← 辛普里丘

亚里士多德《物理学》注释

§53.27-55.28

学科原理的谬误与安提丰的化圆为方

针对亚里士多德关于无须消解一切错误论证的主张(185a14),辛普里丘区分了遵循学科特有原理而产生的谬误与破坏原理本身的谬误。他以安提丰和希俄斯的希波克拉底化圆为方的尝试作为几何学范例,详细阐明了安提丰的内接多边形法及其违背几何学原理之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.11#1

" Ἅμα δὲ οὐδὲ λύειν ἅπαντα προσήκει." Τῇ ἓν καὶ ἀκίνητον τὸ ὂν λεγούσῃ θέσει ἀντιθεὶς τὸ τὰ φύσει ἢ πάντα ἢ ἔνια κινεῖσθαι, μαρτυρούμενον ὑπὸ τῆς ἐναργείας, ἵνα μή τις εἴπῃ ὅτι ‘τὸ ζητούμενον ὡς ὁμολογούμενον ὑπέθου’, τὴν αἰτίαν τοῦ ὑποθέσθαι, τὸ ἀληθὲς πρὸ τοῦ τὸ ψευδὲς ἐλέγξαι προστίθησιν,1 ὅτι ἅμα τῷ εὔκολον εἶναι καὶ μηδὲν ἔχειν χαλεπὸν τὸ συνιδεῖν τὰ συμβαίνοντα τῷ ὑποτεθέντι ἀτόπῳ οὐδὲ λύειν ἅπαντα προσήκει τὰ ψευδῶς λεγόμενα, ἀλλ’ ἐκεῖνα μόνα ὅσα ἐκ τῶν ἀρχῶν τοῦ προσδιαλεγομένου τις ἐπιδεικνὺς ψεύδεται ὅσα δὲ μή, οὔ. οἱ δὲ ἓν καὶ ἀκίνητον λέγοντες οὔτε ἀρχὴν οὔτε τὴν φύσιν φυλάττουσιν. οὐδὲν οὖν ἄτοπον καὶ πρὸ τοῦ λῦσαι τοὺς ἐναντίους λόγους ὑποθέσθαι τὰ ἐκ τῆς ἐναργείας μαρτυρούμενα, εἴπερ οὐδὲ λύειν ἅπαντα ἀνάγκη. τὸ δὲ διάφορον τοῦτο τῶν τε ὀφειλόντων λύεσθαι ψευδῶν καὶ τῶν μή, δείκνυσιν ἐπί τινων ἐν γεωμετρίᾳ ψευδογραφημάτων. Τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου πολλῶν ζητούντων (τοῦτο δὲ ἦν τὸ κύκλῳ ἴσον τετράγωνον θέσθαι) καὶ Ἀντιφῶν ἐνόμισεν εὑρίσκειν καὶ Ἱπποκράτης ὁ Χῖος ψευσθέντες. ἀλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρμῆσθαι ὡς μαθησόμεθα οὐκ ἔστι γεωμετρικοῦ λύειν, τὸ δὲ Ἱπποκράτους, ἐπειδὴ τὰς ἀρχὰς φυλάξας τὰς γεωμετρικὰς ἐψεύσθη, γεωμετρικοῦ λύειν. ἐκείνους γὰρ δεῖ λύειν μόνους τοὺς λόγους ὅσοι τηροῦντες τὰς οἰκείας ἀρχὰς τῆς μεθόδου οὕτως παραλογίζονται, τοὺς δὲ δι’ ὧν παρακρούονται ἀναιροῦντας τὰς ἀρχὰς οὐ λυτέον. Ὁ δὲ Ἀντιφῶν γράψας κύκλον ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγράφεσθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον. ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἦγε γραμμάς, αἳ δηλονότι δίχα ἔτεμνον ἑκάστη τὸ καθ’ αὑτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου εὐθείας, ὡς γίνεσθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν μέθοδον, ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ ἐπιζευγνὺς ἀπὸ τῶν σημείων, καθ’ ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο τῶν περιφερειῶν, εὐθείας ἐπὶ τὰ πέρατα τῶν διῃρημένων εὐθειῶν, ἑκκαιδεκάγωνον ἐποίει τὸ ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ ἑκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγραφόμενον πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὥστε ποτὲ δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαί τι πολύγωνον2 τούτῳ τῷ τρόπῳ ἐν τῷ κύκλῳ, οὗ αἱ πλευραὶ διὰ σμικρότητα ἐφαρμόσουσι τῇ τοῦ κύκλου περιφερείᾳ. παντὶ δὲ πολυγώνῳ ἴσον τετράγωνον δυνάμενοι θέσθαι, ὡς ἐν τοῖς Στοιχείοις παρελάβομεν, διὰ τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῷ κύκλῳ ἐφαρμόζον αὐτῷ, ἐσόμεθα καὶ κύκλῳ ἴσον τιθέντες τετράγωνον. Καὶ δῆλον ὅτι ἡ συναγωγὴ παρὰ τὰς γεωμετρικὰς ἀρχὰς γέγονεν οὐχ ὡς ὁ Ἀλέξανδρός φησιν, “ὅτι ὑποτίθεται μὲν ὁ γεωμέτρης τὸ τὸν κύκλον τῆς εὐθείας κατὰ σημεῖον ἅπτεσθαι ὡς ἀρχήν, ὁ δὲ Ἀντιφῶν ἀναιρεῖ τοῦτο.” οὐ γὰρ ὑποτίθεται ὁ γεωμέτρης τοῦτο, ἀλλ’ ἀποδείκνυσιν αὐτὸ ἐν τῷ τρίτῳ βιβλίῳ. ἄμεινον οὖν λέγειν ἀρχὴν εἶναι τὸ ἀδύνατον εἶναι εὐθεῖαν ἐφαρμόσαι περιφερείᾳ, ἀλλ’ ἡ μὲν ἐκτὸς κατὰ ἓν σημεῖον ἐφάψεται τοῦ κύκλου, ἡ δὲ ἐντὸς κατὰ δύο μόνον καὶ οὐ πλείω, καὶ ἡ ἐπαφὴ κατὰ σημεῖον γίνεται. καὶ μέντοι τέμνων ἀεὶ τὸ μεταξὺ τῆς εὐθείας καὶ τῆς τοῦ κύκλου περιφερείας ἐπίπεδον οὐ δαπανήσει αὐτὸ οὐδὲ καταλήψεταί ποτε τὴν τοῦ κύκλου περιφέρειαν, εἴπερ ἐπ’ ἄπειρόν ἐστι διαιρετὸν τὸ ἐπίπεδον. εἰ δὲ καταλαμβάνει, ἀνῄρηταί τις ἀρχὴ γεωμετρικὴ ἡ λέγουσα ἐπ’ ἄπειρον εἶναι τὰ μεγέθη διαιρετά. καὶ ταύτην καὶ ὁ Εὔδημος τὴν ἀρχὴν ἀναιρεῖσθαί φησιν ὑπὸ τοῦ Ἀντιφῶντος. Τὸν δὲ διὰ τῶν τμημάτων, φησί, τετραγωνισμὸν γεωμετρικοῦ διαλύειν ἐστί. λέγοι δὲ ἂν τὸν διὰ τῶν τμημάτων τὸν διὰ τῶν μηνίσκων, ὃν Ἱπποκράτης ὁ Χῖος ἐφεῦρε. κύκλου γὰρ τμῆμα ὁ μηνίσκος ἐστίν. ἡ δὲ δεῖξις τοιαύτη.

“同时,去消解一切也是不恰当的。” 在把由显然的事实所证明的“自然物要么全部要么部分是在运动之中的”这一主张与说存在是一且不动的论题相对立之后,为了不让人说“你把所寻求的事情当作已获同意的事情来假设”,[亚里士多德]补充了在反驳错误之前先假设真理的原因,即:在洞察所假设的荒谬之后果既容易又毫无困难的同时,去消解所有被错误述说的主张也是不恰当的,而只需消解那些从对话者的原理出发进行证明而陷入错误的主张,不是如此的主张则不应消解。而主张[存在]是一且不动的人,既不保全原理,也不保全自然。因此,哪怕在消解相反的论证之前,既然并非必须消解一切,那么假设由显然事实所证明的事项就绝非荒谬。而关于应当被消解的谬误与不应当被消解的谬误之间的这种差异,他在几何学中的某些错误证明上作了说明。因为在许多人寻求化圆为方(这指的是作出一个与圆相等的正方形)时,安提丰和希俄斯的希波克拉底也误以为自己找到了,但他们都陷入了错误。然而,安提丰的谬误由于正如我们将获知的那样并非出自几何学原理,因而并不属于几何学家去消解;但希波克拉底的谬误,既然他是在保全几何学原理的同时陷入错误的,就属于几何学家去消解。因为只应当消解那些在维持该学科特有原理的同时进行此种谬推的论证,而通过用于诱导的论据来取消原理的论证则不应当消解。安提丰画了一个圆,并在其中内接了一个能够内接的多边形区域。假定内接的图形碰巧是一个正方形。接着他将正方形的每一边二等分,从分割点向圆周引垂线,这些垂线显然各自将与自身对应的圆弧段二等分。随后他从分割点向正方形线段的端点连接直线,使得由这些直线构成的图形成为四个三角形,而整个内接图形则成为八边形。这样他又按照同样的方法,将八边形的每一边二等分,从分割点向圆周引垂线,并从所引垂线与圆周相接的点向被分割直线的端点连结直线,使内接图形成为十六边形。他又同样按此比例分割内接十六边形的各边,连结直线,使内接多边形倍增,并不断这样做,以致于在某个时刻该平面面积被耗尽时,以此种方式在圆内将内接某个多边形,其各边由于微小而将与圆周重合。而且,正如我们在《几何原本》中所学到的那样,既然我们能够作出与任何多边形相等的正方形,那么由于多边形因与圆重合而被假定为与圆相等,我们也就能够作出与圆相等的正方形。而显然,这一推论违背了几何学原理,但并不是像亚历山大所说的那样,“因为几何学家把圆与直线相切于一点作为原理来假设,而安提丰否定了这一点”。因为几何学家并不是假设这一点,而是在第三卷中证明了这一点。因此更好的说法是:原理乃是直线不可能与圆周重合,而在外的直线与圆相接于一点,在内的直线只相接于两点而绝不多于两点,且接触发生在点上。此外,如果平面确实是可无限分割的,那么不断分割直线与圆周之间的平面面积,既不会将它耗尽,也绝不会达到圆周。但如果达到了圆周,那么一条主张大小可无限分割的几何学原理就被取消了。欧德谟也说正是这条原理被安提丰取消了。“然而通过弓形进行的化圆为方,”他说,“乃是属于几何学家去消解的。”他所说的通过弓形,可能是指通过希俄斯的希波克拉底所发明的月牙形进行的化圆为方。因为月牙形是圆的一个弓形部分。其证明如下。

语法注2 条
  1. 1.11τὴν αἰτίαν τοῦ ὑποθέσθαι, τὸ ἀληθὲς πρὸ τοῦ τὸ ψευδὲς ἐλέγξαι προστίθησιν

    主动词 προστίθησιν 的直接宾语为 τὴν αἰτίαν,受属格冠词不定式 τοῦ ὑποθέσθαι 修饰。尽管现代刊本在 ὑποθέσθαι 之后标有逗号,但 τὸ ἀληθές 实为 τοῦ ὑποθέσθαι 的语义宾语,并与随后的介词短语 πρὸ τοῦ τὸ ψευδὲς ἐλέγξαι(其中 τὸ ψευδές 是 ἐλέγξαι 的宾语)构成严整的对称:“在反驳错误之前先假设真理”。整个短语的具体内容由随后的 ὅτι 从句展开说明。

  2. 1.11ὥστε ποτὲ δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαί τι πολύγωνον

    表示结果的连词 ὥστε 在此处与将来时不定式 ἐγγραφήσεσθαι 连用。它以间接引语的形式承接先行现在分词短语 τοῦτο ἀεὶ ποιῶν(不断这样做)所暗含的安提丰的意图或预期;它表达的并非客观事实上的结果,而是作图者主观上的设想,即“若持续这样做,最终必将在圆内内接某个多边形”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:53.27-55.28