- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:556.23-557.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明,亚里士多德通过酒坛子的范例,运用假言推理证明了没有任何事物能够首先处于自身之中,因为若是处于自身之中,就必然导致两种相异的定义(作为容纳者与被容纳者)同时归属于同一个事物。
ὅτι οὖν ἀδύνατον αὐτό τι ἐν ἑαυτῷ εἶναι, κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τρόπον δείκνυσιν οὕτως· εἰ ἔστι τι αὐτὸ ἐν ἑαυτῷ, οἱ διάφοροι ὁρισμοὶ ἑνὶ 〈καὶ〉 τῷ αὐτῷ ὑπάρξουσιν· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστι τι αὐτὸ ἐν ἑαυτῷ. καὶ τὸ μὲν συνημμένον1 δείκνυσιν διὰ τοῦ τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν οἶνον οἶνόν τε καὶ ἀμφορέα, εἴπερ ἐνδέχεται τι αὐτὸ ἐν ἑαυτῷ εἶναι. εἰ γὰρ ὁ ἀμφορεὺς αὐτὸ τὸ σκεῦος ἐν ἑαυτῷ λέγοιτο εἶναι, ἐπειδὴ τὸ ἐν τῷ ἀμφορεῖ ὁ οἶνός ἐστιν, ἔσται ὁ ἐν ἑαυτῷ ἀμφορεὺς καὶ ἀμφορεὺς καὶ οἶνος. καὶ πάλιν εἰ ὁ οἶνος ἐν ἑαυτῷ ἐστιν, ἐπειδὴ τὸ ἐν ᾧ ὁ οἶνος ὁ ἀμφορεύς ἐστι, κατὰ μὲν τὸ ἐν ᾧ ἀμφορεὺς ἔσται ὁ οἶνος, κατὰ δὲ τὸ ἐν τούτῳ οἶνος. καὶ οὕτως τὸ αὐτὸ ἀμφοτέρους ἕξει τοὺς λόγους τοὺς διαφέροντας τόν τε ἐν ᾧ καὶ τὸν ἐν τούτῳ. ὅτι δὲ τοῦτο ἀδύνατον, πρόδηλον. ᾧ γὰρ οἱ διάφοροι ὁρισμοὶ ἐφαρμόττουσι, τοῦτο καὶ αὐτὸ διάφορον ἔσται· αὐτὸ δὲ ἑαυτοῦ τι καθ’ ὅλον ἑαυτὸ διάφορον εἶναι ἀδύνατον· καὶ πάνυ καλῶς ἐπὶ τοῦ αὐτοῦ παραδείγματος ἐποιήσατο τὸν λόγον, ἐφ’ οὗ τὸ κατ’ ἄλλο ἐν ἑαυτῷ εἶναι δυνατὸν ἔδειξεν· ἵνα ᾖ σαφὲς ἐπὶ τοῦ αὐτοῦ, ὅτι οὕτως μὲν ἐν ἑαυτῷ, ὡς καὶ τὸν οἶνον ἐν ἑαυτῷ καὶ τὸν ἀμφορέα ἐν ἑαυτῷ καὶ οὕτως τὸν ἀμφορέα τοῦ οἴνου ἐν ἑαυτῷ ἀδύνατον εἶναι. εἰ δὲ ὡς ἄν τις ὅλως δύναιτο λέγειν2 (τοῦτο γάρ ἐστι τὸ εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις ἂν εἶεν), οὐχ ὅτι ἑκάτερον ἐν τῷ ἑτέρῳ, ἀλλ’ ὅτι τὸ ἕτερον ἐν τῷ ἑτέρῳ (ὁ γὰρ οἶνος ἐν τῷ ἀμφορεῖ), καὶ ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐ γινόμενος οἶνος οὐδὲ δεχόμενος τὸν τοῦ οἴνου λόγον, ἀλλ’ ᾗ οἶνον δεχόμενος τὸν οἶνον, ὁ δὲ οἶνος ἔσται ἐν τῷ ἀμφορεῖ, οὐχ ᾗ ἀμφορεὺς αὐτός, ἀλλ’ ᾗ αὐτὸς μὲν οἶνος, ὁ δὲ δεχόμενος ἀμφορεύς ἐστι· μένει γὰρ ἑκάτερον ἐπὶ τῆς οἰκείας φύσεως φυλάττοντα3 τὴν πρὸς ἄλληλα διαφοράν. ὡς ἐκ τούτων δῆλον εἶναι, ὅτι ἕτερα κατ’ οὐσίαν ἐστί, καὶ ἕτερος ἑκατέρου λόγος τοῦ τε ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ. ᾧ ἀκολουθεῖ ἐναργῶς τὸ μὴ αὐτό τι ἐν ἑαυτῷ εἶναι. εἰ γὰρ ἕτερον τὸ ἐν ᾧ καὶ ἕτερον τὸ ἐν τούτῳ, πῶς ἂν εἴη αὐτὸ ἐν ἑαυτῷ; καὶ οὕτως ἔδειξεν ὅτι πρώτως καὶ καθ’ αὑτὸ οὐδέν ἐστιν ἐν ἑαυτῷ. καὶ μή τις οἰέσθω διὰ τοῦτο συνῆχθαι τὸ ἄτοπον τὸ δύο ὁρισμοὺς τῷ αὐτῷ ἐφαρμόττειν διὰ τὸ διπλοῦν ἐναργῶς ὑποτεθῆναι τὸν ἐν αὐτῷ ἀμφορέα οἴνου. κἂν γὰρ ἕν τι ὑποτεθῇ τὸ ἐν αὐτῷ, ἄλλον μὲν ἔχει λόγον καθόσον δεκτικόν, ἄλλον δὲ καθόσον αὐτό ἐστιν ὃ δέχεται τὸ δεχόμενον.
因此,某物自身处于自身之中是不可能的,他按照假言推理的第二格如此表明:如果某物自身处于自身之中,相异的诸定义将属于同一个事物;然而这绝不可能;因此没有任何事物自身处于自身之中。而这一假言命题,他是通过在某物自身可能处于自身之中的情况下坛子既是容器又是酒、且酒既是酒又是坛子来证明的。因为如果作为容器的坛子自身被说成处于自身之中,既然在坛子之中的事物是酒,那么处于自身之中的坛子就既是坛子又是酒了。反过来,如果酒处于自身之中,既然酒在其中的事物是坛子,那么就〔某物〕在其中之物而言酒将是坛子,就在这一事物中之物而言[它将是]酒。这样,同一事物就将具有相异的两个定义,即〔某物〕在其中之物的定义与在这一事物中之物的定义。而这是不可能的,乃是显而易见的。因为相异的诸定义所适用的事物,其自身也必是相异的;但某物就其自身的整个而言与自身相异是不可能的。而且他非常恰当地基于他曾表明因别物而然处于自身之中是可能的这一同一范例构建了论据,以便在同一范例上明白地显示:按照酒处于自身之中且坛子处于自身之中、从而酒坛子处于自身之中的方式[处于自身之中]是不可能的。但如果是按照人们大体上可以说的某种方式(因为这就是“即便它们极力彼此处于对方之中”的意思),并非两者都在对方之中,而是其中之一在另一者之中(因为酒在坛子之中),坛子将接受酒,它既不变成酒也不接受酒的定义,而是作为接受酒的事物接受酒,酒也将处于坛子之中,并非就其自身是坛子而言,而是就其自身是酒而接受者是坛子而言;因为两者都停留在其固有的本性上,保持着彼此之间的差异。以致由这些显而易见的是,它们在实体上是相异的,且两者的定义——即〔某物〕在其中之物的定义与在这一事物中之物的定义——也是各自相异的。显然随之而来的结论是,没有任何事物自身处于自身之中。因为如果〔某物〕在其中之物是一回事而在这一事物之中之物是另一回事,它自身又如何能处于自身之中呢?正是以这种方式,他表明了首先且在自身层面没有任何事物处于自身之中。且绝不要有人认为,之所以推导出两个定义适用于同一事物这一荒谬结论,是因为处于自身之中的酒坛子显然被假设为双重的事物。因为即使处于自身之中的事物被假设为某一个单一之物,就其作为受容者而言它具有一种定义,而就其自身就是受容者所接受之物而言它又具有另一种定义。
- 4.31τὸ μὲν συνημμένον
逻辑学专业术语宾语短语。指假言命题的前件与后件之联结(即大前提:“如果某物处于自身之中,相异的诸定义将属于同一事物”),作主要动词 δείκνυσιν 的直接宾语。
- 4.31εἰ δὲ ὡς ἄν τις ὅλως δύναιτο λέγειν
句首的条件从句,需要补充被省略的述谓成分(如“如果[一物处于另一物之中]是按照人们大体上可以述说的方式”)。它引出下文的限定说明,即并非两者互在对方之中,而是一者在另一者之中。
- 4.31ἑκάτερον ἐπὶ τῆς οἰκείας φύσεως φυλάττοντα
主语 ἑκάτερον 为中性单数,而其修饰的分词 φυλάττοντα 则为中性复数,这属于依据意义一致(constructio ad sensum)的句法现象,因为其意指坛子与酒这两个事物。
