← 辛普里丘

亚里士多德《物理学》注释

§567.33-568.29

自身运动与首要处于处所者的条件

辛普里丘分析了偶性运动与自身运动的区别(特别是可从整体分离的部分与不可分离的偶性之间的差异),论证只有脱离开来并被外部界限接触和包容的事物才原初地处于处所之中,由此推导出亚里士多德关于处所的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.37#2

τὰ μὲν γὰρ συμβεβηκότα τοῖς καθ’ αὑτὸ κινουμένοις οὐδὲ ἐνδέχεται καθ’ αὑτὸ κινεῖσθαι οὐδὲ δυνάμει ἔχει τοῦτο, οἷον ἡ λευκότης ἢ ἡ ἐπιστήμη. οὐ γὰρ δύναται ταῦτα χωρισθέντα καθ’ αὑτὰ κινηθῆναι, ὅτι οὐδὲ ὅλως χωριστά. ἀλλ’ οὕτως ἀεὶ ταῦτα κινεῖται καὶ μεταβάλλει, ὅτι ἐν ᾧ ὑπάρχουσι μεταβάλλει τοῦτο, ἄλλως δὲ οὔ, οὔτε ἐνεργείᾳ οὔτε δυνάμει. Τούτου οὖν οὕτως ἔχοντος ἐκ τῶν καθ’ αὑτὸ κατὰ τόπον κινουμένων ἑλεῖν χρὴ τὸν τόπον, ἀλλ’ οὐκ ἐκ τῶν κατὰ συμβεβηκός, εἰ μὴ ἄρα δυνάμει καὶ ταῦτα ἔχοντα τὸ καθ’ αὑτὸ κινεῖσθαι γένηται ἐνεργείᾳ ποτέ, ὡς τὰ διακριθέντα μέρη τῆς ὁλότητος καὶ καθ’ ἑαυτὰ περιγραφέντα· τότε δὲ καὶ καθ’ αὑτὸ γίνεται ἐν τόπῳ. καὶ ἔστι καὶ κατὰ τοῦτο χρήσιμος ἡ τῶν κατὰ συμβεβηκὸς κινουμένων διαίρεσις. ὡς γὰρ κινεῖται κατὰ τόπον, οὕτω καὶ ἔστιν ἐν τόπῳ. τὰ μὲν γὰρ δυνάμει τὸ καθ’ αὑτὸ ἔχοντα, ὥσπερ τὰ μέρη, δύναταί ποτε καὶ κινηθῆναι καθ’ αὑτὰ καὶ ἐν τόπῳ εἶναι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκὸς μόνως κινούμενα οὐδὲ κινεῖσθαι ἂν λέγοιτο κυρίως κατὰ τόπον οὐδὲ ἐν τόπῳ εἶναι οὐδέποτε, ἀλλ’ ἐκεῖνα μόνα ὅσα ἀπολελυμένα ἅπτεταί τινων οὐκ ὄντα αὐτοῖς συνεχῆ· ταῦτα γὰρ καθ’ ἑαυτὰ κινεῖται. καὶ ὅτι μὲν ἀπολελυμένα χρὴ εἶναι τὰ καθ’ αὑτὸ κινούμενα καὶ καθ’ αὑτὸ ὄντα ἐν τόπῳ πρόδηλον. † δὲ ὅτι καὶ ἅπτεσθαί τινος.1 ἢ ὅτι εἰ μὴ τὸ πᾶν εἴη, τὸ ἐξωτάτω ἀνάγκη πάντως ἅπτεσθαί τινος, εἰ δὲ τὸ πᾶν, οὐδ’ ἂν μεταβαίνοι τόπον ἐκ τόπου.2 τὸ δὲ πανταχόθεν ἁπτόμενον περιέχεται ὑπ’ ἐκείνου μὴ συνεχοῦς ὄντος αὐτῷ. ἔστιν οὖν τὸ πρώτως ἐν τόπῳ ὂν τὸ ὅλον καθ’ αὑτὸ κινούμενον κατὰ τόπον καὶ ἀπολελυμένον καὶ ἁπτόμενόν τινος περιέχοντος ἴσου ἑαυτῷ. ἵνα δὲ προλαβὼν εἴπω, καὶ ἐκ τῶν ἐν τόπῳ καθ’ αὑτὸ κινουμένων καὶ ὄντων δυνατὸν συνάγειν τὸν τοῦ τόπου ὁρισμόν· τὸ γὰρ τοῦ ἁπτομένου πέρας ἴσον περιέχει τὰ κινούμενα τοπικῶς· ὑφ’ οὗ δὲ τὰ κινούμενα τοπικῶς περιέχεται, τοῦτο τόπος. τὸ ἄρα τοῦ ἁπτομένου καὶ περιέχοντος τὰ τοπικῶς κινούμενα πέρας ὁ τόπος. καὶ ἡ κατὰ τὸ ποσὸν δὲ κίνησις τοπική τις οὖσα καὶ αὐτὴ ὁμοίως ἔχει, οὐ πάντα μὲν ἀλλάσσοντος τὸν τόπον τοῦ αὐξομένου ἢ μειουμένου, προσεπιλαμβάνοντος δέ τινα ἢ ἀπολείποντος. διὸ καίτοι κατὰ τόπον οὖσα καὶ αὐτὴ οὐ λέγεται ὅμως τοπικὴ διὰ τὸ μὴ πάντα ἀμείβειν τὸν τόπον. αὕτη μὲν ἡ τῶν λεγομένων ἔννοια. καὶ τὸν οὐρανὸν δέ, φησί, διὰ τοῦτο οἰόμεθα ἐν τόπῳ, ὅτι κινούμενος ἄλλοτε ἄλλο τῶν μορίων κατ’ ἄλλην καὶ ἄλλην θέσιν ἀμείβει.

因为属于自身运动之物的偶性甚至不能自身运动,也不在潜能中拥有这一点,例如白或知识。因为这些东西不能被分离并自身运动,因为它们根本就是不可分离的。相反,它们之所以总是这样运动和变化,是因为它们所属之物在变化,除此以外别无他途,无论在现实中还是在潜能中皆是如此。因此,情况既然如此,就应当从循着处所自身运动的事物中把握处所,而不应当从偶性运动的事物中把握,除非这些在潜能中拥有自身运动的事物有时在现实中生成,就像从整体性中分离出来并自身限定的各部分一样;而在那时,它们也自身处于处所之中。就这一点而言,对偶性运动之物的区分也是有用的。因为一物如何循着处所运动,它也就如何处于处所之中。因为在潜能中拥有自身运动的事物,如同各部分一样,能够有时既自身运动又自身处于处所之中;而仅以偶性方式运动的事物甚至不能在本义上被称为循着处所运动,也决不处于处所之中;相反,只有那些脱离开来、接触某些事物却又不与它们连续的事物[才能如此],因为这些事物是自身运动的。并且,自身运动和自身处于处所之中的事物必须是脱离开来的,这一点是显而易见的。[但为何]还必须接触某种事物?或是因为如果它不是整个宇宙,其最外层就必然在各个方面接触某种事物;而如果它是整个宇宙,它就不会从一处迁移到另一处。而在各个方面接触之物,是被不与它连续之物所包容的。因此,原初处于处所之中的事物,就是整体上循着处所自身运动、脱离且接触与自身相等的包容物的事物。预先言之,从在处所中自身运动和存在的事物中推导出处所的定义也是可能的:因为接触之物的界限平等地包容循处所运动之物;而循处所运动之物所被包容之物,此即处所。因此,接触并包容循处所运动之物者的界限就是处所。按量运动作为一种处所运动,其自身情况亦相同;增长或缩减之物并非更换整个处所,而是额外占据或腾出某些地方。因此,虽然它自身也是循着处所的,但由于不更换整个处所,仍然不被称为处所运动。这便是所言之意。他说,关于天,我们也是由于这个缘故才认为它处于处所之中:因为它在运动中把它的各部分相继更换到不同的位置上。

语法注2 条
  1. 4.37† δὲ ὅτι καὶ ἅπτεσθαί τινος.

    校勘本在此处标有残损符(obelus)。该短语与前面的“是显而易见的(πρόδηλον)”相对照,并且紧接后面的原因说明从句“或是因为……(ἢ ὅτι...)”,因此将其解构为一个省略了疑问核心词(如〈διὰ τί〉)的提问结构,即探问为何还必须接触外部事物,并由此引出下文的解释。

  2. 4.37εἰ μὴ τὸ πᾶν εἴη, τὸ ἐξωτάτω ἀνάγκη πάντως ἅπτεσθαί τινος, εἰ δὲ τὸ πᾶν, οὐδ’ ἂν μεταβαίνοι τόπον ἐκ τόπου.

    这是关于个别物体与“宇宙全体(τὸ πᾶν)”的对比条件结构。主句主语“最外层(τὸ ἐξωτάτω)”指称局部的个别物体:只要它不是宇宙全体,其最外表面就必然接触外部之物;而假若是宇宙全体,由于外部不存在处所,便不会“从一处迁移到另一处”(由 ἄν 搭配祈愿语气构成的潜能/假设推论)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:567.33-568.29