← 辛普里丘

亚里士多德《物理学》注释

§562.1-563.8

关于场所无限后退的芝诺疑难的解决

辛普里丘阐释了亚里士多德如何利用“在某物之中”的多重含义来反驳芝诺否定场所存在的无限后退疑难(210b22)。他援引亚历山大的见解考察了界面或界限处于物体之中的方式,并就该解决方式提出了两个值得深入探究的疑难点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.33#1

" Ὁ δὲ Ζήνων ἠπόρει ἕως τοῦ ὥστε οὐκ ἀνάγκη εἰς ἄπειρον εἶναι." Ὁ Ζήνωνος λόγος ἀναιρεῖν ἐδόκει τὸ εἶναι τὸν τόπον ἐρωτῶν οὕτως· “εἰ ἔστιν ὁ τόπος, ἔν τινι ἔσται· πᾶν γὰρ ὂν ἔν τινι· τὸ δὲ ἔν τινι καὶ ἐν τόπῳ. ἔσται ἄρα καὶ ὁ τόπος ἐν τόπῳ καὶ τοῦτο ἐπ’ ἄπειρον· οὐκ ἄρα ἔστιν ὁ τόπος.” μέλλων οὖν ἐπὶ τὴν εὕρεσιν τοῦ τόπου χωρεῖν λύει πρῶτον ταύτην τὴν ἀπορίαν ἐκ τῆς τοῦ ἔν τινι διαιρέσεως, ἣν προέλαβεν εἰκότως. εἰκότως δὲ καὶ τὸ μηδὲν εἶναι ἐν ἑαυτῷ προαπέδειξεν, ἵνα μή τις οἰηθείη τὸν Ζήνωνος λύειν λόγον λέγων τὸ μὲν σῶμα ἐν τόπῳ, τὸν δὲ τόπον ἐν ἑαυτῷ, καὶ οὕτως τὸ ἐπ’ ἄπειρον ἱστάνειν. μᾶλλον οὖν ἐκ τῆς τῶν ἔν τινι διαφορᾶς λύει οὕτως. εἰ μὲν γὰρ μοναχῶς τὸ ἔν τινι ἐπὶ τοῦ ἐν τόπῳ ἐλέγετο, ἄλυτος ἂν ἦν ἡ τοῦ Ζήνωνος ἀπορία, εἴπερ πᾶν τὸ ὂν εἴτε τὸ ἁπλῶς ὂν εἴτε τὸ σωματικὸν ἔν τινί ἐστιν, ὡς οἱ παλαιοὶ πάντες ἐδόξαζον ὀνειροπολοῦντες τὴν ἐν τῇ ὕλῃ, ὡς ὁ Πλάτων φησί, τῶν εἰδῶν ὑπόστασιν· ἐπεὶ δὲ πολλαχῶς λέγεται τὸ ἔν τινι, οὐδὲν κωλύει τὸν τόπον, ἐν ᾧ ἐστι τὸ σῶμα, εἶναι μὲν καὶ αὐτὸν ἔν τινι, οὐ μὴν ἐν τόπῳ· οὐδὲν γὰρ κωλύει τὸ μὲν ἐν ἄλλῳ, τὸ δὲ ἐν ἄλλῳ εἶναι. ἡ γὰρ ὑγεία ἐν θερμοῖς ἀλλ’ ὡς ἕξις, τὸ δὲ θερμὸν ἐν σώματι ἀλλ’ ὡς πάθος· τὸ δὲ σῶμα ἐν τόπῳ. διαφέρει δὲ ἡ ἕξις τοῦ πάθους, καθόσον ἡ μὲν τελειότης καὶ εἶδός ἐστιν, ὡς καὶ πρότερον ἐμνημόνευσε, τὸ δὲ διάθεσίς τις εὐαπόβλητος καὶ οὐκ οὐσιοποιός. τοιαῦται γὰρ καὶ ἐν Κατηγορίαις αἱ παθητικαὶ ποιότητες ἐλέγοντο. οὕτω δὲ οὐδὲν κωλύει τὸ μὲν σῶμα ἐν τόπῳ εἶναι, τὸν δὲ τόπον ἐν ἄλλῳ τινί, ὡς τὸ πέρας ἐν τῷ οὗ ἐστι πέρας καὶ ἡ ἐπιφάνεια ἐν τῷ σώματι. ἀλλὰ καλῶς ὁ Ἀλέξανδρος ζητεῖ κατὰ τίνα τῶν προειρημένων τοῦ ἔν τινι τρόπων ἡ ἐπιφάνειά ἐστιν ἐν τῷ σώματι καὶ ὅλως τὸ πέρας ἐν τῷ περατουμένῳ, πότερον ὡς πάθος ἢ ἕξις ἢ ὅλως ὡς ἐν ὑποκειμένῳ ἢ μᾶλλον ὡς μέρος ἐν ὅλῳ. μέρος γάρ πως ἡ ἐπιφάνεια ἡ μὲν ὡς πέρας τοῦ πεπερασμένου σώματος,1 ἡ δὲ κατὰ μῆκος καὶ πλάτος ἀφωρισμένη μέρος ἐστὶ τοῦ σώματος τοῦ κατὰ τὰς τρεῖς διαστάσεις οὐσιωμένου, πρώτως δὲ τόπον εἶπε τὸν προσεχῶς περιέχοντα, ἐπειδὴ καὶ ὁ ἀὴρ σῶμα ὢν λέγεται τόπος εἶναί τινος, ὅταν ᾖ τούτου πέρας ὁ προσεχῶς περιέχων τόπος.2 Ἐν δὴ τούτοις ἄξιά μοι δοκεῖ ζητήσεως, πρῶτον μὲν πῶς λύεται ὁ Ζήνωνος λόγος ἀπὸ τῆς τοῦ ἔν τινι διαφορᾶς, εἴπερ πᾶν τὸ ὂν ἔν τινι ἐστιν ἑτέρῳ· κἂν γὰρ τὸ σῶμα ἔν τινι ὡς ἐν τόπῳ, ὁ δὲ τόπος ἔν τινι ὡς πέρας, καὶ ἐκεῖνο πάλιν ἔν τινι ἔσται, καὶ τοῦτο ἐπ’ ἄπειρον· δεύτερον δὲ πῶς ἐνταῦθα μὲν τὸν Ζήνωνος λύει λόγον ἐκ τῆς τῶν ἔν τινι διαφορᾶς, ὡς τοῦ Ζήνωνος ἐρωτῶντος οὕτως· εἰ ὁ τόπος ἔστι τι, ἔν τινι ἔσται· πρότερον δὲ ἔλεγεν “ἡ γὰρ Ζήνωνος ἀπορία ζητεῖ τινα λόγον· εἰ γὰρ πᾶν τὸ ὂν πού ἐστι, δῆλον ὅτι καὶ τοῦ τόπου τόπος ἔσται”. εἰ γὰρ μὴ ἔν τινι ἀλλ’ ἐν τόπῳ ἔλεγε τὸ ὂν ἄντικρυς, πῶς ἔτι δυνατὸν ἦν διὰ τῆς τῶν ἔν τινι διαφορᾶς λῦσαι τὴν ἀπορίαν λέγοντα, ὡς νῦν εἴρηται, ὅτι τὸ μὲν σῶμα ἐν τόπῳ, ὁ δὲ τόπος ἐν ἄλλῳ, εἴπερ καὶ αὐτὸς διὰ τὸ τῶν ὄντων εἶναι ἐν τόπῳ ἐστί.

“然而芝诺曾提出疑难”直至“从而不必进至无穷”。 芝诺的论证似乎通过如下发问而取消了场所的存在:“如果场所得以存在,它就将在某物之中;因为一切存在者都在某物之中;而在某物之中的事物也在场所之中。因此场所也将在场所之中,并且这将进至无穷;因此场所不存在。”因此,当[亚里士多德]打算进而寻求场所时,他首先从他合乎情理地预先取得的“在某物之中”的划分来解决这个疑难。并且,他预先证明没有任何事物在自身之中也是合乎情理的,以免有人以为通过声称物体在场所之中而场所自身在自身之中来解决芝诺的论证,并由此阻止进至无穷。因此,他毋宁是从“在某物之中”的差异出发,做如下解决。因为,如果“在某物之中”仅仅单义地就“在场所之中”而言,那么假若一切存在者——无论是单纯的存在者还是物体性的存在者——都在某物之中(正如古代人全都设想的那样,正如柏拉图所说,他们梦想着形相在质料中的实立),芝诺的疑难原本就是无法解决的。但既然“在某物之中”有多种说法,那么没有任何事物妨碍物体所在的那个场所其自身也在某物之中,只是绝非在场所之中;因为没有任何事物妨碍一物处于此物之中,而另一物处于另一物之中。因为健康在温热之物中是作为状态,而温热在物体中是作为受动性质,物体则在场所之中。而状态不同于受动性质,在于前者是完满态与形相——正如他先前也提到过的——而后者则是某种容易消除且非构成实质的素质;因为在《范畴篇》中,受动性质也被称为是这样的。这样,没有任何事物妨碍物体处于场所之中,而场所处于某种别的事物之中,正如界限在它作为其界限的事物之中,而面在物体之中。然而亚历山大恰当地探究,面在物体之中以及一般而言界限在被限定者之中,究竟符合上述“在某物之中”的哪一种方式:是作为受动性质,抑或作为状态,抑或一般而言作为在基底之中,抑或毋宁是作为整体中的部分。因为面在某种意义上是部分:一方面作为被限定物体的界限,另一方面作为依长度与宽度被界定者,它是依三维构成其实质的物体的部分;而他第一义地将场所称为直接包含者,因为空气虽为物体,也被说成是某物的场所,只要直接包含着的场所是它〔空气〕的界限。 在这些问题中,我认为有两点值得探究:其一,如果一切存在者都在别的某物之中,芝诺的论证何以能从“在某物之中”的差异得到解决;因为即使物体在某物之中是作为在场所之中,而场所作为界限而在某物之中,那物也将再次在某物之中,并且这将进至无穷;其二,何以在这里他是基于芝诺作如此发问而从“在某物之中”的诸差异来解决芝诺的论证——“如果场所是某种存在,它就将在某物之中”——而在先前他却说:“因为芝诺的疑难需要某种说法;因为如果一切存在者都在某处,显然场所也将有其场所。”因为,如果他不是说存在者在某物之中,而是直截了当地说在场所之中,那么如果场所自身也因属于存在者而在场所之中,他又怎能像现在所说的那样,通过声称物体在场所之中而场所在别物之中,借由“在某物之中”的差异来解决疑难呢?

语法注2 条
  1. 4.33μέρος γάρ πως ἡ ἐπιφάνεια ἡ μὲν ὡς πέρας τοῦ πεπερασμένου σώματος, ἡ δὲ κατὰ μῆκος καὶ πλάτος ἀφωρισμένη μέρος ἐστὶ τοῦ σώματος

    此处的句式骨架为由 ἡ μὲν ... ἡ δὲ 构成的对照结构,但此处并非对比两个不同的面,而是在对比界定“面”(ἡ ἐπιφάνεια)的两种方式:一方面作为受限物体的界限[是部分],另一方面作为依长宽限定者,是三维物体的部分。

  2. 4.33ὅταν ᾖ τούτου πέρας ὁ προσεχῶς περιέχων τόπος

    在由连词 ὅταν 引导的时间/条件从句中,ὁ προσεχῶς περιέχων τόπος 为主语,πέρας 为表语名词,τούτου 为属格补足语。此句说明,唯当直接包含的场所作为空气的界限时,空气才被称为该事物的场所。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:562.1-563.8