← 辛普里丘

亚里士多德《物理学》注释

§564.14-565.2

处所非质料与形式及对其存在的疑难

辛普利丘注解了《物理学》210b27的章节末尾,解释了为何从“容器不同于内容物且非其任何部分”这一观察中可以得出“处所既非质料亦非形式”这一推论,并说明由于处所的本质难以把握,连其存在本身也作为疑难接受了研讨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.34

" Ἐκεῖνο δὲ φανερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον ἕως τοῦ ταῦτα μὲν οὖν ἔστω διηπορημένα." Ὁ μὲν τοῦ Ζήνωνος λόγος ἐκ τοῦ τὸν τόπον ἐν τόπῳ εἶναι τὸ ἐπ’ ἄπειρον ἐπειρᾶτο δεικνύναι, αὐτὸς δὲ τὸ ἄλλο ἐν ἄλλῳ συγχωρήσας, οὐ μέντοι τὸν τόπον ἐν τόπῳ, καὶ ἐκ τούτου λύσας τὴν ἀπορίαν ὥσπερ πόρισμα ἀναφαινόμενον ἐθεάσατο ἐκ τοῦ ἄλλο ἐν ἄλλῳ τὸ μήτε τὴν ὕλην μήτε τὸ εἶδος τόπον εἶναι,1 ὡς εἰ ἔλεγε· ‘λέλυται μὲν ἡ Ζήνωνος ἀπορία ἐκ τοῦ ἄλλο ἐν ἄλλῳ κατ’ ἄλλον εἶναι τρόπον, ἐκ δὲ τοῦ ἄλλο ἐν ἄλλῳ φανερόν, ὅτι οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος τόπος ἐστίν’. ἕτερον γὰρ τό τε ἐν ᾧ καὶ τὸ ἐν τούτῳ· οὕτως γὰρ ἔχειν ἐλέγετο ἥ τε ἐπιφάνεια πρὸς τὸ χρῶμα καὶ ἡ ψυχὴ πρὸς τὴν ἐπιστήμην. εἰ οὖν ἕτερον τό τε ἐν ᾧ καὶ τὸ ἐν τούτῳ, τὸ δὲ ἀγγεῖον καὶ ὁ τόπος δεκτικὰ τῶν ἐν αὐτοῖς γινομένων πρώτως ἐστίν, ἕτερα αὐτῶν ἐστι. καὶ τὸ μὲν ἀγγεῖον ἀντὶ τοῦ τόπου παρέλαβεν ὡς προφανὲς τῇ αἰσθήσει καὶ ἐναργῶς ἕτερον τῶν ἐν αὐτῷ, διὰ δὲ τὸ ἕτερον εἶναι τῶν ἐν αὐτῷ οὐδὲν τῶν ἐν αὐτῷ ἐστιν. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη οὔτε ὕλη οὔτε εἶδος ὁ τόπος, ἀλλ’ ἕτερον. τοῦ γὰρ ἐν τόπῳ ὄντος ἔστι ταῦτα. παρατίθεται δὲ τοῦτο καὶ νῦν μέλλων προλαμβάνειν τὰ καθ’ αὐτὸ ὑπάρχοντα τῷ τόπῳ, ὡς κυριώτατον ὂν τῶν ὑπαρχόντων αὐτῷ τὸ ἕτερον τῶν ἐν αὐτῷ εἶναι· πανταχόθεν δὲ στρέψας τοὺς περὶ τόπου λόγους ἐπάγει ταῦτα μὲν οὖν ἔστω ἡμῖν διηπορημένα, οὐχ ὅτι μηδὲν τῶν μέχρι νῦν εἰρημένων ἀποδεικτικῶς εἴρηται (πολλὰ γὰρ οὕτως ἐρρέθη), ἀλλ’ ὡς ἀπόρου καὶ τοῦ εἶναι τὸν τόπον φανέντος2 διὰ τὸ δυσκατάληπτον τῆς οὐσίας αὐτοῦ.

“然而显而易见的是,既然容器并非[其中的任何部分]……”至“那么,这些就作为已经充分研讨的疑难吧。” 芝诺的论证试图从“处所在处所之中”来证明无限[倒退];但他[亚里士多德]自己承认了一物在另一物之中,却并未承认处所在处所之中,并在藉此解决了疑难之后,看到从“一物在另一物之中”如推论般呈现出质料与形式都不是处所,就好像他在说:“芝诺的疑难已从‘一物以另一种方式在另一物之中’得到解决,但从‘一物在另一物之中’显而易见的是,质料和形式都不是处所。”因为“在其中者”与“在此物之中者”是各不相同的;因为正如前文所说,表面之于颜色、灵魂之于知识也是如此。因此,如果“在其中者”与“在此物之中者”互不相同,而容器与处所首先是容纳产生于其中的事物的,那么它们与它们之中的事物就是互不相同的。他之所以用容器代替处所,是因为容器对感觉而言是显而易见的,并且明显不同于其内的诸事物;正因为它不同于其内的诸事物,它就不是其内诸事物中的任何一物。如果是这样,处所既非质料亦非形式,而是别的东西;因为质料与形式属于处于处所之中的事物。他现在也提出这一点,正准备预先把握处所自身所固有的属性,因为不同于其内的诸事物乃是其固有属性中最根本的一条;在从各个角度探讨了关于处所的论辩之后,他补充道:“那么,这些就作为我们已经充分研讨的疑难吧”,这并不是因为迄今为止所说的全都没有通过证明的方式说出(因为许多内容确实是以证明方式表述的),而是因为由于其本质难以把握,甚至处所的存在本身也显得充满了疑难。

语法注2 条
  1. 4.34ὥσπερ πόρισμα ἀναφαινόμενον ἐθεάσατο ἐκ τοῦ ἄλλο ἐν ἄλλῳ τὸ μήτε τὴν ὕλην μήτε τὸ εἶδος τόπον εἶναι

    主动词 ἐθεάσατο 的主语是该分句开头的 αὐτός(亚里士多德),直接宾语是后置的带冠词不定式短语 τὸ μήτε τὴν ὕλην μήτε τὸ εἶδος τόπον εἶναι(“质料和形式都不是处所”)。分词短语 ὥσπερ πόρισμα ἀναφαινόμενον 作宾语补足语(“作为显现出的推论”),介词短语 ἐκ τοῦ ἄλλο ἐν ἄλλῳ(“从‘一物在另一物之中’”这一事实)表示根据或来源,修饰动词。

  2. 4.34οὐχ ὅτι μηδὲν τῶν μέχρι νῦν εἰρημένων ἀποδεικτικῶς εἴρηται ... ἀλλ’ ὡς ἀπόρου καὶ τοῦ εἶναι τὸν τόπον φανέντος

    表示否定错误原因并给出真正原因的关联结构 οὐχ ὅτι... ἀλλ' ὡς...。前半部分中 οὐχ ὅτι 引导直陈语气完成时被动态 εἴρηται,否定一个客观事实;后半部分中 ἀλλ' ὡς 引导属格独立结构(ἀπόρου ... φανέντος),其逻辑主语是带冠词不定式短语 τοῦ εἶναι τὸν τόπον(“处所的存在”),ἀπόρου 作表语形容词,καί 为副词(意为“甚至”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:564.14-565.2