← 辛普里丘

亚里士多德《物理学》注释

§559.6-560.22

事物因偶性处于自身之中的不可能性与疑难

辛普里丘阐明了某物因偶性处于自身之中这一假说所导致的荒谬(如受容性本性变成处于某物之中,以及在种上有别的两物处于同一事物之中),探讨了亚历山大关于整体与部分相互处于对方之中从而整体处于自身之中的疑难及其三段论误谬的化解,并引述了柏拉图《巴曼尼得斯篇》中的相关论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.32#2

ἄτοπον δέ τι ἄλλο τῇ τοιαύτῃ ὑποθέσει ἀκολουθοῦν ἐνεδείξατο τὸ οὗ ἡ φύσις δεκτική ἐστι, τοῦτο ἔν τινι γίνεσθαι, ἀλλὰ μὴ ἄλλο ἐν αὑτῷ·1 συμβαίνει γὰρ τοῦτο τῷ λέγοντι τὸν ἀμφορέα αὐτὸν ἐν ἑαυτῷ εἶναι. δῆλον δὲ ὅτι κἂν τὸν οἶνόν τις ἐν ἑαυτῷ λέγῃ, συμβήσεται τὸ οὗ ἡ φύσις ἐν ἄλλῳ εἶναί ἐστι, τοῦτο δεκτικὸν εἶναι· ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι παρὰ τὴν ὑπόθεσιν τοῦτο τὸ ἄτοπον συμβέβηκε, διότι ἀμφορεὺς οἴνου ἐστὶν ὁ ὑποτεθείς, δεκτικὸς δὲ ὁ ἀμφορεύς. τὸ δὲ οὐχ οὕτως ἔχει. ἀλλ’ ἐπειδὴ τὸ κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ ὂν τῷ καθ’ αὑτὸ ἐν ἑαυτῷ ὄντι συμβέβηκε, τὸ μὲν καθ’ αὑτὸ δεκτικόν ἐστι, τὸ δὲ συμβεβηκὸς τούτῳ ἐν δεκτικῷ πέφυκεν εἶναι. τὸ δὲ ἅμα γὰρ δύο ἐν τῷ αὐτῷ ἔσται ὅτι μὲν ὡς ἄτοπον εἴρηται καὶ ἀδύνατον δῆλον. δοκεῖ δὲ ἀδύνατον εἶναι τὸ δύο ἅμα σώματα ἐν ταὐτῷ εἶναι, καὶ πάντες οἱ ἐξηγηταί, οἷς ἐγὼ προστυχὴς γέγονα, τὸ ἀδύνατον ὡς ἐπὶ σωμάτων ἀκούουσι. μήποτε δὲ οὐ μάτην οὐκ ὠνόμασε σώματα ὁ Ἀριστοτέλης,2 ἀλλ’ ἁπλῶς εἶπεν ἅμα γὰρ δύο ἐν τῷ αὐτῷ ἔσται τό τε δεκτικὸν καὶ τὸ ὑποδεχθέν, “ἕτερα τῷ εἴδει” ὄντα κατ’ αὐτὸ τοῦτο καὶ “ἄλλην φύσιν” ἔχοντα, ὡς ἔλεγε πρότερον· καὶ ὑπάρξουσι τῷ αὐτῷ οἱ διαφέροντες λόγοι ὅ τε τοῦ δεκτικοῦ καὶ τοῦ ἐν αὐτῷ, ὅπερ ἀδύνατον· ὧν γὰρ διάφοροι οἱ λόγοι, ταῦτα καὶ αὐτὰ διάφορα. Ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος “πῶς λέγεται μήτε καθ’ αὑτό τι μήτε κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ εἶναι. εἰ γὰρ τὸ ὅλον ἐν τοῖς μέρεσι, τὰ δὲ μέρη3 ἐν τῷ ὅλῳ, ἔσται τὸ ὅλον ἐν τῷ ὅλῳ, τουτέστιν ἐν ἑαυτῷ. ἀλλ’ οὐ συνάγεται, φησίν· οὐ γάρ ἐστιν ὁ μέσος ὅρος ὁ αὐτός. ἄλλος γὰρ ὁ πρῶτος ἐστιν, ὅτε ἐλέγομεν τὸ ὅλον ἐν τοῖς μέρεσι, καὶ ἄλλος ὅτε ἐλέγομεν τὰ μέρη ἐν τῷ ὅλῳ. ἔτι δέ, φησί, τὸ ἔν τινι ὡς ὁμώνυμον διῄρηται εἰς τὰ σημαινόμενα, οὐχ ὡς γένος εἰς εἴδη. δεῖ οὖν διορίσαι πῶς ἐστιν ἑκάτερον, καὶ ὅτι τὸ μὲν ὅλον ἐν τοῖς μέρεσιν ἀθρόως, τὰ δὲ μέρη ἐν τῷ ὅλῳ ὡς καθ’ ἕκαστον. πάντα γὰρ ἅμα οὐκ ἐν τῷ ὅλῳ, ἀλλὰ τὸ ὅλον ἐστί”. καὶ εἴρηται μετρίως ταῦτα. τοῦ μὲν γὰρ τῆς ἐλάττονος προτάσεως ὅλου κατηγορήθη τὸ ἐν τοῖς μέρεσιν εἶναι, τῷ δὲ ἐν τῇ μείζονι προτάσει ὅλῳ ὑπετέθη τὰ μέρη. εἰ οὖν ἄλλο τὰ μέρη καὶ ἄλλο τὸ εἶναι ἐν τοῖς μέρεσι, δῆλον ὅτι μὴ ὄντος τοῦ μέσου τοῦ αὐτοῦ οὐ συνάγεται τὰ ἄκρα· ἐπεὶ ὅ γε τοιοῦτος τοῦ παραλογισμοῦ τρόπος καὶ τὸ γένος ἐν ἑαυτῷ ἔδειξεν ἂν εἶναι καὶ τὸ εἶδος καὶ τὴν οὐσίαν καὶ τὸ συμβεβηκός. λέγομεν γὰρ τὸ γένος ἐν τῷ εἴδει 〈καὶ〉 τὸ εἶδος ἐν τῷ γένει, καὶ πάλιν τὸ εἶδος ἐν τῷ ἀτόμῳ καὶ τὸ ἄτομον ἐν τῷ εἴδει, καὶ τὸ συμβεβηκὸς ἐν τῇ οὐσίᾳ καὶ ἡ οὐσία ἐν τῷ συμβεβηκότι. ἀλλ’ οὐδαμοῦ ὁ αὐτὸς ὅρος λαμβάνεται, καὶ διὰ τοῦτο οὐ συνάγεται τὰ ἄκρα. τὸ δὲ λέγειν ὅτι “τὰ μέρη ἐν τῷ ὅλῳ καθ’ ἕκαστον” ἐστιν, ἀλλ’ οὐχὶ πάντα, πῶς ἔχει λόγον; ἢ ὅτι ἡ τῶν μερῶν ἄθροισις τῷ ὄντι τὸ ὅλον ἐστί. τότε οὖν ἐν τῷ ὅλῳ λέγεται τὰ μέρη, ὅταν ὡς καθέκαστα μὲν ληφθῇ, οὐ πάντῃ δὲ ἀπεσπασμένα· οὐ γὰρ ἂν ἔτι μέρη εἴη. Ἀλλ’ ὁ μὲν Ἀλέξανδρος, καίτοι εἰωθὼς καὶ ἐφ’ ᾧ μηδὲν πρὸς ἔπος τὸν Πλάτωνα παράγειν εἰς ἐξέτασιν, οὐκ οἶδα ὅπως ἐνταῦθα τοῦ Πλάτωνος ἐπελάθετο μᾶλλον. ἔστι δὲ ὁ δεικνὺς τὸ ὅλον ἐν ἑαυτῷ λόγος ἐκ τοῦ Παρμενίδου ἔχων οὕτως περὶ τοῦ ἑνὸς τοῦ ὅλου δειχθέντος· “Ἆρα οὖν οὕτως ἔχον οὐκ αὐτό τε ἐν ἑαυτῷ ἔσται καὶ ἐν ἄλλῳ; Πῶς; Τῶν μερῶν που ἕκαστον ἐν τῷ ὅλῳ ἐστὶ καὶ οὐδὲν ἐκτὸς τοῦ ὅλου. Οὕτως. Πάντα δὲ τὰ μέρη ὑπὸ τοῦ ὅλου περιέχεται; Ναί. Καὶ μὴν τά γε πάντα μέρη τὰ αὑτοῦ τὸ ἕν ἐστι καὶ οὔτε τι πλέον οὔτε ἔλαττον ἢ πάντα. Οὐ γάρ. Οὔκουν καὶ τὸ ὅλον τὸ ἕν ἐστι; Πῶς δὲ οὔ; Εἰ ἄρα πάντα τὰ μέρη ἐν ὅλῳ τυγχάνει ὄντα, ἔστι δὲ τά τε πάντα τὸ ἓν καὶ αὐτὸ τὸ ὅλον, περιέχεται δὲ ὑπὸ τοῦ ὅλου τὰ πάντα, ὑπὸ τοῦ ἑνὸς ἂν περιέχοιτο τὸ ἕν, καὶ οὕτως ἂν ἤδη τὸ ἓν αὐτὸ ἐν ἑαυτῷ εἴη.

他又指出了伴随这一假说的另一个荒谬之处:那本性上是受容性的事物,变成了处于某物之中,而不是另一物处于它〔受容性的事物〕之中;因为这会发生在声称坛子自身处于自身之中的人身上。而且显而易见,即使有人说酒处于自身之中,也同样会得出本性上在于处于别物之中的事物变成了受容性的;不过也许有人会说,这个荒谬的产生是由于假说本身的缘故,因为假定的是一个酒坛子,而坛子是受容性的。然而事实并非如此。相反,既然因偶性处于自身之中的事物附属于在自身层面上处于自身之中的事物,那么在自身层面上的事物是受容性的,而附属于此的事物则天然地处于受容物之中。至于“因为两物将同时处于同一事物之中”,它作为荒谬和不可能之事被言说乃是显而易见的。人们认为两个物体同时处于同一事物之中是不可能的,而我所接触过的所有注释家,都把这种不可能理解为针对物体的。然而,亚里士多德没有专门提及物体或许并非无因,而是断然说两物将同时处于同一事物之中,即受容者与被受容者,正如他先前所说,它们恰恰由此是“在种上有别的”并且具有“另一种本性”;从而不同的定义——受容者的定义与处于其中的事物的定义——将属于同一事物,而这是不可能的;因为凡是定义有别的事物,它们自身也是有别的。 亚历山大则提出疑难:“怎么能说没有任何事物在自身层面上或因偶性处于自身之中呢?因为如果整体在部分之中,而部分在整体之中,整体就将处于整体之中,也就是处于自身之中。但他说道,这并不能得出;因为中项并不是同一个。因为当我们说整体在部分之中时,第一者是一回事,而当我们说部分在整体之中时,又是另一回事。此外,他又说,处于某物之中是作为同名异义词被划分为各个所指的,而不是作为属划分为种。因此必须限定每一者是如何成立的,即整体是总体地处于部分之中,而部分是作为各个单件处于整体之中。因为并非所有事物一并处于整体之中,相反,[全部事物]就是整体。”而这些话说得是合情合理的。因为在小前提中,处于部分之中被用来述说整体,而在大前提中,诸部分则被置于整体之下作为主词。因此,如果诸部分是一回事,而处于部分之中是另一回事,那么显而易见,由于中项并非同一个,两端概念就无法得出;因为这种谬误推理的方式甚至会证明属处于自身之中、种以及实体和偶性[也都处于自身之中]。因为我们说属在种之中〈并且〉种在属之中,又说种在个体之中并且个体在种之中,偶性在实体之中并且实体在偶性之中。但在任何地方所取的都不是同一个概念,正因如此两端概念无法得出。然而,说“部分是作为各个单件处于整体之中”而非全体[处于其中],这有什么道理呢?毋宁说,这是因为诸部分的聚集确实就是整体。因此,只有当它们被作为各个单件来取、但又没有被彻底割裂开来时,诸部分才被说成是处于整体之中;因为若是彻底割裂,它们就不再是部分了。 然而亚历山大虽然习惯于哪怕在与议题毫不相干的地方也把柏拉图拉来进行考察,却不知何故在此处反而遗忘了柏拉图。证明整体处于自身之中的论证出自《巴曼尼得斯篇》,在论及被证明为一个整体的“一”时表述如下:“‘那么处于这种状态的事物,难道不既处于自身之中,又处于他物之中吗?’‘怎么讲?’‘诸部分中的每一个想必都在整体之中,而没有任何部分在整体之外。’‘是这样。’‘而所有的部分都被整体所包容吗?’‘是的。’‘然而「一」正是它自身的所有部分,既不多于也不少于所有部分。’‘确实不是〔更多或更少〕。’‘难道整体不也是那个「一」吗?’‘怎么能不是呢?’‘那么,如果所有的部分恰好处于整体之中,而「一」既是所有的部分又是整体自身,并且所有的部分都被整体所包容,那么「一」就将被「一」所包容,这样一来,「一」自身就已经处于自身之中了。’”

语法注3 条
  1. 4.32τὸ οὗ ἡ φύσις δεκτική ἐστι, τοῦτο ἔν τινι γίνεσθαι, ἀλλὰ μὴ ἄλλο ἐν αὑτῷ

    由冠词 τὸ 引导的不定词短语(τὸ ... γίνεσθαι)与 ἐνεδείξατο 的宾语 ἄτοπον δέ τι ἄλλο(另一个荒谬之处)构成同位语。指示词 τοῦτο 是关系从句 οὗ ἡ φύσις δεκτική ἐστι 的先行词。

  2. 4.32μήποτε δὲ οὐ μάτην οὐκ ὠνόμασε σώματα ὁ Ἀριστοτέλης

    μήποτε 引出一种谨慎的主张或揣测(“或许并非……”)。此处伴有双重否定(οὐ μάτην οὐκ),表达了一种肯定的推测,即亚里士多德没有明确提及“物体”并非无意义,而是有意为之。

  3. 4.32τοῦ μὲν γὰρ τῆς ἐλάττονος προτάσεως ὅλου κατηγορήθη τὸ ἐν τοῖς μέρεσιν εἶναι, τῷ δὲ ἐν τῇ μείζονι προτάσει ὅλῳ ὑπετέθη τὰ μέρη

    逻辑学术语中的格支配对比。被动态 κατηγορήθη(源自 κατηγορεῖν,断述/述说)以属格(τοῦ ... ὅλου)表示被断述的对象(小前提中的主词“整体”),主格短语(τὸ ἐν τοῖς μέρεσιν εἶναι)为所断述的属性;而被动态 ὑπετέθη(被置于……之下作为主词)则以与格(τῷ ... ὅλῳ)表示大前提中的谓词“整体”,主格的 τὰ μέρη 作为主词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:559.6-560.22