正是那种主张间距即处所且无虚空的假说。
ὅτι δὲ ἀντεισέρχεται πάντως τι ἀεὶ σῶμα, δηλοῖ τὰ στεγανὰ τῶν ἀγγείων καὶ αἱ καλούμεναι κλεψύδραι μὴ ἐκρέουσαι τὸ ἐνυπάρχον ὕδωρ, εἰ μὴ χώραν εἰσρύσεως ἐν αὐτοῖς ὁ ἀὴρ λάβοι. “ἀλλ’ ὑποθώμεθα, φησὶν ὁ Γαληνός, ἐξαιρεθέντος τοῦ ὕδατος ἐκ τοῦ κεράμου μηδὲν ἕτερον εἰσρυῆναι σῶμα· μένει τοίνυν τὸ μεταξὺ τῆς ἐπιφανείας τοῦ ἀγγείου διάστημα κεχωρισμένον”. ἀλλὰ ἄλογος ἡ ὑπόθεσις. τὸ γὰρ ζητούμενον ὑποτίθεται· ζητούντων γὰρ ἡμῶν, εἰ δύναται εἶναι διάστημα κεχωρισμένον, ὑποτίθεται εἶναι διάστημα κεχωρισμένον οὐχ ὅτι ἔστι δεικνύς, ἀλλ’ ἑαυτῷ πλάττων καὶ ἀναζωγραφῶν, ὅλως δὲ ἀδύνατα ὑποτίθεται ὁ ταῦτα λέγων. ὡς γὰρ ἀδύνατον σώματος ὄντος μὴ εἶναι διάστημα, οὕτως ἀδύνατον διαστήματος ὄντος μὴ εἶναι σῶμα· τὸ γὰρ διάστημα ἐν τούτῳ. διὸ καὶ ὁ ὑποτιθέμενος μὴ εἶναι μὲν σῶμα ἐν τῷ ἀγγείῳ, εἶναι δὲ ἐν αὐτῷ διάστημα ὑποτίθεται καὶ μὴ εἶναι σῶμα ἐν αὐτῷ καὶ εἶναι. ὑποτιθέσθω δέ, εἰ δοκεῖ, τὰ αὐτὰ ἐπὶ τῶν ἁπτομένων σωμάτων καὶ μὴ κοίλων, ἀφαιρεθέντος τοῦ ἁπτομένου μηδὲν ἅπτεσθαι αὐτῶν σῶμα. δῆλον ὅτι ὁ τοῦτο λέγων αἰτεῖται κενὸν εἶναι, οὐ μέντοι ἀποδείκνυσιν. οὕτως οὖν καὶ ἐπὶ τῶν κοίλων, ἅ ἐστι ἀγγεῖα. καὶ γὰρ καὶ τούτων ἐστὶν ἀεί τι τὸ ἁπτόμενον. οὐ γὰρ διότι τὸ σχῆμα τοιαῦτά ἐστι, διὰ τοῦτο ἠλλάγη τὴν φύσιν. ὡς οὖν ἐπὶ τούτου λέγομεν, ὅτι εἰ ἐδύνατο τοῦτο γίνεσθαι ὡς εἶναί τι διάστημα χωρὶς σώματος, ἦν ἂν κενόν, ἐπεὶ δὲ μὴ ἔστιν, ὡς δειχθήσεται, ἀδύνατον ὑποχωρήσαντος τοῦ τέως ἁπτομένου μὴ ἄλλο τι ἀντ’ ἐκείνου ἐλθὸν ἅπτεσθαι τοῦ αὐτοῦ σῶμα, οὕτω καὶ ἐπὶ τοῦ ἀγγείου. ὅλως δὲ ἡ τοῦ καθ’ αὑτὸ διαστήματος ἐπίνοια γίνεται ἀφαιρούντων ἡμῶν τῇ φαντασίᾳ τὰς ποιότητας, καθ’ ἃς τὸ μέν ἐστιν ὕδωρ τὸ δὲ οἶνος τὸ δὲ ἄλλο τι, καὶ λαμβανόντων τὸ τῶν ἴσων σωμάτων διάστημα, ὡς ἄλλο μὲν ἐκείνων ἑκάστου ὂν ἐν οἷς ἦν αὐτῷ τὸ εἶναι, ταὐτὸν δὲ αὑτῷ εἶναι διὰ τὴν ἰσότητα, καὶ τὸ χωρὶς ἐκείνων αὐτὸ λαμβάνειν1 μεθ’ ὧν ἦν, τὸ μὲν ὡς οἴνου τὸ δὲ ὡς ὕδατος διάστημα. ἀλλ’ ὅτι μὲν ὁ ὑποτιθέμενος ἐξαιρουμένου τοῦ ἐνόντος σώματος μηδὲν ἀντεισάγεσθαι αἰτεῖ τι κενὸν εἶναι ἐν ὑποστάσει, πρόδηλον. εἰ μέντοι τις λέγοι εἶναι μὲν τὸ διάστημα ἐν παντὶ τῷ κόσμῳ, οὐ μέντοι κενὸν εἶναί ποτέ τι ἐν αὐτῷ οὔτε γίνεσθαι, ἀλλ’ ἐξιόντος σώματος ἀντεισάγεσθαί τι ἄλλο πάντως καὶ δι’ αὐτὸ τοῦτο τὸ μηδὲν εἶναι κενὸν2 καὶ εἶναι τοῦτο τὸ διάστημα τὸν τόπον, ἄλλη τίς ἐστιν αὕτη ἡ ὑπόθεσις καὶ ἀλλοίων ἐλέγχων προσδεομένη, καὶ φαίνεται πρὸς ταύτην μάλιστα τὴν ὑπόθεσιν ὁ Ἀριστοτέλης ἐνιστάμενος.
然而,总有某种物体必定代之而入,这由密闭器皿以及所谓的水钟所表明——除非空气在其中获得流入的空间,否则它们便不会流出其中所含的水。“然而让我们假设,”盖伦说,“当水从陶器中被取出时,没有任何其他物体流入;那么器皿表面之间的间距便作为分离之物留存下来。”但这一假设是荒谬的。因为他预设了正被探求之事;因为当我们正在探求是否能够存在分离的间距时,他却假设存在分离的间距,不是去证明其存在,而只是自我虚构与描绘;总之,说这番话的人假设了不可能之事。因为正如在存在物体时不可能没有间距一样,在存在间距时也不可能没有物体;因为间距正存在于此[物体]之中。因此,假设器皿中没有物体却存在间距的人,实际上同时假设了其中既没有物体又存在物体。而且,如果愿意的话,我们也可以对相互接触且非凹陷的物体作同样的假设:即当接触物被移开时,没有任何物体与它们接触。显然,说这话的人是在要求[预设]虚空的存在,却绝非予以证明。因此,对于中空的物体即器皿来说亦是如此。因为对于这些物体而言,也总有某种与之接触之物。并非因为其形状如此,其本性就因此发生了改变。因此,正如对于这种情况我们所说的那样:如果这能够发生以至于存在某种脱离物体的间距,那么就会有虚空存在,但既然虚空并不存在(正如稍后将被指明的那样),当原先接触之物退去时,若没有另一个物体代之而来接触同一事物便是绝不可能的;器皿的情况亦是如此。总之,关于自在间距的构想之所以产生,乃是因为我们在想象中剥离了那些使此物为水、彼物为酒或他物的性质,并把握相等物体的间距——将它看作不同于它曾在其中具有存在的每一个物体,却又由于相等而在其自身中是同一的——并脱离它曾与之共存的那些事物而独立地把握它自身,即时而作为酒的间距,时而作为水的间距。但是,凡假设内在物体被移出而没有任何物体代之引入的人,便是在假定存在着某种实体状态的虚空,这是显而易见的。然而,如果有人说间距存在于整个宇宙中,但在其中绝不存在也不产生任何虚空,而是在一个物体离开时另一个物体必定代之引入,正是由于没有任何东西是虚空,这一间距才构成了处所——这一假设则是另一回事,需要完全不同种类的反驳,而且看起来亚里士多德主要正是针对这一假设提出异议的。
- 4.41καὶ τὸ χωρὶς ἐκείνων αὐτὸ λαμβάνειν
全句的核心骨架为“ἡ τοῦ καθ’ αὑτὸ διαστήματος ἐπίνοια(主语)γίνεται(谓语动词)”,其后的“ἀφαιρούντων ἡμῶν... καὶ λαμβανόντων...”为表示手段或方式的属格绝对结构。紧接着的冠词不定式短语“καὶ τὸ... λαμβάνειν”将分词“λαμβανόντων”的动作名词化并予以重申强调,以阐明思维的具体运作过程。
- 4.41καὶ δι’ αὐτὸ τοῦτο τὸ μηδὲν εἶναι κενὸν
介词“διά”的宾语指示代词“αὐτὸ τοῦτο”与后面的冠词不定式短语“τὸ μηδὲν εἶναι κενόν”构成同位语关系,表述了“正是由于这一点,即没有任何东西是虚空”的解释性逻辑关系。
