- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:570.14-571.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论述了处所中的运动与随整体运动的区别,以此证明处于处所之物必须与处所分离而非连续;他反驳了亚历山大将此处视作重出异文的观点以及阿斯帕西奥斯的省略,主张亚里士多德是从存在与运动两个方面来区分处于处所之物与处于整体之物的。
" Καὶ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται ἕως τοῦ τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ." Καὶ τοῦτο δεικτικὸν οἶμαι τοῦ δεῖν τὸ ἐν τόπῳ μὴ εἶναι συνεχὲς πρὸς τὸν τόπον, ἀλλὰ ἀπολελυμένον. δείκνυσι δὲ ἀπὸ τῆς ἐν τόπῳ κινήσεως, εἴ γε τὸ μὲν ἐν τόπῳ ἐν τῷ τόπῳ κινεῖται τῷ περιέχοντι αὐτό, τὸ δὲ συνεχὲς οὐ κινεῖται ἐν τῷ περιέχοντι αὐτό, ἀλλὰ μετ’ ἐκείνου. ὅταν οὖν διαιρεθῇ, τότε ἐν τόπῳ ἐστί· τότε γὰρ ἐν τῷ περιέχοντι κινεῖται, κἄν τε κινῆται τὸ περιέχον ὥσπερ τὸ ἀγγεῖον, κἄν τε μὴ ὡς ὁ κυρίως τόπος. ὁ μέντοι Ἀσπάσιος τὸ ἐν τόπῳ μένον ἢ κινούμενον ὡς τὸ κλυδαζόμενον ἢ κυκλοτερῶς περιφερόμενον ὕδωρ ἐξεδέξατο. δῆλον δὲ ὅτι τὸ ἀγγεῖον οὐχ ὅλον τόπος ἐστίν, ἀλλ’ ἡ κοίλη ἐπιφάνεια τοῦ κάδου ἢ τοῦ κεράμου· ὁ μέντοι Ἀλέξανδρος “καὶ τοῦτο δεικτικόν, φησί, τοῦ τὰ μέρη τὰ συνεχῆ μὴ εἶναι ἐν τόπῳ, εἴ γε τὸ μὲν ἐν τόπῳ ὂν ἐν τούτῳ κινεῖται, τὸ δὲ ἐν ὅλῳ ὄν (τοιοῦτον δὲ τὸ συνεχὲς μέρος) οὐκ ἐν ἐκείνῳ ἀλλὰ σὺν ἐκείνῳ κινεῖται”. οὕτω δὲ ἐξηγούμενος τὰ ἐφεξῆς ἀπὸ τοῦ ἔτι ὅταν μὴ διῃρημένον ᾖ ἕως τοῦ ἤδη τοίνυν φανερὸν τί ἐστιν ὁ τόπος τὰ αὐτὰ τοῖς προειρημένοις εἶναί φησι καὶ διπλῆν αἰτιᾶται γραφήν, ὡς εἴ γε τὰ πρότερα τὰ ἀπὸ τοῦ “ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ”1 περὶ τῆς διαφορᾶς ἤκουε τῶν ἐν τόπῳ ὄντων πρὸς τὰ ἐν ὅλῳ, τὰ δὲ ἐφεξῆς τὰ ἀπὸ τοῦ συνεχὲς μὲν ὂν οὐκ ἐν ἐκείνῳ κινεῖται περὶ τῆς διαφορᾶς τῶν ἐν τόπῳ κινουμένων πρὸς τὰ μέρη τὰ μετὰ τοῦ ὅλου κινούμενα. δύναται ταῦτα συντόμως μετὰ παραδειγμάτων περὶ τῶν αὐτῶν λέγειν, τὰ μὲν πρῶτα περὶ τῶν ἐν ὅλῳ ἢ ἐν τόπῳ, τὰ δὲ ἐφεξῆς περὶ τῶν μετὰ τοῦ ὅλου ἢ ἐν τόπῳ κινουμένων. τὰ μὲν γὰρ συνεχῆ ὡς ἔν τινι ἂν εἴη, ὅτι ὡς μέρος ἐν ὅλῳ λέγεται2 ὡς ἐν τῷ ὀφθαλμῷ ἡ ὄψις ἢ ἐν τῷ σώματι ἡ χείρ, τὰ δὲ διῃρημένα ὡς ἐν τόπῳ ἢ ὡς ἐν ἀγγείῳ, κἂν ἄμφω τὰ παραδείγματα ἀγγείων παρέθετο κάδου καὶ κεράμου. τάχα δὲ τὸν μὲν οἶνον ἐν τῷ κεράμῳ παράδειγμα τοῦ ἐν τόπῳ ὄντος παρατίθεται, τὸ δὲ ὕδωρ ἐν τῷ κάδῳ παράδειγμα τοῦ ἐν τόπῳ κινουμένου. ἐν γὰρ τῇ ἀνιμήσει κινεῖται τὸ ὕδωρ ἐν τῷ κάδῳ, ὥστε ποτὲ μὲν τὰ ὄντα ἐν τόπῳ πρὸς τὰ ὄντα ἐν ὅλῳ παρατίθησιν ἀλλήλοις, ποτὲ δὲ τὰ κινούμενα. τοῦτο δέ, ἵνα κατ’ ἄμφω διορισθῇ τὰ ἐν τόπῳ πρὸς τὰ ἐν ὅλῳ. καὶ ὁ Ἀσπάσιος δὲ τελέως παρῆκε τὰ ὕστερα.
“并且如果是连续的,它就不在其中运动”直到“而水在桶中”。 我认为,这也证明了处于处所之物决不能与处所连续,而必须是分离的。他是从处所之中的运动来证明这一点的,因为处于处所之物是在包容它的处所之中运动,而连续之物并不在包容它的事物之中运动,而是随它一同运动。因此,当它被分开时,这时才处于处所之中;因为只有在那时,它才在包容它的事物之中运动,无论包容之物是如容器那样运动着,还是如本义上的处所那样不运动。然而阿斯帕西奥斯却把“处于处所之中静止或运动”理解为像汹涌晃荡的水或呈圆形回转的水那样。不过显而易见的是,整个容器并不是处所,而是桶或陶瓮的内凹表面。而亚历山大则说:“这也证明了连续的部分并不处于处所之中,因为处于处所之物是在此[处所]之中运动,而处于整体之中的事物(连续的部分便是如此)则不是在其中运动,而是与它一同运动。”通过这种解释,他声称接下来的从“再者,当它未被分开时”直到“因此现在处所是什么已经清楚了”的内容与此前所说的相同,并指责这是重出稿;若是他把前面的从“因此,当它未被分开时”起的内容理解为处于处所之物与处于整体之物之间的区别,而把接下来的从“如果是连续的,它就不在其中运动”起的内容理解为在处所中运动之物与随整体一同运动的部分之间的区别[就不会如此指责了]。因为这些内容完全可能是在借助例子简要地论述相同的事情,前者谈论处于整体之中或处于处所之中的事物,接下来的内容则谈论随整体运动或在处所中运动的事物。因为连续之物将如同处于某物之中,这是因为它们被说成如同部分在整体之中,就像眼中的视力或身体中的手一样;而分离之物则如同处于处所之中或如同处于容器之中,即便他所举的两个例子——桶与陶瓮——都是容器。但或许他将陶瓮中的酒举作处于处所之物的例子,而将桶中的水举作在处所中运动之物的例子。因为在汲水时,水是在桶中运动的,从而他有时将处于处所之物与处于整体之物相互对照,有时又将运动之物相互对照。这样做是为了从这两方面把处于处所之物与处于整体之物区分开来。此外,阿斯帕西奥斯完全忽略了后面的这一段文字。
- 4.39ὡς εἴ γε τὰ πρότερα τὰ ἀπὸ τοῦ “ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ”
由 ὡς εἴ γε 引导的条件句构成了带有过去未完成直陈式 ἤκουε 的与过去事实相反的虚拟假设,用以反驳亚历山大将后文判定为“重出稿”(διπλῆ γραφή)的观点。其主句(相当于“他本就不会指责其为重出”)被省略了,而其肯定的理由则通过紧接的句子 δύναται ταῦτα...(“因为这些内容完全可能……”)来加以补足。
- 4.39τὰ μὲν γὰρ συνεχῆ ὡς ἔν τινι ἂν εἴη, ὅτι ὡς μέρος ἐν ὅλῳ λέγεται
ὡς ἔν τινι(介词 ἐν 后接附读的不定代词中性与格 τινι 而带重音)意为“连续之物将如同处于某物之中”(与后文的 ὡς ἐν τόπῳ ἢ ὡς ἐν ἀγγείῳ 相对)。随后由 ὅτι 引导的原因从句(“因为它们被说成……”)为这一主张提供了根据。
