← 辛普里丘

亚里士多德《物理学》注释

§567.1-567.33

循处所的运动与自身或偶性的运动主体

辛普里丘注解了亚里士多德为了探究处所而着眼于循着处所的运动(位移以及增长与缩减),并将运动之物区分为“自身的”与“偶性的(部分或偶性)”的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.37#1

" Πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ἕως τοῦ ἐν ᾧ ὑπάρχουσι μεταβάλλει." Προλαβὼν τὰς περὶ τόπου κοινὰς ἐννοίας καὶ ὁποῖον εἶναι χρὴ τὸν ἀποδιδόμενον τοῦ τόπου ὁρισμὸν διδάξας ἡμᾶς, ἐφεξῆς ὁποῖα τὰ ἐν τόπῳ κυρίως εἶναι νομίζομεν ὑπομιμνῄσκει πρῶτον, καὶ τότε ὁποῖος ὁ τόπος.1 τὰ δὲ ἐν τόπῳ κυρίως ἀπὸ τῶν κατὰ τόπον κυρίως κινουμένων εὑρίσκεται. τὰ γὰρ κινούμενα κατὰ τόπον κυρίως, ταῦτα καὶ ἔστι κυρίως ἐν τόπῳ. ἀπὸ γὰρ τῆς ἀντιμεταστάσεως τῶν σωμάτων τὴν περὶ τόπου ἔννοιαν ἔσχομεν, καὶ ἀπὸ τῶν κατὰ τόπον κινουμένων τὰς περὶ τόπου ἐννοίας συνηγάγομεν, ὅτι ἄλλος παρὰ τὸ ἐν τόπῳ καὶ ὅτι ἴσος καὶ ὅτι χωριστὸς καὶ ὅτι διαφορὰς ἔχει τὸ ἄνω καὶ κάτω, ἐφ’ ἃ ἡ μετάστασις καὶ ἡ μονή. ὥστε τὰς πολλὰς ταύτας ἐννοίας εἰς τὴν αἰτίαν αὐτῶν μίαν τὴν κατὰ τόπον κίνησιν συνήγαγεν. ὑπέδειξε δὲ καὶ τὰ εἴδη τῆς ὁπωσοῦν κατὰ τόπον κινήσεως δύο ὄντα, τήν τε φοράν, ἥτις μόνως καὶ τελέως κατὰ τόπον κίνησίς ἐστι, καὶ τὴν αὔξησιν καὶ φθίσιν. καὶ γὰρ ἐν τούτοις, ὃ πρότερον ἦν ἐνταῦθα οἷον σπιθαμὴν ἀνέχον τῆς γῆς, τοῦτο μεθίσταται εἰς ἔλαττον ἢ μεῖζον τοῦ τόπου διάστημα, ἐπὶ μὲν τῆς αὐξήσεως δηλονότι εἰς μεῖζον, ἐπὶ δὲ τῆς φθίσεως εἰς ἔλαττον. καὶ ἀπὸ τούτων τῶν τριῶν μεταστάσεων ἡμῖν ἡ περὶ τοῦ τόπου γέγονεν ἔννοια. τῷ γὰρ ὄντι, εἰ πάντα ἠρέμει καὶ μὴ μεθίστατο τὰ σώματα μηδὲ ἐπελάμβανεν ἢ ἀπελίμπανε χώραν, τίς ἂν ἡμῖν ἔννοια περὶ τοῦ τόπου ἐγένετο; βουλόμενος οὖν ἐκ τῶν κατὰ τόπον κινουμένων τὸν τόπον εὑρεῖν διαιρεῖται πρῶτον τά τε καθ’ αὑτὸ κινούμενα καὶ τὰ κατὰ συμβεβηκός, τὰ καθ’ αὑτὸ καὶ ἐνεργείᾳ λέγων, οἷον ἕκαστον τῶν σωμάτων ὅλον ἐστὶν ἀπολελυμένον ἀπ’ ἄλλου τόπου μεταβαῖνον εἰς ἕτερον, οἷον τὸ ἐμὸν ὅταν βαδίζω καὶ ἡ ναῦς πλέουσα. τὰ δὲ κατὰ συμβεβηκὸς ταῦτά ἐστι τὰ τοῖς καθ’ αὑτὸ κινουμένοις ὑπάρχοντα ἢ ὡς μέρη οἷον ἡ ἐμὴ χεὶρ καὶ ὁ τοῦ πλοίου ἧλος, ἢ ὡς συμβεβηκότα οἷον ἡ λευκότης καὶ ἡ ἐπιστήμη. διαφορὰ δὲ καὶ τούτων ἐστί. τὰ μὲν γὰρ μόρια κἂν μὴ κινῆται καθ’ αὑτὰ ἐν τῷ ὅλῳ ὄντα, διότι χρὴ τὰ καθ’ αὑτὰ κινούμενα καὶ μεταβαίνοντα τόπον ἐκ τόπου ἀπολελυμένα εἶναι πάντῃ, ἀλλ’ ἐνδέχεταί γε ἀπολυθέντα τοῦ ὅλου κινεῖσθαι καθ’ αὑτά.2 ὥστε ὅταν μετὰ τοῦ ὅλου κινῆται, τὸ μὲν κατὰ συμβεβηκὸς κινεῖσθαι ἐνεργείᾳ ἔχειν, τὸ δὲ καθ’ αὑτὸ δυνάμει.3

“因此,首先应当理解”至“它们所属之物发生变化。” 在预先把握了关于处所的共通观念,并向我们指明了所给出的处所定义应当是何种模样之后,他[亚里士多德]接着首先提醒我们,我们认为何种事物是在本义上处于处所之中的,然后再[阐明]处所是何种模样。而在本义上处于处所之中的事物,是从在本义上循着处所运动的事物中发现的。因为在本义上循着处所运动的事物,恰恰也是在本义上处于处所之中的事物。因为我们正是从物体的相互置换中获得了关于处所的观念,并从循着处所运动的事物中归纳出关于处所的诸观念:处所异于处于处所之中的事物、处所与之相等、处所是可分离的、处所具有上与下的差异,而迁移与停留正是朝向它们发生的。因此,他将这些众多的观念归结为它们的一个原因,即循着处所的运动。他还指明,任何方式循着处所的运动都有两种类型:即位移——这是唯一且完全循着处所的运动——以及增长与缩减。因为在这些情况中,先前在这里好似高出地面一拃的东西,也迁移到处所更小或更大的间距中——在增长时显然迁移到更大的间距,在缩减时则迁移到更小的间距。正是从这三种迁移中,关于处所的观念在我们心中产生。因为事实上,如果一切都处于静止,物体既不迁移也不占据或腾出空间,那么在我们心中又会产生何种关于处所的观念呢?因此,由于希望从循着处所运动的事物中发现处所,他首先区分了自身运动的事物与偶性运动的事物,他把自身运动的事物也称为在现实中[运动的事物],例如每一个物体作为一个整体脱离开来,从一个处所迁移到另一个处所,比如我在步行时的身体以及航行中的船只。而偶性运动的事物,则是那些作为部分(例如我的手和船的铁钉)或者作为偶性(例如白和知识)属于自身运动之物的事物。而在这些[部分与偶性]之间也存在差异。因为各部分在处于整体之中时虽然不自身运动——因为自身运动并从一处迁移到另一处的事物必须完全脱离开来——但一旦脱离了整体,它们至少可能自身运动。因此,当它们与整体一同运动时,它们在现实中拥有偶性运动,但在潜能中拥有自身运动。

语法注3 条
  1. 4.37καὶ τότε ὁποῖος ὁ τόπος

    承前省略了动词 ὑπομιμνῄσκει(或一般的 διδάσκει)以及系词 ἐστί:“然后[提醒/指明]处所是何种模样”。

  2. 4.37τὰ μὲν γὰρ μόρια κἂν μὴ κινῆται καθ’ αὑτὰ ἐν τῷ ὅλῳ ὄντα, διότι χρὴ τὰ καθ’ αὑτὰ κινούμενα καὶ μεταβαίνοντα τόπον ἐκ τόπου ἀπολελυμένα εἶναι πάντῃ, ἀλλ’ ἐνδέχεταί γε ἀπολυθέντα τοῦ ὅλου κινεῖσθαι καθ’ αὑτά

    κἂν ... ἀλλά 结构(κἂν μὴ κινῆται ... ἀλλ’ ἐνδέχεταί γε...):“因为各部分即使……不自身运动,然而……它们至少可能自身运动”。中间由 διότι 引导的从句是插入性的原因从句,说明处于整体之中的部分为何不自身运动。

  3. 4.37ὥστε ὅταν μετὰ τοῦ ὅλου κινῆται, τὸ μὲν κατὰ συμβεβηκὸς κινεῖσθαι ἐνεργείᾳ ἔχειν, τὸ δὲ καθ’ αὑτὸ δυνάμει

    由表示结果的 ὥστε 引出的“带宾格的不定式”结构。不定式 ἔχειν 的逻辑主语承前指 τὰ μόρια(理解为中性复数宾格),而 τὸ μὲν κατὰ συμβεβηκὸς κινεῖσθαι 与 τὸ δὲ καθ’ αὑτὸ [κινεῖσθαι] 则充当 ἔχειν 的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:567.1-567.33