- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:568.30-570.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《物理学》211a23的标句,辛普利丘讨论了从粗略的处所向作为直接包容界限的原初处所的过渡,区分了连续(整体中的部分)与接触/分离(处于处所中)。此外,针对标句末尾“接触之物的极界在同一物中”一句,对比并评析了亚历山大将其解为“在一起”以及阿斯帕西奥斯的解释。
" Ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἕως τοῦ ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.1" Μέχρι τοῦδε διορίσας τὰ καθ’ αὑτὸ κινούμενα κατὰ τόπον, ἅπερ καθ’ αὑτὸ καὶ ἐν τόπῳ ἐστί, διότι καὶ οὐσίας εἶναι χρὴ σωματικὰς καὶ ὅλας καὶ ἀπολελυμένας τῆς πρὸς ἀλλήλας συνεχείας καὶ περιεχομένας ὑπ’ ἄλλου, ὁμοίως καὶ ἀπὸ τοῦ ὁλοσχερεστέρως λεγομένου τόπου ἐπὶ τὸν κυρίως καὶ πρώτως λεγόμενον προάγει τὸν λόγον, ἵνα τούτῳ δείξῃ λοιπὸν ὑπαρχούσας τὰς περὶ τόπου προληφθείσας ἐννοίας. λέγομεν τοίνυν ὡς ἐν τόπῳ εἶναι ἐν τῷ οὐρανῷ, τουτέστι τῷ κόσμῳ, ὅτι περιεχόμεθα ὑπ’ αὐτοῦ, ὡς τοῦ περιέχειν σωματικῶς οἰκειοῦντος τῷ τόπῳ.2 οὐ μέντοι προσεχῶς ἐν τῷ οὐρανῷ ἐσμεν, οὐδὲ κυρίως ἡμῶν οὗτός ἐστι τόπος, ἀλλὰ διότι ἐν τῷ ἀέρι, οὗτος δὲ ἐν τῷ οὐρανῷ. διὰ τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ἀέρι, οὐχ ὅτι ἐν ἅπαντι τῷ ἀέρι, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ προσεχῶς ἡμᾶς περιέχον· διὰ γὰρ τοῦτο καὶ ἐν τῷ ἀέρι. ὅτι γὰρ οὐχ ὅλος ὁ ἀὴρ ἐστιν ἡμῶν τόπος, δῆλον, εἴπερ ἴσον δεῖ τὸν τόπον τῷ ἐν τόπῳ εἶναι, καὶ εἰ μὴ ἴσος εἴη, μὴ εἶναι τόπον. ἴσον δέ ἐστι τὸ ἔσχατον τοῦ περιέχοντος ἡμᾶς τὸ πρὸς ἡμᾶς, ἐν ᾧ πρώτως ἐσμέν. ἆρα οὖν τοῦτο ὁ τόπος τὸ τοῦ περιέχοντος ἔσχατον τὸ προσεχὲς τῷ περιεχομένῳ; ἢ καὶ ἄλλης δεῖ τινος προσθήκης τῷ λόγῳ, ἣν καὶ προστίθησι. τὸ περιέχον ἢ συνεχές ἐστι τῷ περιεχομένῳ ἢ διῃρημένον ἀπ’ αὐτοῦ· καὶ εἰ μὲν συνεχές ἐστιν, οὐχ ὡς ἐν τόπῳ λέγεται τῷ περιέχοντι, ἀλλ’ ὡς ἐν ὅλῳ μέρος· ὅταν δὲ διῃρημένον εἴη καὶ ἁπτόμενον, ἔστι καὶ ἐν πρώτῳ τῷ ἐσχάτῳ τοῦ περιέχοντος ὡς ἐν τόπῳ. καὶ δείκνυσιν ἐν τούτῳ τὴν διαφορὰν τῶν τε ὡς ἐν ὅλῳ ὄντων καὶ τῶν ὡς ἐν τόπῳ, ὥσπερ μετ’ ὀλίγον τὴν διαφορὰν τῶν ὡς ἐν τόπῳ κινουμένων καὶ τῶν μετὰ τοῦ ὅλου κινουμένων. Ὁ μέντοι Ἀλέξανδρος οἴεται διὰ τούτων δείκνυσθαι, ὅτι μὴ ἔστι τὰ συνεχῆ μέρη τοῦ ὅλου τοῦ ὄντος ἐν τόπῳ καθ’ αὑτὰ ἐν τόπῳ, ἀλλ’ ἐν ὅλῳ τῷ ἐν τόπῳ. καίτοι σαφῶς περὶ τῆς τοῦ περιέχοντος διαιρέσεως οἶμαι καὶ συνεχείας πρὸς τὸ ἐν αὐτῷ λέγει γράφων3 ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχὲς καὶ πάλιν ὅταν δὲ διῃρημένον ᾖ καὶ ἁπτόμενον. συμφωνότερον οὖν οἶμαι καὶ τῇ λέξει καὶ τοῖς προκειμένοις ἔστιν ἀκούειν, ὅτι ὅταν μὲν συνεχὲς ᾖ τὸ περιέχον τῷ περιεχομένῳ, τότε ὡς μέρος ἐν ὅλῳ ἐστὶ τὸ περιεχόμενον ἐν τῷ περιέχοντι· ὅταν δὲ διῃρημένον, τότε ὡς ἐν τόπῳ τῷ ἐσχάτῳ τοῦ περιέχοντος τὸ περιεχόμενον καὶ ἐν πρώτῳ τούτῳ. καὶ τούτῳ ἐφαρμόττει τὰ προληφθέντα περὶ τόπου ἀξιώματα τό τε μηδὲν εἶναι τοῦ ἐν τόπῳ (ἔξωθεν γὰρ αὐτοῦ ἐστι) καὶ τὸ ἴσον αὐτῷ εἶναι, ὃ ἔδειξε διὰ τοῦ ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων, τουτέστι τὰ πέρατα τοῦ τε περιέχοντος καὶ τοῦ περιεχομένου. ἀλλ’ εἰ μὲν ἐν τῷ αὐτῷ ὡς ἐν τόπῳ λέγοι, δῆλον ὅτι κατὰ συμβεβηκὸς ἂν εἴη λέγων· οὐ γὰρ δὴ αἱ ἐπιφάνειαι καθ’ αὑτὸ ἐν τόπῳ. ἀλλ’ οὐδὲ ὡς ἐν ὑποκειμένῳ τῷ αὐτῷ· ἑκατέρα γὰρ ἐπιφάνεια ἐν τῷ οἰκείῳ ἐστίν. ἀλλ’ οὐδὲ κατ’ ἄλλο τι τοῦ ἔν τινι σημαινόμενον αἱ ἐπιφάνειαι ἐν τῷ αὐτῷ εἰσι. “μᾶλλον οὖν ἐν τῷ αὐτῷ ἀκουστέον ἀντὶ τοῦ ἅμα. ἐν τῷ αὐτῷ γὰρ λέγεται εἶναι καὶ ταῦτα, ὧν μηδέν ἐστι μεταξύ. καὶ ἔοικε καὶ οὗτος ὁ τρόπος τοῦ ἔν τινι παραλελεῖφθαι ἐν τῇ ἀπαριθμήσει τῶν τοῦ ἔν τινι σημαινομένων. τὰ γὰρ ἐφαρμόζοντα ἀλλήλοις καὶ μήτε ὄγκον ποιοῦντα μήτε ἔχοντά τι μεταξὺ ἐν τῷ αὐτῷ ἐστιν. ἓν γὰρ γίνεται τὸ ἀμφοῖν πέρας ἐπὶ τῶν ἁπτομένων συμπιπτόντων αὐτῶν διὰ τὸ μὴ ἔχειν ἐπ’ ἐκεῖνο διάστασιν. ὥσπερ ἐπὶ τῶν συνεχιζομένων ἀπόλλυται καὶ τὸ ἕν. συνεχῆ γάρ ἐστιν, ὧν οὐδέν ἐστι μεταξὺ πέρας ἐνεργείᾳ”. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος τὸ ἐν τῷ αὐτῷ κατὰ τὸ ἅμα ἀκούει ἄλλο τι τοῦτο λέγων παρὰ τὰ ἀπαριθμηθέντα τοῦ ἔν τινι σημαινόμενον. ὁ δὲ Ἀσπάσιος ἐν τῷ αὐτῷ μὲν ὡς ἐν τόπῳ ἀκούει, οὕτω μέντοι ὡς ὁ ἀμφορεὺς τοῦ οἴνου ἐν ἑαυτῷ ἐλέγετο, διότι μέρος ἐν μέρει, καὶ ἡ ἐπιφάνεια τοῦ ἐν τόπῳ ἐν τῷ τόπῳ μιᾶς γινομένης τῆς ἐπιφανείας διὰ τὸ ἀβαθές· ἀλλ’ εἰ μία, πῶς ἐν τινι; ἢ ὡς ἐν τῷ τοῦ περιέχοντος σώματι.
“既然我们说如在处所之中存在……直到……因为接触之物的极界是在同一物中。” 在此之前,既然他已经限定了循着处所自身运动的事物——它们自身也处于处所之中,因为它们必须是物体的实体、整体、独立于彼此的连续性并且被另一物所包容——,同样地,他也把论述从较为粗略言说的处所引向本义上且原初言说的处所,以便接下来证明关于处所的预先把握的概念属于这[第一处所]。那么,我们说在天之中、亦即在宇宙之中如同在处所中存在,是因为我们被它所包容,因为物体性地包容乃是适合于处所的。然而,我们并非直接在天之中,这在严格意义上也不是我们的处所,而是因为我们在空气之中,而这[空气]又在天之中。又由于同样的缘故,我们也在空气之中,这并非由于我们在整个空气之中,而是由于它的极界以及直接包容我们的东西;因为正是由于这极界,我们也在空气之中。因为整个空气并非我们的处所,这是显而易见的,如果处所确实必须与处于处所之物相等,而若不相等,便不是处所的话。而与我们相等的是包容我们之物朝向我们的极界,我们原初即在其中。那么,包容之物的这极界、亦即直接邻接被包容之物的极界,难道就是处所吗?还是说论述还需要某种其他的增补,而他也确实做出了增补?包容之物要么与被包容之物连续,要么从它分离;如果它是连续的,就不是如同在处所中那样对包容之物而言,而是如同部分在整体之中;而当它是分离并且接触的时候,它就在包容之物的极界这一原初之物中,如同在处所之中一样。正是在此之中,他表明了如同在整体之中的事物与如同在处所之中的事物之间的区别,正如不久之后他将表明如同在处所中运动之物与随整体运动之物之间的区别一样。然而亚历山大认为,通过这些说法表明了:处于处所之中的整体的那些连续部分并不是自身处于处所之中,而是在处于处所之中的整体之中。然而我认为,他[亚里士多德]在写道“因此,当包容之物不是分离的而是连续的”以及随后的“而当它是分离并且接触的时候”时,显然是在谈论包容之物的分离以及它与其中之物的连续性。因此我认为,更符合字面和眼前论题的理解是:当包容之物与被包容之物连续时,被包容之物便如部分在整体中一样在包容之物之中;而当它是分离的时候,被包容之物便在包容之物的极界之中、并且在这一原初之物中,如同在处所之中一样。而预先把握的关于处所的公理也与这相吻合:既不是处于处所之物的任何东西(因为处所在它之外),又与它相等,后者是他通过“因为接触之物的极界是在同一物中”来证明的,即包容之物与被包容之物的界限。但是,如果他说“在同一物中”是如同在处所中那样说的,显而易见他将是以偶性方式而言的;因为表面本身决非自身处于处所之中。然而,它们也不是如同在同一基质中那样;因为各个表面都是在各自固有的[物体]之中的。再者,按照“在某物中”的任何其他含义,表面也不是在同一物中的。“因此,‘在同一物中’更应当被理解为相当于‘在一起’。因为那些其间没有任何事物的东西也被称为‘在同一物中’。并且,‘在某物中’的这种方式似乎也在‘在某物中’的各种含义的列举中被遗漏了。因为彼此契合、既不产生体积其间又没有任何事物的东西,乃是在同一物中。因为对于接触之物,在它们重合时两者的界限合而为一,这是由于在那一方面没有间距。正如在被连续化的事物中,那一个[界限]也消亡了。因为在其间没有任何现实存在的界限的事物,乃是连续的。”因此,亚历山大依照“在一起”来理解“在同一物中”,称这是在已列举的那些之外“在某物中”的另一种含义。而阿斯帕西奥斯虽然将“在同一物中”理解为如同在处所中,然而其方式就像酒的双耳罐被说成在自身之中一样(因为部分在部分之中),并且处于处所之物的表面是在处所之中,这是由于表面因缺乏深度而合而为一;但如果是一,又如何是在某物之中?或者[它是这样],如同在包容之物的物体之中一样。
- 4.38ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων
引自亚里士多德原文,省略了系动词 ἐστί。亚历山大将介词短语 ἐν τῷ αὐτῷ(“在同一物中”)转义理解为“在一起(ἅμα)”,并视其为列举中所遗漏的一种“在某物中”的方式;而阿斯帕西奥斯则坚持解作“如在处所中”,并试图通过表面无厚性来消解由此带来的难问。这是两位注解家解释产生分歧的关节点。
- 4.38ὡς τοῦ περιέχειν σωματικῶς οἰκειοῦντος τῷ τόπῳ
带有 ὡς 的属格独立结构,表示前句(“说在天之中”)的原因或根据(“因为物体性地包容乃是适合于处所的”)。分词的主语是名词化不定词 τὸ περιέχειν σωματικῶς,分词为 οἰκειοῦντος。
- 4.38καίτοι σαφῶς περὶ τῆς τοῦ περιέχοντος διαιρέσεως οἶμαι καὶ συνεχείας πρὸς τὸ ἐν αὐτῷ λέγει γράφων
主句动词 λέγει 中插入了插入语 οἶμαι(“我认为”),而分词 γράφων(“写道”)引出了作为依据的原著引文(ὅταν μὲν οὖν...)。针对亚历山大将其视作关于“整体的各部分”之论述,辛普利丘明确指出其谈论的核心乃是“包容之物(τὸ περιέχον)的分离与连续”。
