- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:572.16-573.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德在《物理学》第四卷中关于形式和间距被误认为处所的原因之讨论,通过极限的区别指明了形式与处所的差异,并阐明了因物体相互替换而产生的独立间距之错觉及其驳斥。
" Ἀλλὰ διὰ μὲν τὸ περιέχειν ἕως τοῦ τὸ τυχὸν μετεμπίπτει σῶμα τῶν μεθισταμένων καὶ ἅπτεσθαι πεφυκότων." Τὰς αἰτίας λέγει, δι’ ἃς ἕκαστον τῶν τριῶν τῶν ἄλλων ὑπενοήθη τόπος εἶναι, καὶ τοῦ μὴ ὀρθῶς ὑπονοηθῆναι πάλιν διδάσκει τοὺς τρόπους,1 τὰς διαφορὰς ὑποδεικνύων. καὶ πρῶτον περὶ τοῦ εἴδους. ἐπειδὴ γὰρ περιέχειν δοκεῖ ὁ τόπος τὸ ἐν τόπῳ σῶμα, δοκεῖ δὲ καὶ τὸ εἶδος περιέχειν τὸ οὗ ἐστιν εἶδος, δοκεῖ τὸ εἶδος εἶναι τόπος. καὶ μάλιστα ὅτι ἐν ταὐτῷ δοκεῖ τό τε εἶδος εἶναι πέρας ὂν τοῦ περιεχομένου καὶ τὸ τοῦ περιέχοντος πέρας· καὶ γὰρ καὶ συντιθέμενα ταῦτα διὰ τὸ ἀβαθῆ εἶναι οὐδὲν ποιεῖ πλέον. ὅτι δὲ διάφορα ταῦτα τό τε εἶδος τοῦ ἐν τόπῳ καὶ τὸ πέρας τοῦ περιέχοντος, δῆλον, εἴ γε τὸ μὲν πέρας ἐστὶ τοῦ ἐν τόπῳ, τὸ δὲ πέρας τοῦ περιέχοντος. εἰ οὖν ἄλλος ὁ τόπος παρὰ τὸ ἐν τόπῳ, ἄλλο ἂν εἴη τὸ εἶδος τοῦ ἐν τόπῳ καὶ ἄλλος ὁ τόπος. διὰ πλειόνων δὲ πρότερον δείξας, ὅτι τὸ εἶδος οὐκ ἔστι τόπος, ἠρκέσθη νῦν δεῖξαι τὴν τῶν περάτων τοῦ τε περιέχοντος καὶ τοῦ περιεχομένου διαφοράν. ἐφεξῆς δὲ πάλιν τὴν αἰτίαν προστίθησι τοῦ τὸ διάστημα2 τὸ μεταξὺ τῶν τοῦ περιέχοντος περάτων νομίζεσθαι τὸν τόπον. ἐπειδὴ γὰρ εἰς ἔννοιαν ἤλθομεν τοῦ τόπου ἀπὸ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων τῷ ἄλλοτε ἄλλα ἐν τῷ αὐτῷ γίνεσθαι τόπῳ, δοκεῖ τι διάστημα ὁ τόπος εἶναι ἄλλο παρὰ τὸ μεθιστάμενον σῶμα μεταξὺ τῶν τοῦ περιέχοντος περάτων οἷον τῆς κοίλης ἐπιφανείας τοῦ κεράμου, ὡς κενούμενον καὶ δεχόμενον τὰ ἀντιμεθιστάμενα σώματα χωριστόν τι ὂν αὐτῶν. καὶ γὰρ καὶ τοῦτο ὑπάρχειν δοκεῖ τῷ τόπῳ. εἶτα τὴν αἰτίαν τῆς ἀπάτης προστίθησι. καὶ οὕτως ἐλέγχει τὸν λόγον δεικνὺς μηδὲν εἶναι τοιοῦτον διάστημα. αἴτιον δὲ τῆς ἀπάτης φησὶ τὸ ἐξιόντος τινὸς σώματος ἄλλο πάντως ἀντεισιέναι καὶ αὐτὸ διάστημα ἔχον.3 καὶ μεταφέρουσι τὸ τῶν σωμάτων διάστημα ἐπὶ τὸν τόπον ὡς αὐτὸν ὄντα τὸ διάστημα, ὡς εἴ γε μὴ ἀντεισῄει πάντως ἄλλο σῶμα, ἀλλὰ συνέπιπτεν ἐν τῇ ἐξόδῳ τοῦ προτέρου τὸ δεχόμενον ἀγγεῖον, ὡς ἐπὶ τῶν ἀσκῶν ὁρῶμεν οἳ συμπίπτουσι κενούμενοι, οὐκ ἂν εἶναί τι τὸ μεταξὺ διάστημα ἐνομίζομεν.4 τοιγαροῦν ἐπὶ τοῦ ἀέρος οὐχ ὁμοίως φανταζόμεθα ὑπομένειν τὸ διάστημα τοῦ ἐμοῦ σώματος. συγχεῖται γὰρ εὐθὺς κινηθέντος ἡ περιέχουσά με ἐπιφάνεια καὶ ἑνοῦται πρὸς ἑαυτήν· νῦν δὲ τῷ ἄλλο τι ἀντεισιέναι διαστατόν, ἅπτεσθαι δυνάμενον τοῦ περιέχοντος, ἀλλὰ μὴ ἡνωμένον πρὸς αὐτό, δοκεῖ μένειν τὸ διάστημα (διὰ τοῦτο γὰρ προσέθηκε τὸ τῶν ἅπτεσθαι πεφυκότων), ἀλλὰ μὴ ἑνοῦσθαι· τὰ γὰρ ἑνούμενα οἷον ἀὴρ πρὸς ἀέρα καὶ ὕδωρ πρὸς ὕδωρ οὐκέτι ὡς ἐν τόπῳ ἐστὶν οὐδὲ ὡς ἐν ἀγγείῳ τούτῳ πρὸς ὃ συνεχίζεται, οὐδὲ μένει ἔτι ὁ τόπος διῃρημένος ἀπὸ τοῦ ἐν τόπῳ.
“然而由于包容……”直到“……迁移的以及按本性能够接触的物体中任意一个代之落入。” 他指出了其余三者中的每一项之所以被误以为是处所的原因,并且通过指明其差异,再次阐明它们为何被错误地推测。首先是关于形式:因为处所看起来包容着处于处所中的物体,而形式看起来也包容着它是其形式的那个事物,所以形式看起来就是处所;尤其因为作为被包容者之极限的形式,与包容者之极限,看起来处于同一处;因为由于没有厚度,它们合在一起也不会产生任何多余的东西。但是,处于处所中之物的形式与包容者的极限这两者彼此相异是显然的,如果前者的确是处于处所之物的极限,而后者是包容者的极限的话。因此,如果处所是不同于处于处所之物的东西,那么处于处所之物的形式就是一回事,而处所则是另一回事。但是,由于他此前已经通过诸多论述表明形式并非处所,他现在就只满足于指出包容者与被包容者的极限之间的差异。接下来,他又补充了包容者的极限之间的间距被认为是处所的原因。因为,由于我们是从物体的相互替换——即不同的物体在不同时间处于同一处所——中获得了处所的概念,所以在包容者的极限之间(例如陶器的凹面之间),处所看起来就是某种不同于迁移物体的间距,它似乎在被排空并接纳相互置换的物体,是独立于物体本身的某种东西。因为这看起来也属于处所。随后,他又指出了这种错觉的原因。他就这样驳斥了该论点,表明根本不存在这样的间距。他说,造成错觉的原因在于,每当一个物体离开时,另一个自身亦具有间距(延展)的物体必定代之而入。人们便把物体自身的间距转嫁到处所上,仿佛处所本身就是那间距一般;这正如如果根本没有另一个物体代之而入,而接纳物体的容器在前一个物体离去时塌陷(正如我们在皮囊被排空时看到塌陷那样),我们便不会认为中间存在任何间距。因此,在空气中,我们并不会同样地想象我身体的间距会留存下来;因为一旦我移动,包容我的表面立刻就消散并自我合为一体。但事实上,正是由于代之而入的是另一个有延展之物——它能够接触包容者,却不与其合为一体——间距才看起来保留了下来(事实上正因如此,他才补充了“按本性能够接触的物体”这一句),而不是合为一体。因为合为一体的事物(例如空气与空气、水与水)不再如同在处所中那样存在,也不再如同在容器中那样相对于与其相连续的事物存在,处所也就不再与处于处所中的事物保持分离。
- 4.41καὶ τοῦ μὴ ὀρθῶς ὑπονοηθῆναι πάλιν διδάσκει τοὺς τρόπους
带冠词不定式的属格 τοῦ μὴ ὀρθῶς ὑπονοηθῆναι 修饰 τοὺς τρόπους,作宾语性属格(或说明性属格),意为“它们未被正确推测的方式/原由”,整个短语作主动词 διδάσκει 的宾语。
- 4.41νῦν δὲ τῷ ἄλλο τι ἀντεισιέναι διαστατόν ... δοκεῖ μένειν τὸ διάστημα
νῦν δέ 与前面的反事实假设相对比,表示现实情况(“但事实上”)。表示原因的与格冠词不定式 τῷ ... ἀντεισιέναι 修饰主句 δοκεῖ μένειν τὸ διάστημα,其逻辑主语为 ἄλλο τι ... διαστατόν。句末的 ἀλλὰ μὴ ἑνοῦσθαι 则跨过插入的说明,与前文的 ἅπτεσθαι 形成对比,呼应并重述了不定式内部的分词否定结构 ἀλλὰ μὴ ἡνωμένον。
- 4.41αἴτιον δὲ τῆς ἀπάτης φησὶ τὸ ἐξιόντος τινὸς σώματος ἄλλο πάντως ἀντεισιέναι καὶ αὐτὸ διάστημα ἔχον
在由 φησί 引出的间接引语句结构中,αἴτιον τῆς ἀπάτης 为宾语补足语(谓词宾格),而带冠词的不定式短语 τὸ ... ἀντεισιέναι 为主语宾格。在不定式短语内部嵌入了属格独立结构 ἐξιόντος τινὸς σώματος,分词短语 καὶ αὐτὸ διάστημα ἔχον 则与主语 ἄλλο [σῶμα] 一致。
- 4.41ὡς εἴ γε μὴ ἀντεισῄει πάντως ἄλλο σῶμα, ἀλλὰ συνέπιπτεν ... οὐκ ἂν εἶναί τι τὸ μεταξὺ διάστημα ἐνομίζομεν
ὡς 引导一个表示比拟假设的从句,统领由未完成过去直陈式(条件从句中的 ἀντεισῄει, συνέπιπτεν 与主句中的 ἄν 加上 ἐνομίζομεν)构成的与事实相反的虚拟条件句。εἶναί τι τὸ μεταξὺ διάστημα 作 ἐνομίζομεν 的宾格不定式补足语。
