← 辛普里丘

亚里士多德《物理学》注释

§565.3-566.31

处所定义的六条公理与本质界定的要件

辛普利丘探讨了亚里士多德为推导处所定义而预设的六条共通观念(公理),并在随后的章节中整理了确立事物本质定义时所需满足的三个方法论要件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.35

" Τί δέ ποτέ ἐστιν ὁ τόπος, ὧδ’ ἂν γένοιτο φανερόν ἕως τοῦ τοῦτο δὲ ποιεῖν ἢ ἄνω ἢ κάτω." Ἐπὶ τὴν τοῦ τόπου εὕρεσιν λοιπὸν τραπείς, ἐπειδὴ δύσκολος ἐφάνη πανταχόθεν ὁ λόγος, ὥσπερ ἔθος ἐπὶ τῶν μὴ αὐτόθεν φαινομένων ὁρισμῶν, ἀπὸ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ τόπῳ τὸν ὁρισμὸν αὐτοῦ συνάγειν πειράσεται· καὶ προλαμβάνει ἀπὸ τῶν περὶ τόπου κοινῶν ἐννοιῶν ἕξ τινα ἀξιώματα καὶ διὰ τῶν ἤδη ῥηθέντων ὑποδειχθέντα. ὧν πρῶτον ὅτι περιέχει ὁ τόπος τὰ ἐν τόπῳ. τοῦτο γὰρ καὶ ἐκ τῆς πρὸς τὸ ἀγγεῖον ὁμοιότητος αὐτοῦ φανερὸν γίνεται· καὶ μέντοι καὶ διὰ τῶν παραδειγμάτων ὑπέδειξε τὸν κυρίως τόπον νομίζεσθαι τὸ πρώτως περιέχον· ὅλως δὲ τὸ ἔν τινι πᾶν περιέχεσθαι δοκεῖ ὑπ’ ἐκείνου τοῦ ἐν ᾧ ἐστι. δεύτερον τὸ μηδὲν εἶναι τὸν τόπον τοῦ ἐν τόπῳ. καὶ τοῦτο γὰρ ὑπέμνησται δι’ ὧν ἐδείκνυτο, ὅτι μήτε ἡ ὕλη μήτε τὸ εἶδος τόπος ἐστί. τρίτον τὸ τὸν πρῶτον τόπον μήτε μείζονα μήτε ἐλάττονα τοῦ ἐν τόπῳ εἶναι, ἀλλ’ ἴσον· εἴτε γὰρ μείζων εἴη, οὐκ αὐτοῦ μόνου ἔσται τόπος, εἴτε ἐλάττων, οὐχ ὅλου αὐτοῦ. τέταρτον τὸ μήτε ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι,1 τουτέστι μήτε εἶναί ποτε καθ’ αὑτὸν ἐκτὸς σώματος, καὶ ὅμως μετὰ σώματος ὄντα χωριστὴν τοῦ ἐν ἑαυτῷ σώματος ἔχειν τὴν ὑπόστασιν. τὸ δὲ μὴ εἶναι ἐκτὸς σώματος ἴσως τῇ τοῦ κενοῦ ἀναιρέσει θαρρῶν ἠξίωσε. καὶ ἔστιν αὕτη ἡ γραφὴ καὶ πλέον τι δηλοῦσα καὶ καινοπρεπέστερον τὰ ἀντικεῖσθαι δοκοῦντα συνάγουσα. ἔστι καὶ ἄλλη τοιαύτη ἔτι ἀπολείπεσθαι ἑκάστου καὶ χωριστόν. καὶ ἔστιν αὕτη σαφής· ἴσον γὰρ τὸ ἀπολείπεσθαι τῷ χωριστόν. καὶ λέγοι ἂν τοιοῦτον εἶναι τὸν τόπον, ὡς μεταχωροῦντος τοῦ ἐν αὑτῷ αὐτὸν ὑπολείπεσθαι καὶ χωρίζεσθαι. πέμπτη περὶ τόπου ἔννοια τὸ διαφορὰς ἔχειν τὸ ἄνω καὶ κάτω· οὐχ ὅτι πᾶς ὁ ληφθεὶς ἄμφω ἔχει ταῦτα (τοῦτο γὰρ ἀδύνατον τὸ συνδραμεῖν εἰς ταὐτὸν τὰ ἀντικείμενα)· ἀλλ’ ἢ τῷ καὶ συνδέσμῳ συμπλεκτικῷ ὄντι ἀντὶ διαζευκτικοῦ τοῦ ἢ ἐχρήσατο, ἵνα ᾖ λέγων πάντα τόπον ἔχειν τὸ ἄνω ἢ τὸ κάτω, ὥσπερ Ὅμηρος τοὐναντίον τῷ ἢ ἀντὶ τοῦ καὶ ἐχρήσατο λέγων ἢ νέος ἠὲ παλαιός ἀντὶ τοῦ καὶ νέος καὶ παλαιός, ἢ πάντα τόπον εἶπεν ἀντὶ τοῦ τὴν τοῦ τόπου φύσιν διῃρῆσθαι τῷ ἄνω καὶ κάτω, οὐχὶ ἕκαστον· ἀλλὰ διὰ τί τούτων μόνων ἐμνήσθη τῶν τοῦ τόπου διαφορῶν καίτοι αὐτὸς εἰπὼν πρότερον “ταῦτα δέ ἐστι τόπου μέρη καὶ εἴδη τό τε ἄνω καὶ τὸ κάτω καὶ αἱ λοιπαὶ τῶν ἓξ διαστάσεων”. ἢ ὅτι τὸ ἄνω καὶ κάτω ἐξαιρέτως διαφοραί εἰσι τοῦ τῶν φυσικῶν σωμάτων ὡς φυσικῶν δεκτικοῦ τόπου, ἐπεὶ αἵ γε ἄλλαι κυρίως τῶν ζῴων εἰσὶ τῶν καὶ ἐν τοῖς τοῦ σώματος μέρεσι κατ’ οὐσίαν ἐχόντων τὸ ἔμπροσθεν καὶ ὄπισθεν καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν καὶ τὰς ὁρμὰς τῆς κινήσεως ἐπὶ ταῦτα ἐχόντων. ἕκτον δὲ ἐπὶ πᾶσιν ἀξιοῖ τὸ τὰ φυσικὰ σώματα καὶ φέρεσθαι φύσει ἐπὶ τοὺς οἰκείους τόπους καὶ μένειν ἐν αὐτοῖς· τὸ δὲ φύσει τουτέστι κατὰ τὴν αὑτῶν φύσιν. καὶ τοῦτο γὰρ ἐναργές, ὅτι ἡ μὲν βῶλος ἐπὶ τὸ κάτω φέρεται, ὅταν μὴ βίᾳ ἀλλὰ κατὰ τὴν ἑαυτῆς κινῆται φύσιν καὶ τὸν οἰκεῖον καταλαβοῦσα τόπον μένῃ κάτω καὶ τὸ πῦρ ὁμοίως ἄνω. τὸ γὰρ ἄνω καὶ τὸ κάτω οἰκεῖαι τῶν φυσικῶν σωμάτων διαφοραὶ διὰ τὴν εἰρημένην αἰτίαν καὶ ὅτι, ὡς ἐν τῇ Περὶ γενέσεως λέγεται, πτώσεις μᾶλλόν εἰσιν αὗται τῶν φυσικῶν σωμάτων καὶ μὴ ἐχόντων τὴν καθ’ ὁρμὴν τῆς ψυχῆς κίνησιν. τούτων οὖν, φησί, προληφθέντων καὶ προυποκειμένων τὰ ἐφεξῆς θεωρητέον κανόσι τοῖς ῥηθησομένοις χρωμένων ἡμῶν.2 ἰστέον δὲ ὅτι καὶ Θεόφραστος καὶ Εὔδημος ἐν τοῖς περὶ τόπου ἀξιώμασι καὶ τὸ ἀκίνητον εἶναι τὸν τόπον προλαμβάνουσι. διὰ τί δὲ ὁ Ἀριστοτέλης τοῦτο παρῆκε, δῆλον γενήσεται ὅτε τὴν διαφορὰν τοῦ τόπου πρὸς τὸ ἀγγεῖον ἀποδίδωσι.

“至于处所究竟是什么,通过以下方式就会变得清楚”至“而这要么在上方,要么在下方进行。” 既然关于处所的论辩在各方面都显得困难,他[亚里士多德]终于转向寻找处所,正如在并非显而易见的定义中所惯用的那样,他将尝试从处所自身固有的属性中推导出它的定义;并且他从关于处所的共通观念中,预先设定了也通过已经论及的事物所指明的六条公理。其中第一条是,处所包容处于处所之中的事物。因为这一点从处所与容器的相似性中也显明出来;确实,他也通过诸实例指明,首要包容者被认为是真正意义上的处所;一般而言,凡在某物之中的一切,似乎都被它在其中的那个东西所包容。第二条是,处所绝非处于处所之中的事物的任何一部分;因为这一点也通过此前证明质料和形式都不是处所的论证而被提醒过了。第三条是,直接的处所既不大于也不小于处于处所之中的事物,而是与之相等;因为如果大于,它将不仅仅是该事物的处所,而如果小于,则不是它整体的处所。第四条是,[处所]不被每一事物所遗弃且是可分离的,也就是说,它绝不是在物体之外独立自存的,然而它与物体共存的同时,拥有独立于其自身内部物体的存立。至于不在物体之外,他大概是深信对虚空的否定而予以设定的。这一异文不仅表达了更多的内容,而且以更新颖的方式将看似对立的特征结合在了一起。还有另一处这样的异文:“此外,被每一事物所遗弃且是可分离的”。这一条是明晰的;因为被遗弃与可分离是等同的。他的意思将是说,处所是这样一种东西,即当处于其中的事物迁移时,它自身被留存并分离出来。关于处所的第五条观念是,处所具有上和下的差异;这并不是说任何取定的处所都同时具有这两者(因为对立者汇聚于同一事物是不可能的);而是说,要么他使用合取连词“和(καί)”来代替析取连词“或(ἤ)”,以表达每一个处所要么具有上方要么具有下方(正如荷马反过来用“或(ἤ)”代替“和(καί)”,说“或年轻或年老”来代替“既年轻又年老”);要么他说“每一个处所”并不是指个别的处所,而是指处所的本性被区分为上与下。但是,既然他自己此前曾说过“处所的各部分和种类是上与下以及六个维度中的其余维度”,为什么他只提到了处所的这些差异呢?毋宁是因为上与下特别作为容纳自然物体的处所就其作为自然物体而言的差异,因为其他维度主要属于动物,动物在身体各部分中本质上具有前与后、右与左,并具有朝向这些方向的运动冲动。第六条,在这一切之上,他主张自然物体自然地运动向它们特有的处所,并且停留在其中;而“自然地”即按照它们自身的本性。因为这也是显而易见的:土块非受强力而是按照自身本性运动时,是向下运动的,并且在占据了特有的处所之后停留在下方;火同样停留在上方。因为由于上述原因,并且正如在《论生成与消灭》中所说,由于这些更多是不具有依循灵魂冲动的运动的自然物体的倾向,上与下乃是自然物体的特有差异。因此他说,在预先把握并预设了这些之后,在我们使用将要说明的准则时,应当考察接下来的事情。应当知道,泰奥弗拉斯托斯和欧德谟在关于处所的公理中,也预先设定了处所是不可动的。亚里士多德为何略去这一点,当他给出处所与容器的区别时就会变得显明。

§4.36

"Δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ἕως τοῦ οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον." Μετὰ τὴν πρόληψιν τῶν κατὰ τὰς κοινὰς ἐννοίας ὑπάρχειν δοκούντων τῷ ζητουμένῳ πράγματι, τριῶν χρεία τούτων εἰς τὴν ἀναμφίλεκτον τοῦ3 τί ἐστιν ἀπόδοσιν, ἑνὸς μὲν τοῦ τὰ κατὰ τὰς κοινὰς ἐννοίας ἀξιωθέντα ὑπάρχοντα τῷ ὁρισμῷ τῷ προκειμένῳ φαίνεσθαι, ἑτέρου δὲ τοῦ λύεσθαι ἐξ αὐτοῦ τὰ πρὸς τὴν ὕπαρξιν τὴν τοιαύτην ἀπορηθέντα, καὶ τρίτου τοῦ τὸ τῆς δυσκολίας αἴτιον τοῦ προβλήματος καταφανὲς ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ γενέσθαι, εἴπερ εἴη δύσκολον. τεκμήριον γὰρ ἐναργὲς καὶ τοῦτο γίνεται τοῦ πᾶσαν αὐτοῦ τὴν φύσιν εἰρῆσθαι.

“应当尝试这样进行考察”至“因为这样一来,每一件事物都能得到最好的证明。” 在预先把握了按照共通观念似乎属于所探究事物的那些属性之后,为了对本质作出无可争辩的说明,需要以下三件事:其一,按照共通观念被认可的固有属性显现为属于所提出的定义;其二,针对这种存在所提出的诸疑难由定义得到解决;其三,如果该问题是困难的,那么该问题产生困难的原因从所给出的定义中变得显明。因为这一点也构成了对其全部本性已被说明的明晰确证。

语法注3 条
  1. 4.35τὸ μήτε ἀπολείπεσθαι ἑκάστου καὶ χωριστὸν εἶναι

    此处涉及第四条公理的句法理解及异文讨论。辛普利丘将 μήτε ... καί 解释为“决非独立自存于物体之外,然而(καὶ ὅμως)却具有独立于其内部物体的存立”,从而限定了否定词 μήτε 的管辖范围以调和这两点。此外他还指出另一异文 ἔτι ἀπολείπεσθαι ἑκάστου καὶ χωριστόν(“此外,被每一事物所遗弃且是可分离的”),在后一种读法中,ἀπολείπεσθαι 与 χωριστόν 被视作同义复指。

  2. 4.35κανόσι τοῖς ῥηθησομένοις χρωμένων ἡμῶν

    独立属格结构(genitive absolute)。其逻辑主语为 ἡμῶν,充当修饰前述无人称动形容词 θεωρητέον(“应当考察”)的施事者。

  3. 4.36τριῶν χρεία τούτων εἰς τὴν ἀναμφίλεκτον τοῦ τί ἐστιν ἀπόδοσιν, ἑνὸς μὲν τοῦ... ἑτέρου δὲ τοῦ... καὶ τρίτου τοῦ...

    名词 χρεία 支配属格补足语 τριῶν τούτων 的句式。与其构成同位语的是三个带冠词属格不定式短语(ἑνὸς μὲν τοῦ..., ἑτέρου δὲ τοῦ..., καὶ τρίτου τοῦ...),它们并列展开了三项具体要件的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:565.3-566.31