← 辛普里丘

亚里士多德《物理学》注释

§563.8-564.13

对芝诺论证中“在某处”一词的解读

辛普利丘依次回答了上一节提出的两个疑难:他首先援引欧德谟与亚历山大,指出芝诺论证中的“在某处”一词兼具“在场所中”与“在某物中”两种解读;接着针对无限后退的担忧,指出亚里士多德通过论证宇宙全体之外别无包容者、因而“不在某处”来从根本上消解该问题的出发点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.33#2

καὶ πρὸς μὲν τοῦτο ῥητέον, ὅτι ἔοικεν ἐν μηδετέρῳ τούτων τῶν χωρίων ἐπ’ αὐτῆς θεῖναι τῆς λέξεως1 τὸν Ζήνωνος λόγον, ἀλλ’ ἐκείνου μέσον τι εἰπόντος, ὅπερ ἐδύνατο καὶ εἰς τὸ ἐν τόπῳ μεταλαμβάνεσθαι καὶ εἰς τὸ ἔν τινι, αὐτὸς τὴν μὲν ἀπορίαν ἐπιτιμῶν εἰς τὸ ἐν τόπῳ μετέλαβε, τῇ δὲ λύσει συνεργῶν εἰς τὸ ἔν τινι. τί οὖν τοῦτο τὸ μέσον ἐστίν; ἢ τὸ ποῦ· τοῦτο γὰρ ὡς ἔοικε καὶ τὸ ἐν τόπῳ καὶ τὸ ἔν τινι σημαίνει. καὶ αὐτὸς Ἀριστοτέλης ἐμνήσθη τοῦ ποῦ πρὸ τοῦ θεῖναι τὸν ἕτερον λόγον εἰπών “ἔτι δὲ καὶ αὐτὸς εἰ ἔστι τῶν ὄντων, ποῦ ἔσται”. τὸν δὲ λόγον ἐρωτῶν εἰς τὸ ἐν τόπῳ τὸ ποῦ μετέλαβεν εἰπών “εἰ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ”. Ὁ Εὔδημος δὲ οὕτως ἱστορεῖ τὴν Ζήνωνος δόξαν λέγων· “ἐπὶ ταὐτὸ δὲ καὶ ἡ Ζήνωνος ἀπορία φαίνεται ἄγειν. ἄξιον γὰρ πᾶν τὸ ὂν ποῦ εἶναι· εἰ δὲ ὁ τόπος τῶν ὄντων, ποῦ ἂν εἴη; οὐκοῦν ἐν ἄλλῳ τόπῳ, κἀκεῖνος δὴ ἐν ἄλλῳ, καὶ οὕτως εἰς τὸ πρόσω”. καὶ ὁρᾷς ὅτι καὶ ὁ Εὔδημος πρὸς τὸ τῆς ἀπορίας χρήσιμον τὸ ποῦ εἰς τὸ ἐν τόπῳ μετέλαβεν. ὅπως δὲ καὶ αὐτὸς ἐξέλαβε τὸ ποῦ, καὶ ὅτι κατὰ κοινὸν σημαινόμενον, δῆλον γίνεται ἐν οἷς λύει καὶ αὐτὸς τὸν τοῦ Ζήνωνος λόγον γράφων οὕτως· “πρὸς δὲ Ζήνωνα φήσομεν πολλαχῶς τὸ ποῦ λέγεσθαι· εἰ μὲν οὖν ἐν τόπῳ ἠξίωκεν εἶναι τὰ ὄντα, οὐ καλῶς ἀξιοῖ· οὔτε γὰρ ὑγείαν οὔτε ἀνδρίαν οὔτε ἄλλα μυρία φαίη τις ἂν ἐν τόπῳ εἶναι. οὐδὲ δὴ ὁ τόπος τοιοῦτος ὢν οἷος εἴρηται. εἰ δὲ ἄλλως τὸ ποῦ, κἂν ὁ τόπος εἴη ποῦ· τὸ γὰρ τοῦ σώματος πέρας ἐστί του σώματος ποῦ· ἔσχατον γάρ”. καὶ ὁ Ἀλέξανδρος δὲ ἐξηγούμενος πρότερον ἐκεῖνο τὸ χωρίον τὸ λέγον “πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ἐν τόπῳ” σαφῶς λέγει ὅτι ἰσοδυναμεῖ τὸ ἔν τινι τῷ ποῦ. “τὸ γὰρ ποῦ, φησί, κοινὸν μέν ἐστι καὶ τῶν ἄλλων· καὶ γὰρ τὸ μέρος ἐν τῷ ὅλῳ ὂν ποῦ ἐστιν. ἰδίως δὲ καὶ μάλιστα εἴωθε τὸ ποῦ ἐπὶ τῶν ἐν τόπῳ ὄντων καὶ τῶν ἐν ἀγγείῳ λέγεσθαι”. πρὸς δὲ τὴν πρώτην ἀπορίαν ῥητέον, ὅτι πρὸς μὲν τὸν Ζήνωνος λόγον εἰς ἄτοπον ἀπάγοντα τὸ τὸν τόπον ἐν τόπῳ εἶναι αὐτάρκης ἐστί λύσις ἡ ἀπὸ τῆς τοῦ ἔν τινι ἤτοι τῆς τοῦ ποῦ διαφορᾶς. οὐ γὰρ ἔτι ὁ τόπος ἐν τόπῳ ἔσται, ὅπερ ἄτοπον ἐπήγαγεν ὁ Ζήνων. πρὸς δέ γε τὴν ὑπ’ ἐμοῦ ῥηθεῖσαν ἀπορίαν τὴν λέγουσαν, ὅτι κἂν μὴ ἐν τόπῳ, ἀλλὰ ποῦ καὶ ἐν ἑτέρῳ καὶ τοῦτο ἐν ἑτέρῳ καὶ εἰς ἄπειρον, ὁ Ἀριστοτέλης αὐτὸς ὑπαντήσει ἐν τῷ τέλει τοῦ περὶ τοῦ τόπου προβλήματος πρὸς αὐτὴν τὴν ἀρχὴν τῆς ἐρωτήσεως ἐνιστάμενος. οὐ γὰρ συγχωρεῖ τὸν οὐρανὸν ἢ τὸ πᾶν ποῦ εἶναι ἢ ἔν τινι ὅλως, ὥστε εἶναί τι παρ’ αὐτὸ ἄλλο.2 καὶ ἀκουσόμεθα λέγοντος αὐτοῦ “τὸ δὲ πᾶν οὐ που”. τὸ γὰρ ποῦ αὐτό τε ἔστι τι καὶ ἔτι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν ᾧ περιέχεται. παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδέν ἐστιν, οὐδὲ ἔστιν ἔξω οὐδὲν τοῦ παντός· καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα. ὥστε τῶν μὲν τοῦ παντὸς μερῶν ἄλλο ἐν ἄλλῳ οὐδὲν κωλύει εἶναι, τὸ δὲ πᾶν οὐκ ἂν εἴη ἐν ἑτέρῳ. οὐ γὰρ ἔστι τι παρὰ τὸ πᾶν, εἰ μὴ ἄρα ὡς ὅλον ἐν τοῖς μέρεσι τοῖς ἑαυτοῦ.3 καὶ οὕτως ἡ εἰς ἄπειρον προχώρησις ἵσταται.

对于后者应当说:看来他在两处段落中都没有照字面词句陈述芝诺的论证;而是既然芝诺说出了某种既能被理解为“在场所中”、也能被理解为“在某物中”的中间之物,他自己在严厉追究疑难时就将其理解为“在场所中”,而在有助于解决疑难时则将其理解为“在某物中”。那么,这个中间之物是什么呢?不就是“在某处”吗?因为正如所见,这一词语既表示“在场所中”,也表示“在某物中”。亚里士多德自己在提出另一论证之前也提到了“在某处”,他说:“再者,如果它本身也是存在者之一,它将在何处呢?”而在提出该论证时,他将“在某处”理解为“在场所中”,说:“因为如果一切存在者都在场所中”。欧德谟也这样记述芝诺的看法,说:“芝诺的疑难似乎也导向同一结论。因为一切存在者理应都在某处;但如果场所属于存在者,它将在何处?必定在另一个场所中,而那个场所又在另一个之中,如此继续向前推进。”你看到,欧德谟为了疑难的用处,也把“在某处”理解为“在场所中”。而他自己如何理解“在某处”,以及这是按照共通的含义来理解的,在他自己解决芝诺论证的地方变得显明,他是这样写的:“对芝诺我们将说,‘在某处’有多重含义;因此,如果他认定存在者都在场所中,他认定得并不恰当;因为既不会有人说健康在场所中,也不会有人说勇敢或无数其他事物在场所中。场所既然像所说的那样,诚然也不〔在场所中〕。但如果‘在某处’作别样解,场所也可以在某处;因为物体的界限就在物体的某处,因为它是一个终极。”亚历山大先前在解释那段说“在所有方式中最本义的,是如同在容器中、以及一般而言在场所中那样”的文字时,也明确说“在某物中”与“在某处”等值。他说:“因为‘在某处’对于其他各项也是共通的;因为部分在整体中也是在某处。但特别地且最主要地,‘在某处’习惯于针对在场所中的事物和在容器中的事物而言。” 而对于第一个疑难,则应当说:针对芝诺那引向场所处于场所中这一荒谬结论的论证,依据“在某物中”即“在某处”的差异而作的解决是充分的。因为场所将不再处于场所之中,而这正是芝诺所引出的荒谬。但是,针对由我提出的那个声称即使不在场所中、却仍在某处且在另一物中、而此物又在另一物中以至无限的疑难,亚里士多德本人将在关于场所的探讨末尾处,通过反对该提问的前提本身来予以迎击。因为他根本不承认天或全体在某处,或总体上在某物之中,以至于在它之外还有某种别的东西存在。我们将听到他说:“而全体不在某处。”因为在某处之物自身是某种东西,并且除了它之外还必须有另一物,它被包容在其中。但在全体与总体之外一无所有,在全体之外也没有任何事物;正因如此,万物都在天之中。因此,全体的部分彼此处于另一部分之中,没有任何妨碍;但全体却不可能处于另一物之中。因为在全体之外没有任何东西,除非是作为整体处于它自身的部分之中。照此,进至无限的推进就停止了。

语法注3 条
  1. 4.33ἐπ’ αὐτῆς θεῖναι τῆς λέξεως

    介词短语 ἐπ’ αὐτῆς τῆς λέξεως(照字面措辞)被不定式 θεῖναι 隔开形成倒置离隔(hyperbaton)。构词骨架为 θεῖναι τὸν Ζήνωνος λόγον ἐπ’ αὐτῆς τῆς λέξεως(照字面文句陈述芝诺的论证)。

  2. 4.33ὥστε εἶναί τι παρ’ αὐτὸ ἄλλο

    由 ὥστε 引导的结果从句,附属于前面的 οὐ γὰρ συγχωρεῖ... ἔν τινι ὅλως(因为他不承认全体在某物之中)。它修饰限定了亚里士多德所拒斥的方式,即“以至于在它之外有另外的某物存在”。

  3. 4.33εἰ μὴ ἄρα ὡς ὅλον ἐν τοῖς μέρεσι τοῖς ἑαυτοῦ

    成语 εἰ μὴ ἄρα(除非)在此引出对前述否定命题 οὐ γὰρ ἔστι τι παρὰ τὸ πᾶν(在全体之外没有任何东西)的修正与例外,指出全体唯一可以被称为处于某物之中的方式,即“作为整体处于它自身的部分之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:563.8-564.13