← 辛普里丘

亚里士多德《物理学》注释

§560.22-561.36

关于处于自身之中的柏拉图与亚里士多德的调和

辛普里丘分析了前节引自柏拉图《巴曼尼得斯篇》的推论,并指出柏拉图主张整体处于自身之中与亚里士多德主张没有任何事物能第一义地处于自身之中是调和一致的,因为前者针对不可分的非物体性整体,而后者针对可分的物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.32#3

” ἔστι δὴ τὸ συλλελογισμένον ἐν τούτοις, ὅτι τὸ ὅλον πάντα τὰ μέρη ἐστί, καὶ ὅτι πάντα τὰ μέρη περιέχεται ἐν τῷ ὅλῳ, καὶ ὅτι τὰ περιεχόμενα ἐν τῷ ὅλῳ ἐν τῷ ὅλῳ ἐστίν, ὥστε τὸ ὅλον ἐν τῷ ὅλῳ, τουτέστιν ἐν ἑαυτῷ ἐστι. καὶ οἱ μέσοι ὅροι οἱ αὐτοὶ ἐλήφθησαν καὶ οὐχ ἕτεροι. ἐπειδὴ δὲ τὸ ἕν ἐστι τὸ δειχθὲν ὅλον, συμπεραίνεται εἰκότως, ὅτι τὸ ἓν τὸ ὡς ὅλον ἐν ἑαυτῷ ἐστι. καὶ δῆλον ὅτι αἱ μὲν ἄλλαι προτάσεις ἐναργεῖς εἰσι, καὶ ὅτι πάντα τὰ μέρη περιέχεται ἐν τῷ ὅλῳ, καὶ ὅτι τὰ περιεχόμενα ἐν τῷ ὅλῳ ἐστίν· ἡ δὲ ἐλάττων πρότασις ἡ κυριωτέρα ἐν τῷ συλλογισμῷ ἐστιν ἡ λέγουσα ‘τὸ ὅλον πάντα τὰ μέρη ἐστίν’, ἣν καὶ αὐτὸς ὁ Ἀριστοτέλης ὁμολογεῖ λέγων “οὐ γάρ ἐστι παρὰ τὰ μέρη τὸ ὅλον”. εἰ τοίνυν καὶ Ἀριστοτέλης καὶ Πλάτων ὀρθῶς συνελογίσαντο, ὁ μὲν Ἀριστοτέλης ὅτι ἀδύνατον ἐν ἑαυτῷ τι εἶναι πρώτως, ὁ δὲ Πλάτων ὅτι τὸ ἓν ὅλον ἐν ἑαυτῷ ἐστι, δῆλον ὅτι ὁ μὲν Ἀριστοτέλης ἐπὶ τῶν σωματικῶν ἔδειξεν. εἰ γὰρ χρὴ τὸ ἐν ἑαυτῷ κυρίως ὂν μὴ κατὰ μέρος εἶναι, ἀλλ’ ὅλον ἐν ὅλῳ, σῶμα δὲ τὸ διῃρημένα ἔχον τὰ μέρη, πῶς τοῦτο ἂν ὅλον ἐν ὅλῳ εἴη; διὸ καὶ τὰ παραδείγματα ἐποιήσατο, ὡς ἐπὶ διάφορα τὰ μέρη ἔχοντος οἷον τοῦ ἀμφορέως τοῦ οἴνου. εἰ δὲ μὴ ὅλον ἐν ὅλῳ, οὐδ’ ἂν αὐτὸ ἐν ἑαυτῷ εἴη κυρίως. εἰ δέ τι ἀσώματον ὅλον εἴη μέρη μὲν ἔχον οὐ μεμερισμένα δέ, ἀλλ’ ἀμερίστοις διαφοραῖς διακρινόμενα, ὧν ἑκάστη δι’ ὅλου χωρεῖ, ἀληθὲς ἐπὶ τούτου λέγειν, ὅτι ὅλον ἐν ὅλῳ καὶ αὐτὸ ἐν ἑαυτῷ ἐστιν. ἐπὶ τούτου δὲ καὶ ἐπαληθεύει κυρίως τὸ τὸ ὅλον πάντα τὰ μέρη εἶναι,1 διότι μένει ἐν τῇ συνοχῇ τοῦ ὅλου τὰ μέρη, ὥστε ἕκαστον διὰ τὴν ἀμέριστον ἕνωσιν ὅπερ τὸ ὅλον ὁρᾶσθαι, ἐπὶ μέντοι τῶν σωμάτων φεῦγον ἕκαστον εἰς τὴν οἰκείαν περιγραφὴν ἀποσπᾶται τοῦ ὅλου. ὥστε κἂν μὴ ὑποκείμενα διάφορα ᾖ τοῦ τε ὅλου καὶ τῶν μερῶν, ἀλλ’ οὐδὲ ταὐτόν ἐστιν ἁπλῶς τὸ ὅλον καὶ τὰ μέρη διὰ τὸν μερισμόν. Διττὸν δὲ τὸ μὴ ἐν ἑαυτῷ τὸ μὲν κατὰ τὸ χεῖρον τοῦ ἐν ἑαυτῷ, τὸ δὲ κατὰ τὸ κρεῖττον.2 καὶ τὸ μὲν κατὰ τὸ χεῖρον, καθόσον ἐπὶ τῶν μεριστῶν οὐ δύνανται τῷ ὅλῳ ἐφαρμόττειν οἱ διάφοροι ὁρισμοὶ ὅ τε τοῦ δεκτικοῦ καὶ ὁ τοῦ ἐν αὑτῷ ἤτοι τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου, ὡς ὁ Ἀριστοτέλης ἀπέδειξε, κατὰ δὲ τὸ κρεῖττον, ὅτι ἡ τοῦ ἑνὸς ἁπλότης οὐδὲ τὴν ἀμέριστον διαφορὰν τοῦ περιέχοντος καὶ περιεχομένου ἐπιδέχεται, ὡς καὶ τοῦτο ἔδειξεν ὁ Πλάτων ἐν τῇ πρώτῃ τῶν ἐν Παρμενίδῃ ὑποθέσεων λέγων “Ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὄν, κἂν ἑαυτῷ εἴη περιέχον, οὐκ ἄλλο ἢ αὐτό, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη· ἐν τῷ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον. Ἀδύνατον γάρ. Οὔκουν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον. οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει. καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν ἀλλὰ δύο”. καὶ δῆλον ὅτι εἰ μὴ περὶ ἄλλου ταῦτα ἑνὸς καὶ περὶ ἄλλου τὰ πρότερον ἐκτεθέντα ἐλέγετο, σαφῶς ἂν ἦν ἐναντία. καὶ οὐκ ἦν εἰκὸς παρὰ πόδας οὕτως τὰ ἐναντία περὶ τῶν αὐτῶν λέγειν3 ἐν τῇ ᾱ καὶ β̄ τῶν ὑποθέσεων, ὅπου μὲν ἀποφάσκοντα πάντα τοῦ ἑνός, ὅπου δὲ καταφάσκοντα. ὁ μέντοι Ἀριστοτέλης σωματικὴν φύσιν ἔδειξε μὴ οὖσαν ἐν ἑαυτῇ καὶ περὶ ταύτης συνεπεράνατο. ὅτι μὲν οὖν ἀδύνατον ἐν ἑαυτῷ τι εἶναι πρώτως, δῆλον· καὶ γὰρ οὔτε τὸ μὴ ἔχον ὅλως διπλόην ὥσπερ τὸ ἓν εἴη ἂν αὐτὸ ἐν ἑαυτῷ, οὔτε τὸ ἔχον μεμερισμένην τὴν διπλόην ὥσπερ τὰ σώματα, ἀλλὰ τὰ διπλόην ἔχοντα μετὰ ἁπλότητος,4 ὅτι καὶ τὸ αὐτὸ ἐν ἑαυτῷ τοιοῦτον ἁπλοῦν τι ἅμα καὶ διπλοῦν ὄν. ἀλλὰ πῶς ἡ τοῦ Πλάτωνος ἀπόδειξις οὐχ ἁρμόσει καὶ τῷ Ἀριστοτέλει, ὥστε καὶ κατ’ αὐτὸν τὸ ὅλον ἐν ἑαυτῷ εἶναι; ἢ ὅτι ἡ ἐλάττων πρότασις διάφορος. ὁ μὲν γὰρ Πλάτων τὸ ὅλον πάντα τὰ μέρη φησὶν εἶναι διὰ τὴν ἀμέριστον ἕνωσιν, ὁ δὲ Ἀριστοτέλης “οὐ γάρ ἐστι, φήσας, παρὰ τὰ μέρη τὸ ὅλον”, ἐν τῷ ὑποκειμένῳ θεωρεῖ τὴν ταυτότητα.

”在这些话中所推论出的是:整体即是所有部分,所有部分被包含在整体之中,而被包含在整体之中的事物处于整体之中,从而整体处于整体之中,也就是处于自身之中。并且所取的中项是同一个而不是不同的。既然被证明为一个整体的是那个“一”,那么合乎情理地得出结论:作为整体的“一”处于自身之中。显而易见,其他前提都是明晰的,即所有部分都被包含在整体之中,以及被包含者处于整体之中;而在该三段论中更为关键的小前提,则是声称“整体即是所有部分”的那个前提,对此亚里士多德自己也同意,他说“因为整体并不是离开部分而存在的”。因此,如果亚里士多德与柏拉图都正确地进行了推论——亚里士多德证明了没有任何事物能够第一义地处于自身之中,而柏拉图证明了整体的一处于自身之中——那么显而易见,亚里士多德是针对物体性的事物做出证明的。因为如果真正处于自身之中的事物必须不是部分地、而是整体在整体之中,而物体则是具有各自分离的部分的事物,那么这怎么可能整体在整体之中呢?因此他也举了诸如酒坛这样具有不同部分的例子。但若不是整体在整体之中,它也就不会真正处于自身之中。然而,如果存在某种非物体的整体,虽有部分却非被分割的,而是通过每一种都贯穿整个整体的不可分差异而得以区分,那么对这种事物而言,说它整体在整体之中并且自身处于自身之中乃是真实的。并且对于这种事物,“整体即是所有部分”也真正成立,因为诸部分存留于整体的凝聚之中,以至于每个部分由于不可分的统一都被看作整体所是者;然而在物体的情形中,每个部分逃逸入自身的轮廓,从整体中被割裂开来。因此,即便整体与部分的基底不是不同的,但由于分割,整体与部分也绝非简单地等同。 此外,“不处于自身之中”是双重的:一种依循劣于处于自身之中的情形,另一种依循优于处于自身之中的情形。依循劣者的情况在于,正如亚里士多德所证明的,在可分之物中,受容者的定义与处于其中的事物的定义——即包含者与被包含者的定义——这两种不同的定义无法适合于同一个整体;而依循优者的情况则在于,“一”的单纯性甚至不容纳包含者与被包含者之间的不可分差异,正如柏拉图在《巴曼尼得斯篇》的第一假说中所表明的,他说:“‘然而如果它自身处于自身之中,不是别的而正是它自身也就将包含着自身,既然它也处于自身之中;因为任何事物处于不包含它的事物之中都是不可能的。’‘确实不可能。’‘那么,包含者自身难道不是一回事,而被包含者是另一回事吗?因为同一事物至少作为整体不会同时承受又做出这两者。这样一来,一就不再是一,而是二了。’”显而易见,如果这些话不是针对一个“一”而言,而先前陈述的话是针对另一个“一”而言,它们就显然是相互冲突的。而在第一假说与第二假说中,在一处对“一”否定一切,在另一处又肯定一切,如此信手拈来地针对同一对象述说截然相反的事,乃是不可思议的。不过,亚里士多德证明的是物体性的本性不处于自身之中,并针对此得出了结论。因此,没有任何事物能够第一义地处于自身之中,乃是显而易见的;因为既非完全不具有二重性的事物(如那个一)能够自身处于自身之中,亦非具有分割了的二重性的事物(如物体)[能够如此],而唯有伴随单纯性而具有二重性的事物[能够如此],因为自身处于自身之中的事物正是这种既单纯同时又具有二重性的事物。但是,柏拉图的证明为何不能同样适用于亚里士多德,从而依他而言整体也处于自身之中呢?抑或这是因为小前提有所不同?因为柏拉图是由于不可分的统一而声称整体即是所有部分,而亚里士多德在说“因为整体并不是离开部分而存在的”时,则是在基底之中考察其同一性。

语法注4 条
  1. 4.32ἐπὶ τούτου δὲ καὶ ἐπαληθεύει κυρίως τὸ τὸ ὅλον πάντα τὰ μέρη εἶναι

    双重中性定冠词 τὸ τὸ 中,第一个定冠词将整个不定式短语(τὸ ὅλον πάντα τὰ μέρη εἶναι)名词化以充当主语,第二个定冠词则从属于该短语内部的主语 τὸ ὅλον。谓语动词 ἐπαληθεύει 在此作不及物动词用(意为“被证实为真”、“成立”)。

  2. 4.32Διττὸν δὲ τὸ μὴ ἐν ἑαυτῷ τὸ μὲν κατὰ τὸ χεῖρον τοῦ ἐν ἑαυτῷ, τὸ δὲ κατὰ τὸ κρεῖττον

    在主语 τὸ μὴ ἐν ἑαυτῷ(“不处于自身之中”)与谓语 διττόν(“是双重的”)之后,τὸ μὲν... τὸ δὲ... 构成部分同位语(partitive apposition),展开说明其两种方式。紧随 χεῖρον 以及承前省略在 κρεῖττον 之后的属格 τοῦ ἐν ἑαυτῷ 是比较属格。

  3. 4.32καὶ οὐκ ἦν εἰκὸς παρὰ πόδας οὕτως τὰ ἐναντία περὶ τῶν αὐτῶν λέγειν

    οὐκ ἦν εἰκός 是未完成过去时非人称结构,带有非实在(反事实)色彩,意为“……乃是不可思议的/不可能的”。副词短语 παρὰ πόδας 意为“当下立时”、“随手地”。

  4. 4.32ἀλλὰ τὰ διπλόην ἔχοντα μετὰ ἁπλότητος

    此句与前面的 οὔτε τὸ μὴ ἔχον... οὔτε τὸ ἔχον...(均为 εἴη ἂν αὐτὸ ἐν ἑαυτῷ 的主语)相对立,在 τὰ διπλόην ἔχοντα 之后承前省略了述谓成分[εἴη ἂν αὐτὸ ἐν ἑαυτῷ]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:560.22-561.36