- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:557.24-559.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德《物理学》第四卷第三章(210b18)中关于没有任何事物甚至因偶性处于自身之中的论点,精确辨析了“因部分而然”与“因偶性”的差异,并审视与批判了阿斯帕西奥斯和亚历山大的不同解释。
" Ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκὸς ἕως τοῦ ὅτι μὲν οὖν ἀδύνατον ἐν ἑαυτῷ τι εἶναι πρώτως δῆλον." Δείξας ὅτι πρώτως μὲν καὶ καθ’ αὑτὸ οὐκ ἐνδέχεται αὐτό τι ἐν ἑαυτῷ εἶναι, κατ’ ἄλλο δὲ δυνατὸν λέγεσθαι, ὅταν μέρους ὄντος ἐν μέρει τὸ ὅλον λέγηται κατὰ τὸ μέρος, ἐπειδὴ τῷ καθ’ αὑτὸ καὶ πρώτως ἀντικεῖσθαι δοκεῖ τὸ κατὰ συμβεβηκός, ὑπώπτευσεν ἄν τις ὡς κατὰ μέρος, οὕτω δὲ καὶ κατὰ συμβεβηκὸς δύνασθαί τι αὑτὸ ἐν ἑαυτῷ εἶναι·1 διὸ καὶ δείκνυσιν ὅτι οὐδὲ κατὰ συμβεβηκὸς αὑτό τί ἐστιν ἐν ἑαυτῷ. οὐ γὰρ ταὐτὸν τὸ κατὰ μέρος καὶ τὸ κατὰ συμβεβηκὸς ἀκριβολογουμένοις. κἂν γὰρ κοινὸν αὐτοῖς τὸ κατ’ ἄλλο, ἀλλ’ ἔστιν αὐτῶν διαφορά. τὸ γὰρ κατὰ συμβεβηκὸς δύναται καὶ καθ’ ὅλον εἶναι. καὶ γὰρ ὁ ἐν τῇ νηὶ πλωτὴρ κατὰ συμβεβηκὸς μὲν λέγεται κινεῖσθαι, οὐ μὴν κατὰ μέρος· οὐ γάρ ἐστιν αὐτοῦ μέρος ἡ ναῦς. πάλιν δὲ κατὰ μέρος μέν τις ὁρᾶν λέγεται ὡς κατὰ τοὺς ὀφθαλμοὺς ὁρῶν, οὐ μὴν κατὰ συμβεβηκός· καθ’ αὑτὸ γὰρ ὑπάρχει τὸ τοῖς ὀφθαλμοῖς ὁρᾶν. ἀλλὰ καὶ ἀπ’ ἐναντίας πως ἔχει τὸ κατὰ μέρος τῷ κατὰ συμβεβηκός. τὸ μὲν γὰρ κατὰ μέρος, ὅταν ὅλον λέγηται κατὰ τὸ μέρος, ὡς εἰ λέγοιτο ἡ ναῦς τρίζειν διότι ὁ ἱστός, καὶ τὸ ἐπὶ τοῦ ἀμφορέως τοῦ οἴνου πρότερον εἰρημένον· κατὰ συμβεβηκὸς δέ, ὅταν τὸ μέρος κατὰ τὸ ὅλον, ὡς ὅταν ὁ πλωτὴρ κινεῖσθαι λέγηται, διότι ἡ ναῦς, καὶ τὸ σιμόν, διότι ὁ Σωκράτης. τὸ γὰρ μέρος καὶ τὸ πάθος τῷ ὅλῳ συμβέβηκεν, ἀλλ’ οὐχὶ τὸ ὅλον τούτοις. κατὰ συμβεβηκὸς οὖν κινεῖται τὸ συμβεβηκὸς καὶ τὸ μέρος, οὐχ ὅταν αὐτὸ καθ’ αὑτὸ κινῆται, οἷον ὅταν τὸ λευκὸν γίνηται μέλαν ἢ ὁ πλωτὴρ ἐν τῇ νηὶ περιπατῇ, ἀλλ’ ὅταν ἐκεῖνο ᾧ συμβέβηκε κινῆται. λέγεται δὲ καὶ ὁ σίδηρος κατὰ συμβεβηκὸς καίειν, ὅταν τὸ ἐν αὐτῷ πῦρ καίῃ, ἀλλὰ κατὰ μέρος μᾶλλον ἢ κατὰ συμβεβηκός. κοινὸν δὲ ὡς εἶπον τὸ κατ’ ἄλλο τῷ τε κατὰ μέρος καὶ τῷ κατὰ συμβεβηκός. ὡς οὖν ἐπὶ τῶν ἄλλων οὕτω καὶ ἐπὶ τοῦ ἔν τινι κατὰ συμβεβηκὸς ἔν τινι λέγομεν εἶναι ἐκεῖνο, ὃ συμβεβηκὸς ἢ μέρος ἐστί του καθ’ αὑτὸ ἔν τινι ὄντος. τότε γὰρ τὸ συμβεβηκὸς ἢ τὸ μέρος τοῦ καθ’ αὑτὸ ἐνόντος κατὰ συμβεβηκὸς λέγεται εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ τὸ καθ’ αὑτό ἐστιν. οὕτω γοῦν τὰ τῷ σώματι συμβεβηκότα κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ οἷον λευκότης καὶ θερμότης τῷ τὸ σῶμα ἐν ᾧ ἐστι ταῦτα καθ’ αὑτὸ εἶναι ἐν τόπῳ· οὕτως οὖν καὶ εἴ τι ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἴη, ἀνάγκη συμβεβηκέναι μέρος εἶναι τοῦ καθ’ αὑτὸ ἐν ἑαυτῷ ὄντος. τούτῳ δὲ ἀκολουθεῖ τὸ εἰ ἔστι τι κατὰ συμβεβηκὸς ἐν ἑαυτῷ, δεῖν πάντως εἶναι πρὸ τούτου τὸ καθ’ αὑτὸ ἐν ἑαυτῷ, ὅπερ ἀδύνατον ἀποδέδεικται ἤδη. διὸ νῦν τοῦτο παρῆκε τὸ ἄτοπον ἐπάγειν. Ἀκολουθεῖ δὲ καὶ τὸ ἅμα δύο ἐν τῷ αὐτῷ εἶναι, σώματα δηλονότι· περὶ γὰρ τούτων ὁ λόγος. εἰ γάρ τις λέγοι τὸν ἀμφορέα ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἶναι, ἐπειδὴ ἐκεῖνό ἐστιν κατὰ συμβεβηκὸς ἔν τινι ὃ τῷ καθ’ αὑτὸ ἔν τινι συμβέβηκεν, ἐπειδὴ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ καθ’ αὑτό, ἐὰν ὁ ἀμφορεὺς ἐν τῷ οἴνῳ κατὰ συμβεβηκὸς ᾖ, ἔσται ὁ ἀμφορεὺς ἐν ἑαυτῷ κατὰ συμβεβηκός, καὶ ὁ οἶνος εἰ οἴνου ἐστὶν ἀμφορεὺς ἐν ἑαυτῷ καθ’ αὑτό. οὕτως μὲν οἶμαι ὁ Ἀσπάσιος. ὁ δὲ Ἀλέξανδρος γράφει οὕτως “οἷον εἰ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ εἴη, ὡς συμβεβηκὸς αὐτῷ ἢ ὡς μέρος αὐτοῦ, ὁ δὲ ἀμφορεὺς ἐν τῷ οἴνῳ καθ’ αὑτό. οὕτως γὰρ ἂν ὁ οἶνος αὐτὸς ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἴη, ὅπερ τοῦ καθ’ αὑτὸ ἐν ἑαυτῷ ὄντος οὐδὲν διαφέρει”. ἀγνοῶ δὴ πῶς τὸν οἶνον ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἶπε τοῦ Ἀριστοτέλους ἀκούων λέγοντος αὐτός τε γὰρ ἐν ἑαυτῷ ὁ ἀμφορεὺς ἔσται· ὅλως δὲ οὐδὲ δύναται ὁ οἶνος ἐν ἑαυτῷ κατὰ συμβεβηκὸς εἶναι, εἰ μὴ συνεβεβήκει τινὶ τῷ καθ’ αὑτὸ ὑπάρχοντι αὐτῷ. τί δὲ ἂν εἴη ἀκολουθότερον τὸν οἶνον ἐν τῷ ἀμφορεῖ καθ’ αὑτὸ εἶναι ἢ τὸν ἀμφορέα ὡς λέγει ἐν τῷ οἴνῳ; τὸ δὲ εἰ οὗ ἡ φύσις δεκτική, τοῦτο ἐνδέχεται ἐν ἑαυτῷ εἶναι ἀσάφειαν μὲν ἐποίησε τῷ λόγῳ μεταξὺ παραληφθέν.2
“然而甚至绝非因偶性……直至:因此某物首先处于自身之中是不可能的,乃是显而易见的。” 在表明了某物自身首先且在自身层面处于自身之中是不可能的、但因别物而然却可能被这样说——即当部分在部分之中时,整体因部分而被说[处于自身之中]——之后,既然因偶性似乎与在自身层面且首先相对立,某人或许会怀疑,正如因部分而然一样,因偶性某物自身也同样能够处于自身之中。因此他也表明,甚至因偶性没有任何事物自身处于自身之中。因为对于精确立论的人来说,因部分而然与因偶性并不是同一回事。因为即使因别物而然对它们是共通的,但它们之间仍有差异。因为因偶性也可以是就整体而言的。事实上,船中的水手被说是因偶性而运动,但绝非因部分而然;因为船并不是他的一部分。另一方面,某人被说是因部分而然看见,因为他是因眼睛而看见,但绝非因偶性;因为用眼睛看是属于自身层面的。不仅如此,因部分而然在某种意义上甚至与因偶性处于相反的关系。因为因部分而然是指整体因部分而被言说,比如若说船嘎吱作响是因为桅杆嘎吱作响,以及先前在酒坛子的例子中所说的那样;而因偶性是指部分因整体而被言说,比如当水手被说运动是因为船运动,朝天鼻[运动]是因为苏格拉底[运动]。因为部分与状态是附属于整体的,而整体并非附属于这些。因此,偶性与部分是因偶性而运动的,并非在它自己就自身而言运动时,例如当白色变成黑色或水手在船中走动时,而是在它所附属于的那个事物运动时。铁在其中的火燃烧时也被说是因偶性而燃烧,但毋宁说是因部分而然,而非因偶性。而正如我所说,因别物而然对于因部分而然和因偶性两者是共通的。因此,正如在其他事物上一样,在处于某物之中这一问题上,我们把那作为自身处于某物之中的事物的偶性或部分的事物,说成是因偶性处于某物之中。因为在那个时候,在自身层面上处于其中的事物的偶性或部分,被说成是因偶性处于那在自身层面上处于其中的事物所在的那个事物之中。因此无论如何,物体的偶性是因偶性而处于处所之中的,例如白与热,乃是由于这些偶性在其中的物体在自身层面上处于处所之中。因此同样地,如果某物因偶性处于自身之中,它必然是附属于[或作为]在自身层面上处于自身之中的事物的一部分。而由此随之而来的结论是:如果某物因偶性处于自身之中,在它之前必定完全存在着在自身层面上处于自身之中的事物,而这已经被证明是不可能的了。因此现在他略过了推导这一荒谬结论。而且随之而来的还有两个事物同时处于同一事物之中,显而易见是两个物体;因为论辩是关于这些的。因为如果有人说坛子因偶性处于自身之中,既然附属于那在自身层面上处于某物之中的事物的那个事物是因偶性处于某物之中,既然酒在自身层面上处于坛子之中,如果坛子因偶性处于酒之中,那么坛子将因偶性处于自身之中,而酒,如果是酒坛子,将在自身层面上处于自身之中。我想阿斯帕西奥斯就是这样[解释的]。但亚历山大是这样写的:“例如,若酒在坛子之中,是作为它的偶性或作为它的一部分,而坛子在自身层面上在酒之中;因为这样一来酒自身就将因偶性处于自身之中,而这与在自身层面上处于自身之中的事物毫无区别。”因此我真不知道,在他听到亚里士多德说“因为坛子自身就将处于自身之中”时,他是如何说酒因偶性处于自身之中的;而且总的说来,酒若非附属于某种在自身层面上属于它的事物,它根本不可能因偶性处于自身之中。并且,什么会更合乎推论呢:是酒在自身层面上处于坛子之中,还是像他所说的那样坛子处于酒之中呢?而“如果其本性为受容性的事物,能够处于自身之中”这一句,由于插入在中间,给文论带来了晦涩。
- 4.32ὑπώπτευσεν ἄν τις ὡς κατὰ μέρος, οὕτω δὲ καὶ κατὰ συμβεβηκὸς δύνασθαί τι αὑτὸ ἐν ἑαυτῷ εἶναι
ἄν 与不定过去式直陈语气(ὑπώπτευσεν ἄν)连用,表示对过去的虚拟或推测(“某人或许会怀疑”)。其从属部分采用了 ὡς ... οὕτω δὲ καί(“正如……同样也……”)的相关句式,连词 δέ 引导相应的后置相关分句。
- 4.32τὸ δὲ εἰ οὗ ἡ φύσις δεκτική, τοῦτο ἐνδέχεται ἐν ἑαυτῷ εἶναι ἀσάφειαν μὲν ἐποίησε τῷ λόγῳ μεταξὺ παραληφθέν
主语是由中性冠词实质化的整个引述条件句(τὸ δὲ εἰ οὗ ἡ φύσις δεκτική, τοῦτο ἐνδέχεται ἐν ἑαυτῷ εἶναι),中性单数分词 μεταξὺ παραληφθέν 与之性数一致作表语性修饰。主动词为 ἀσάφειαν ἐποίησε(“造成了晦涩”),全句的句法骨架为:“这一在中间被引入的[语句],给论证带来了晦涩”。
