- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:571.11-572.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德通过从四种候选者(形式、质料、间距、极限)中进行消去来论证处所的定义(包容之物的极限),辛普里丘对此四分法的完备性与必然性进行了补充论证,并探讨了各派关于间距的见解以及亚里士多德着重反驳间距说的意图。
" Ἤδη τοίνυν φανερὸν ἐκ τούτων, τί ἐστιν ὁ τόπος ἕως τοῦ τούτων δέ ὅτι τὰ τρία οὐκ ἐνδέχεται εἶναι φανερόν." Ἀγαγὼν τὴν περὶ τόπου ἔννοιαν εἰς τὸ τοῦ περιέχοντος πέρας τὸ πρὸς τῷ περιεχομένῳ ἀπολελυμένον αὐτοῦ, διότι καὶ περιεκτικὸν τοῦτο τοῦ ἐν αὐτῷ ἐστι καὶ ἴσον καὶ ἄλλο παρ’ αὐτό, ἅπερ κυριώτατα τῶν περὶ τόπου ἀξιωθέντων ἐστίν, ἤδη φανερὸν ἐκ τῶν εἰρημένων εἶναί φησι, τί ἐστιν ὁ τόπος, ὅτι τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον. ὅτι δὲ τοῦτό ἐστιν, ἐφεξῆς καὶ ἐκ διαιρέσεως πειρᾶται δεικνύναι, καὶ χρῆται τῷ διὰ πλειόνων λεγομένῳ διαιρετικῷ ὄντι τοιούτῳ· ἤτοι τὸ ᾱ ἔστιν ἢ τὸ β̄ ἢ τὸ γ̄ ἢ τὸ δ̄· ἀλλ’ οὔτε τὸ ᾱ̄ οὔτε τὸ β̄ οὔτε τὸ γ̄· τὸ δ̄ ἄρα. καί φησιν ὅτι τέτταρά ἐστιν, ὧν ἀνάγκη τὸν τόπον ἕν τι εἶναι. ἢ γὰρ τὸ εἶδος τοῦ ἐν τόπῳ ἢ ἡ ὕλη αὐτοῦ ἢ τὸ διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος τὸν τόπον ἀνάγκη εἶναι (ὃ τινὲς καὶ τῶν προτέρων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστέρων ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωικοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν)1 ἢ τὰ ἔσχατα τοῦ περιέχοντος. εἰ οὖν μηδὲν τῶν τριῶν ἐστιν, ὡς δείξει, ἀνάγκη τὸ λειπόμενον εἶναι τὸν τόπον· τὸ δὲ διάστημα τοῦτο οἱ μὲν περὶ Δημόκριτον καὶ Ἐπίκουρον κενὸν εἶναι λέγουσιν οὕτως ὥστε ποτὲ μὲν πληροῦσθαι σώματος ποτὲ δὲ καὶ κενὸν ἀπολείπεσθαι, οἱ δὲ Πλατωνικοὶ καὶ οἱ Στωικοὶ εἶναι μὲν ἄλλο παρὰ τὰ σώματά φασιν, ἀεὶ δὲ σῶμα ἔχειν, ὡς μηδέποτε κενὸν ἀπολείπεσθαι. ἀλλ’ αὐτὸς μὲν ἅτε μὴ προσθεὶς τὴν ἀνάγκην τῆς διαιρέσεως τὸ σχεδὸν προέταξεν,2 ἐπειδὴ δὲ ἐὰν μὴ ἀνελλιπὴς ἡ διαίρεσις φανῇ, σαθρὰ δοκεῖ ἡ ἀπόδειξις, πειρατέον τὴν ἀνάγκην εὑρεῖν· οὕτω γὰρ καὶ τὸ σχεδὸν οὐκ ἀορίστου ἐννοίας, ἀλλ’ εὐλαβείας φιλοσόφου δειχθήσεται. εἰ τοίνυν τὸ κινούμενον κατὰ τόπον μεταβάλλει κατὰ τόπον, ἀνάγκη τὸν τόπον ἐκεῖνο εἶναι, καθὸ μεταβάλλει τὸ κατὰ τόπον κινούμενον· μεταβάλλει δὲ τὸ κατὰ τόπον κινούμενον ἢ κατὰ τι τῶν ἐν αὐτῷ ἢ κατά τι τῶν προσεχῶς περὶ ἑαυτό· ἀλλὰ τὰ μὲν ἐν τῷ κινουμένῳ ὕλη καὶ εἶδός ἐστι καὶ παρὰ ταῦτα οὐδέν· τὰ δὲ περὶ αὐτὸ προσεχῶς τό τε πέρας τοῦ περιέχοντος αὐτὸ καὶ τὸ μεταξὺ τοῦ πέρατος ἐκείνου διάστημα, εἴπερ ἔστι τοιοῦτον, καὶ ἄλλο οὐδὲν παρὰ ταῦτα· ὥστε καὶ ἀποφήναιτο ἄν τις ὅτι τῶν τεττάρων τι ἓν ἔσται ὁ τόπος. ἐὰν οὖν δειχθῇ ὅτι τῶν τριῶν οὐδὲν οἷόν τε εἶναι, οὔτε τὴν ὕλην οὔτε τὸ εἶδος οὔτε τὸ διάστημα, δῆλον ὅτι τὸ πέρας ἂν εἴη τοῦ περιέχοντος ὁ τόπος. πῶς δὲ οὐκ εἶπεν ‘ἢ τὰ ἔσχατα, εἰ μηδέν ἐστι τῶν τριῶν’, ἀλλ’ εἰ μὴ ἔστι μηδὲν διάστημα3 παρὰ τὸ τοῦ ἐγγινομένου σώματος μέγεθος; ἢ ὅτι τῶν δύο τῶν ἄλλων αὕτη πιθανωτέρα δοκεῖ ἡ ὑπόθεσις τῆς τε τὸ εἶδος καὶ τῆς τὴν ὕλην λεγούσης εἶναι τὸν τόπον. ἢ μᾶλλον ὅτι τὰ δύο διὰ πολλῶν ἔφθασεν ἀνελεῖν δείξας πρότερον, ὅτι οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος ὁ τόπος ἐστίν. ὥστε εἰ τὸ διάστημα ἀναιρεθείη, κἂν μηδὲν προστεθῇ περὶ τῶν ἄλλων, λείπεται τὸ ἔσχατον τοῦ περιέχοντος εἶναι τὸν τόπον.
“因此,从这些事物出发,处所是什么现在已经清楚了……直到……但是很清楚,它不可能是这些当中的三者。” 在将关于处所的概念引向包容之物的极限——即贴近被包容之物却与其分离的极限——之后(因为这既包容着处于其中的事物,又与它相等且与它相异,而这些是关于处所最公认的特征),他指出,从此前所说的话出发,处所是什么现在已经清楚了,即它是包容之物就其包容被包容之物而言的极限。而为了表明处所就是这个,接下来他又试图从划分法出发来证明,并使用了所谓的通过多个支项进行的选言推理,形式如下:“或者为Α,或者为Β,或者为Γ,或者为Δ;但既非Α,亦非Β,亦非Γ;所以为Δ。”他说,处所必然是其中之一的事物共有四种。因为处所必然或者是处于处所之物之形式,或者是其质料,或者是包容之物的两端之间的间距(古人中如德谟克利特派,后人中如伊壁鸠鲁派与斯多亚学派,甚至有些人认为按照柏拉图的观点也是如此,都曾认为这便是处所),或者是包容之物的两端。因此,正如他将要指出的,如果它不是这三者中的任何一个,那么剩下的那个就必然是处所。关于这一间距,德谟克利特派和伊壁鸠鲁派称其为虚空,以至于它有时充满物体,有时又被留作虚空;而柏拉图主义者与斯多亚派则认为它确实不同于物体,但始终容纳物体,绝不会被留作虚空。然而,由于他本人没有补足这一划分的必然性,所以冠以“几乎”一词;但如果划分不显得完备无缺,证明就会显得脆弱,因此必须设法找出这种必然性;因为这样一来,“几乎”一词也将被表明不是出自不确定的见解,而是出自哲学上的审慎。既然依处所运动之物是依处所发生变化的,那么处所就必然是依处所运动之物依之发生变化的那种东西。而依处所运动之物,要么是依其自身内部的某种东西变化,要么是依紧邻其周围的某种东西变化。但在运动之物内部的只有质料与形式,除此以外别无他物;紧邻其周围的则是包容它之物的极限以及该极限之间的间距(如果真有这种东西的话),除此以外也别无他物。从而人们可以断定,处所必将是这四者之一。因此,如果证明它不可能是三者中的任何一个——既非质料,亦非形式,亦非间距——,那么显然处所就是包容之物的极限。但他为什么不说“如果它不是三者中的任何一个,便是两端”,而说“如果除了进入其中的物体的大小之外没有任何间距”呢?是因为比起主张形式是处所和质料是处所的那两个假设,这个假设看起来更有说服力吗?还是更因为他此前早已通过诸多论证先行排除了那两者,证明了处所既非质料亦非形式?因此,若是排除了间距,即便关于其他两者未再作任何补充,剩下的包容之物的极限也必然就是处所。
- 4.40ὃ τινὲς καὶ τῶν προτέρων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστέρων ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωικοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν
关系代名词 ὃ(宾格)指代先行词 τὸ διάστημα,并在随后的不定式从句中由指示代词 τοῦτο 予以复指(resumptive pronoun)。它构成主动词 ἐνόμισαν(主语为 τινές)所统辖的不定式从句中的双宾格结构“τοῦτο τὸν τόπον εἶναι”(“认为这便是处所”)。
- 4.40ἀλλ’ αὐτὸς μὲν ἅτε μὴ προσθεὶς τὴν ἀνάγκην τῆς διαιρέσεως τὸ σχεδὸν προέταξεν
ἅτε + 分词(μὴ προσθείς)构成客观原因状语从句(“由于他没有补足必然性”)。主动词 προέταξεν 的宾语是带中性定冠词的引用副词 τὸ σχεδόν(亚里士多德原文中的“几乎”一词),整句结构为“他本人因未补足划分的必然性,便将‘几乎’置于句首”。
- 4.40πῶς δὲ οὐκ εἶπεν ‘ἢ τὰ ἔσχατα, εἰ μηδέν ἐστι τῶν τριῶν’, ἀλλ’ εἰ μὴ ἔστι μηδὲν διάστημα
此处以设问形式提出一个难点(aporia)。否定词 οὐκ 修饰 εἶπεν,构成对比结构“为什么他没有说A,而是[说了]B?”(οὐκ εἶπεν A, ἀλλ’ [εἶπεν] B)。接下来的 ἢ ὅτι... ἢ μᾶλλον ὅτι... 则为这一疑问给出了两种可能的解答。
