← 辛普里丘

亚里士多德《物理学》注释

§555.22-556.23

在某物之中的归纳考察与否定事物在自身内

辛普里丘注解了贝克尔版第210b8行,亚里士多德在此通过对“在某物之中”的诸含义进行归纳考察,表明由于受纳者与受纳之物在本质上的差异,没有任何事物能够首先处于自身之中,并进一步阐明了为何还需要逻辑证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.31#1

" Οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν ἕως τοῦ ἄλλος γὰρ ὁ λόγος 〈ὁ〉 τοῦ ἐν ᾧ καὶ ὁ τοῦ ἐν τούτῳ." Δείξας ὅτι πρώτως μὲν καὶ καθ’ αὑτὸ ἀδύνατόν τι αὐτὸ ἐν ἑαυτῷ εἶναι, κατ’ ἄλλο δὲ καὶ κατὰ μέρος δυνατόν, καὶ παράδειγμα τὸν ἀμφορέα τοῦ οἴνου παραθέμενος, καὶ ὡς πόρισμά τι συναγαγὼν ἐκ τῶν ἐκτεθέντων παραδειγμάτων, ὅτι ἕτερα τῷ εἴδει τό τε ἐν ᾧ καὶ τὸ ἐν ἐκείνῳ, καὶ ἄλλην φύσιν ἔχει ἑκάτερον ἥ τε ἐπιφάνεια καὶ τὸ λευκόν, βούλεται ἡμᾶς μὴ μόνον ἄλλα παραδείγματα τῷ λόγῳ ἐπάγειν ὡς τὸν ἐν τῷ ἀμφορεῖ οἶνον ἢ τὸ ἐν τῇ ἐπιφανείᾳ λευκὸν δεικνύντας, ὅτι πρώτως μὲν οὐ δυνατὸν αὐτό τι ἐν ἑαυτῷ εἶναι, κατ’ ἄλλο δὲ δυνατόν, ἀλλὰ καὶ τὰ ἀπαριθμηθέντα τοῦ ἐν τινι σημαινόμενα παρατιθέντας καθ’ ἓν ἐκ τῆς ἐκείνων ἐπαγωγῆς σκοπεῖν,1 εἰ δυνατὸν καθ’ οἱονδήποτε τῶν εἰρημένων τοῦ ἔν τινι διορισμῶν αὐτό τι ἐν ἑαυτῷ εἶναι, καὶ μετὰ τοῦτο κοινῇ τῷ λόγῳ σκοπεῖν, εἰ δύναταί τι αὐτὸ ἐν ἑαυτῷ εἶναι πρώτως, πανταχοῦ δήλου γενομένου ἡμῖν τοῦ ἄλλο μὲν εἶναι τὸ ἐν ᾧ, ἄλλο δὲ τὸ ἐν ἐκείνῳ. οὔτε γὰρ τὸ μέρος ἐν τῷ ὅλῳ ὂν ἐν ἑαυτῷ ἐστιν (ἄλλο γὰρ τὸ μέρος τοῦ ὅλου) οὔτε τὸ ὅλον ἐν τοῖς μέρεσιν2 ὂν καθὸ μέρη ἐν ἑαυτῷ ἐστιν, εἴπερ τὰ μὲν μέρη πολλὰ καὶ διαφέροντα, τὸ δὲ ὅλον ἕν. κἂν γὰρ μὴ ᾖ παρὰ τὰ μέρη τὸ ὅλον, ἀλλὰ ἄλλο μὲν τὸ ὅλῳ εἶναι, ἄλλο δὲ τὸ μέρεσιν· οὐ μέντοι οὐδὲ τὸ ὡς ἐν γένει τινὶ ὂν ἐν ἑαυτῷ δύναται εἶναι. οὐδὲν γὰρ αὐτὸ αὑτοῦ γένος, εἴπερ ἄλλο τὸ γένος τοῦ εἴδους. ἀλλ’ οὐδὲ ὅταν ὡς γένος ἐν εἴδεσιν ᾖ, ἐν ἑαυτῷ ἐστιν. τὸ γὰρ γένος μέρος γίνεται τοῦ λόγου τοῦ εἴδους, καὶ ἀδύνατόν τι τὸ αὐτὸ καὶ μέρος καὶ ὅλον εἶναι. ἀλλ’ οὐδὲ τὸ εἶδος ἐν τῇ ὕλῃ ὂν ἐν ἑαυτῷ ἐστιν· ἑαυτοῦ γὰρ ἀποστὰν ἐν ὕλῃ γίνεται. ἀλλὰ καὶ ὅταν ἐν βασιλεῖ ᾖ Λακεδαιμονίοις3 λέγωμεν τὰ τῶν Ἑλλήνων εἶναι πράγματα, αὐτὸ τοὐναντίον λέγομεν, ὅτι οὐκ ἐν ἑαυτοῖς ἀλλ’ ἐν ἐκείνοις ἔχουσι τὴν ἑαυτῶν διοίκησιν. οὕτω δὲ καὶ τὰ ἐν τέλει διακέκριται, ὡς τῶν πρὸ αὐτοῦ πάντων ἐκείνου ἀπηρτημένων ὡς ἄλλων ὄντων αὐτοῦ. τὸ δὲ ἐν ἀγγείῳ ἤδη εἴρηται. τὸ γὰρ ἐν τόπῳ ἔτι ζητεῖται εἰ ἔστι τόπος ἐν τόπῳ. καὶ οὕτω μὲν ἐκ τῆς ἐπαγωγῆς τῶν τοῦ ἔν τινι τρόπων ἔστιν ἰδεῖν, ὅτι κατ’ οὐδένα τούτων τῶν τοῦ ἔν τινι τρόπων δύναταί τι αὐτὸ ἐν ἑαυτῷ εἶναι. Καὶ ἐκ τοῦ λόγου δὲ δυνατὸν τὸ αὐτὸ γνῶναι· χρεία γὰρ καὶ τῆς λογικῆς ἀποδείξεως μάλιστα, ὅτι μὴ ἐκ διαιρέσεως ἀναγκαστικῆς ἐλήφθη τὰ τοῦ ἔν τινι σημαινόμενα, ἵνα τῇ καθ’ ἕκαστον αὐτῶν ἐφόδῳ θαρρήσωμεν, καὶ ὅτι δυνατὸν λέγειν τὰ τοῦ ἔν τινι σημαινόμενα ἐπ’ ἐκείνων εἰλῆφθαι μόνων τῶν ἐν ἑτέρῳ ὄντων.

“因此对于那些归纳地考察的人来说既不……”,直至“因为〔某物〕在其中之物的定义,与在这一事物中之物的定义是各不相同的”。 在表明了某物自身首先且在自身层面处于自身之中是不可能的、但因别物而然以及按照部分而言是可能的,并列举了酒坛子作为范例,且从所列举的范例中推导出一个推论——即〔某物〕在其中之物与在彼之中之物在形式上是相异的,且表面与白这两者各自具有不同的本性——之后,他希望我们不仅要把诸如坛中之酒或表面上的白等其他范例引入论据之中,表明某物自身首先处于自身之中是不可能的,但因别物而然则是可能的,而且还要将所列举的“在某物之中”的诸含义逐一并列,从对它们的归纳中考察,按照所说的“在某物之中”的任何界定,某物自身是否可能处于自身之中;并在此之后,通过一般的论述来考察,在处处对于我们而言都已明了〔某物〕在其中之物是一回事而在彼之中之物是另一回事之后,是否有某物自身能够首先处于自身之中。因为处于整体之中的部分既不在自身之中(因为部分不同于整体),处于诸部分之中的整体在其作为诸部分的层面上也不在自身之中,既然诸部分是众多的且互有差异的,而整体则是一个。因为即使整体并非在诸部分之外独立存在,然而对于整体的存在是一回事,对于诸部分的存在则是另一回事。再者,作为在某一属之中而存在的事物也绝不可能在自身之中。因为没有任何事物是其自身的属,既然属与种相异。但当属作为属而处于诸种之中时,它也不在自身之中。因为属成为了种的定义的一部分,而同一事物既是部分又是整体是不可能的。而处于质料之中的形式也不在自身之中;因为脱离了自身,它才生成在质料之中。不仅如此,当我们说希腊人的事务掌握在波斯王或拉栖代梦人手中时,我们说的恰恰相反,即他们并非在自身之中拥有自身的统治,而是在那些人之中。同样,处于目的之中的事物也是区分开来的,因为在它之前的所有事物都依附于它,作为不同于它的事物。至于在容器之中的事物,先前已经说过了。因为对于在场所之中的事物,是否在场所之中还有场所,这仍在探讨之中。以这种方式,从“在某物之中”的诸方式的归纳中可以看出,按照“在某物之中”的这些方式中的任何一种,某物自身都绝不可能处于自身之中。而通过论述来获知同一结论也是可能的;因为逻辑证明也是极有必要的,不仅是因为“在某物之中”的诸含义并非出自必然的划分以使我们对其每一项的探讨抱有确信,也是因为有人可以说“在某物之中”的诸含义仅仅是就那些处于另一事物之中的事物而言被抽取的。

语法注3 条
  1. 4.31βούλεται ἡμᾶς μὴ μόνον ἄλλα παραδείγματα τῷ λόγῳ ἐπάγειν ... ἀλλὰ καὶ τὰ ἀπαριθμηθέντα ... παρατιθέντας ... σκοπεῖν

    在由主动词 βούλεται 支配的宾格加不定式结构中,分词 δεικνύντας 和 παρατιθέντας 采用宾格复数,与逻辑主语 ἡμᾶς 保持一致。不定式 ἐπάγειν 与 σκοπεῖν 则通过 μὴ μόνον ... ἀλλὰ καί 构成并列对应关系。

  2. 4.31ἄλλο μὲν τὸ ὅλῳ εἶναι, ἄλλο δὲ τὸ μέρεσιν

    这是由定冠词不定式(τὸ εἶναι)与与格名词(ὅλῳ, μέρεσιν)结合而成的亚里士多德式本质表达,意为“作为整体的存在”与“作为诸部分的存在”。结构 ἄλλο μὲν ..., ἄλλο δέ ... 表明两者各不相同。

  3. 4.31ἐν βασιλεῖ ᾖ Λακεδαιμονίοις

    传抄文本中的 ᾖ 应理解为表选择的连词 ἤ(“或者”)。在语境中,它连接并列的与格介词结构“在波斯王手中”与“[在]拉栖代梦人手中”,表示希腊人的事务处于谁的支配之下。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:555.22-556.23